De Ecclesiastica Theologia

Eusebius of Caesarea

Eusebius Werke, Volume 4. Klostermann, Erich, editor. Leipzig: J. C. Hinrichs, 1906.

καὶ θεὸς ποιητικὸς καὶ δημιουργικὸς πάντων. ὃ δὴ καὶ αὐτὸ παρέστησεν ὁ εὐαγγελιστὴς ἑξῆς τὸ »πάντα δι’ αὐτοῦ ἐγένετο« ἐπισυνάψας. ὁ μὲν οὖν παιδαγωγὸς νόμος διὰ Μωσέως ἐν τῇ κοσμοποιίᾳ τὸν θεὸν ποιητὴν τοῦ παντὸς εἰσάγων στοιχεῖά τε καὶ εἰσαγωγὰς θεοσεβείας παραδιδοὺς ἐδίδασκεν, λέγων »ἐν ἀρχῇ ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν« καὶ τὰ τούτοις ἑξῆς,

δι’ ὧν τὸν Ἰουδαίων παιδαγωγῶν λαὸν γενητὸν εἶναι τὸν κόσμον ἡγεῖσθαι παρῄνει. πρὸς τὸ μὴ τὴν κτίσιν παρὰ τὸν κτίσαντα« σέβειν.

ὅπως δὲ ὁ θεὸς καὶ διὰ τίνος τὰ σύμπαντα ἐδημιούργει,

68v
οὐκέτι Μωσῆς τοῖς ὑπ’ αὐτὸν παρεδίδου, »ἧ« δὲ »χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ« τὸ σεσιγημένον ὑπὸ Μωσέως μυστήριον εὐαγγελιζομένη καινοτέρας καὶ μυστικῆς τῇ ἐκκλησίᾳ τοῦ θεοῦ κατῆρξε διδασκαλίας, ἄντικρυς τοῖς πᾶσιν εἰς ἐξάκουστον βοῶσα τὸ »ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος«, καὶ τὸ »πάντα δι’ αὐτοῦ ἐγένετο,

καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν«, καὶ ἔτι τούτοις προσθεῖσα τὸ »ὃ γέγονεν ἐν αὐτῷ ζωὴ ἦν. | καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει«, καὶ τὰ τούτοις ἀκόλουθα, δι’ ὧν τὸν υἱὸν τοῦ θεοῦ καὶ τὰ ἐξαίρετα τοῦ θείου φωτὸς καὶ τῆς ἐν αὐτῷ ζωῆς, ὅπως τε δι’ αὐτοῦ τὰ ὑπὸ Μωσέως εἰρημένα πάντα καὶ τὰ ἔτι τούτων ἐπέκεινα συνέστη, παιδεύει. ἀλλὰ τούτων οὐδὲν Μάρκελλος εἰδὼς ποτὲ μὲν Ἰουδαΐζων ποτὲ δὲ Σαβελλίζων ἁλίσκεται,

κατὰ μὲν τὸν Ἰουδαῖον πρὸ τῆς τοῦ κόσμου συστάσεως μηδὲν εἶναι φάσκων πλὴν τοῦ θεοῦ μόνου, 〈τῆς ἐκκλησίας〉 πρὸ τῆς τοῦ κόσμου συστάσεως τὸν πατέρα εἶναι καὶ τὸν υἱὸν ὁμολογούσης, κατὰ δὲ τὸν Σαβέλλιον ἕνα καὶ τὸν αὐτὸν εἶναι ἀποφαινόμενος υἱὸν καὶ πατέρα καὶ ποτὲ μὲν αὐτὸν ἐνδιάθετον εἰσάγων λόγον ποτὲ δὲ προφορικόν.

εἰ γὰρ προσποιεῖται ταύτας μὴ παραδέχεσθαι τὰς φωνάς, πλὴν δῆλός ἐστιν ἐκ τοῦ ποτὲ μὲν ἔνδον αὐτὸν λέγειν ἐν τῷ θεῷ, ἄλλοτε δὲ δι’ ἐνεργείας δραστικῆς προϊέναι αὐτοῦ, ἀφ’ ὧν τε τῷ ἀνθρωπίνῳ ἀπεικάζει αὐτὸν λόγῳ. ὅ γε μὴν θεῖος εὐαγγελιστὴς κατ’ οὐδένα τῶν ἀποδεδομένων τρόπων λόγον ὑπεστήσατο τὸν πρὸς αὐτοῦ θεολογούμενον, ἀλλ’ οἷον ἔπρεπεν τὸν μονογενῆ υἱὸν τοῦ θεοῦ νοεῖν, λόγον μὲν ὄντα καθ’ ὃ πάντα λόγῳ συνεστήσατο καὶ χωρὶς λόγου τῶν ὄντων οὐδὲν γέγονεν, θεὸν δὲ καὶ μονογενῆ καθ’ ὃ μόνος ἀληθῶς ἦν υἱὸς τοῦ ἐπὶ πάντων θεοῦ, υἱὸς γνήσιος ὄντως καὶ ἀγαπητός, τῷ αὐτοῦ πατρὶ κατὰ πάντα ἀφωμοιωμένος.

διὸ καὶ φῶς ἦν ἀληθῶς καθ’ ὃ τὸ νοερὸν καὶ λογικὸν ταῖς κατ’ εἰκόνα τὴν αὐτοῦ πεποιημέναις ψυχαῖς ἐναυγάζει φέγγος. διὸ οὐ πάντων αὐτὸν φῶς εἶναί φησιν, ἀλλὰ μόνων ἀνθρώπων· »ἦν« γὰρ τὸ φῶς »τὸ φωτίζον πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον« ἔφη. οὕτω δὲ καὶ ζωὴ ὑπῆρχεν ἀληθῶς, καθ’ ὃ πᾶσιν τοῖς ζῶσιν τὸ τῆς ἐξ αὐτοῦ χορηγίας παρέχει νᾶμα. καὶ καθ’ ἑκάστην δὲ ἐπίνοιαν τῶν ἐν αὐτῷ θεϊκῶν δυνάμεων παραστατικὰς εὕροις ἂν αὐτοῦ καὶ ἀληθεῖς ἐπωνυμίας. κατὰ πάντα γὰρ ἀλήθεια ἦν ὁ υἱὸς τοῦ θεοῦ, ὃ δὴ παρίστησιν αὐτὸς λέγων »ἐγώ εἰμι ἡ ἀλήθεια«.