De Ecclesiastica Theologia
Eusebius of Caesarea
Eusebius Werke, Volume 4. Klostermann, Erich, editor. Leipzig: J. C. Hinrichs, 1906.
ἀλλ’ οὐκ ἐγώ, φήσει ὡς εἰκός, ἀλλ’ ὁ θεῖος εὐαγγελιστὴς λόγον αὐτὸν προσεῖπεν· ἀκόλουθον τοίνυν εἴη ἂν καὶ ἡμᾶς τούτῳ συνομολογεῖν. ναί φημι καὶ αὐτός.
πλὴν οὐδ’ ἑτέρως προσήκειν οἶμαι ἐξακούειν τῆς φωνῆς ἢ αὐτῷ πάλιν μαθητευομένους τῷ εὐαγγελιστῇ διδάσκοντι ὁποιον διωρίζετο λόγον. σαφῶς δὲ τοῦτον παρίστη οἷός τις ἦν, ἐπισυνάπτων ἑξῆς καὶ λέγων »καὶ θεὸς ἦν ὁ λόγος«· δυνάμενος γοῦν εἰπεῖν· καὶ ὁ θεὸς ἦν ὁ λόγος, μετὰ τῆς τοῦ ἄρθρου προσθήκης, εἴγε ἓν καὶ ταὐτὸν ἡγεῖτο τὸν πατέρα εἶναι καὶ τὸν υἱὸν αὐτόν τε εἶναι τὸν λόγον τὸν ἐπὶ πάντων θεόν, οὐχ οὕτως ἐξέδωκε τὴν γραφήν.