De Ecclesiastica Theologia
Eusebius of Caesarea
Eusebius Werke, Volume 4. Klostermann, Erich, editor. Leipzig: J. C. Hinrichs, 1906.
ἐπεὶ δὲ τῷ ἀνθρωπίνῳ λόγῳ τὸν τοῦ θεοῦ παραβάλλειν ἐδόκει Μαρκέλλῳ, καὶ πόσῳ βελτίω εἶναι φήσομεν, εἰκόνι χρώμενον τῷ ἀνθρωπίνῳ λόγῳ, τούτῳ μᾶλλον χρήσασθαι τῷ παραδείγματι
καὶ φάναι τοῦ παρ’ | ἡμῖν λόγου πατέρα εἶναι τὸν νοῦν, ἕτερον ὄντα παρὰ τὸν λόγον. τὸν μὲν γὰρ νοῦν, ὅστις ποτὲ καὶ ὁποῖος ὢν τὴν οὐσίαν ὑπάρχει, οὐδεὶς πώποτε ἀνθρώπων ἔγνω, βασιλεὺς δ’ οἷα ἐν ἀπορρήτοις εἴσω τοῖς αὐτοῦ ταμείοις ἱδρυμένος τὰ πρακτέα βουλεύεται· ὁ δ’ ἐξ αὐτοῦ λόγος οἷα πατρὸς ἐξ ἀδύτων μυχῶν γεγεννημένος τοῖς ἐκτὸς πᾶσιν καθίσταται γνώριμος.εἶθ’ οἱ μὲν ἐκ τῆς τοῦ λόγου μεταλαμβάνουσιν ὠφελείας, τὸν δ’ ἀφανῆ καὶ ἀόρατον νοῦν, τὸν δὴ τοῦ λόγου πατέρα, οὐδεὶς πώποτε εἶδεν.