De Ecclesiastica Theologia

Eusebius of Caesarea

Eusebius Werke, Volume 4. Klostermann, Erich, editor. Leipzig: J. C. Hinrichs, 1906.

ὁμοίως δὲ καὶ τὸ τρίτον ταὐτὸν εἶναι τῷ καὶ θεὸς ἦν ὁ θεός, ἃ δὴ πρὸς τῷ ἀσυναρτήτῳ καὶ παραλογώτατα εἴη ἄν. πῶς δὲ καὶ τὸ »πάντα δι’ αὐτοῦ ἐγένετο» χώραν ἕξει, ἑνὸς ὄντος τοῦ ὑποκειμένου;

οὐ γὰρ ὑπ’ αὐτοῦ φησιν οὐδ’ ἐξ αὐτοῦ τὰ πάντα γεγενῆσθαι. ἀλλὰ »δι’ αὐτοῦ«. ἡ δὲ διὰ πρόθεσις τὸ ὑπηρετικὸν σημαίνει, ὡς ὁ αὐτὸς
68r
εὐαγγελιστὴς προϊὼν ἔξῆς παρίστησιν λέγων ὁ νόμος διὰ Μωσέως ἐδόθη. ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο«· ὡς γὰρ ὁ νόμος οὐκ ὢν ἀνθρώπινος οὐδ’ αὐτοῦ Μωσέως ὑπάρχων ἀλλ’ ἐκ τοῦ θεοῦ Μωσέα διάκονον καὶ ὑπηρέτην ἐπεγράψατο τῆς εἰς ἀνθρώπους ἐκδόσεως, καὶ διὰ τοῦτ’ εἴρηται »ὁ νόμος διὰ Μωσέως ἐδόθη«, οὕτως καὶ »ἡ χάρις διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο«, τοῦ πατρὸς αὐτὴν διὰ τοῦ Χριστοῦ κατεργασαμένου.

ὡσαύτως οὖν εἴρηται καὶ τὸ »πάντα δι’ αὐτοῦ ἐγένετο«, ἑτέρου μὲν πεποιηκότος, αὐτοῦ δὲ διακονησαμένου· ὥσθ’ ἕτερον ζητεῖν τὸν ποιητὴν τῶν ὅλων τὸν διὰ τοῦ θεολογουμένου τὰ πάντα ὑποστησάμενον. καὶ τίς ἂν γένοιτο οὗτος; ἀλλ’ οὐκ ἂν ἔχοι εἰπεῖν.

ὧν οὕτως ἐχόντων ὁμολογεῖν ἀνάγκη τὸν θεολογούμενον ὑπὸ τοῦ εὐαγγελιστοῦ μὴ τὸν ἐπὶ πάντων εἶναι θεὸν μηδ’ αὐτὸν τὸν πατέρα, τὸν δὲ τούτου μονοχενῆ υἱόν, οὐ συμβεβηκότα τῷ πατρὶ οὐδ’ ὡς ἐν ὑποκειμένῳ ἐν αὐτῷ ὄντα οὐδὲ ἓν καὶ ταὐτὸν τῷ θεῷ ὄντα, υἱὸν δὲ ἀληθῶς ὄντα, ζῶντα καὶ ὑφεστῶτα, ἐν ἀρχῇ τε ὄντα καὶ πρὸς τὸν θεὸν ὄντα καὶ θεὸν ὄντα, δι’ οὗ τὰ πάντα δημιουργεῖ·

ὡς ὀρθῶς ἄν τινα ἐπὶ τὸ σαφέστερον μεταλαβόντα φάναι ἀντὶ τοῦ »ἐν ἀρχῇ ἦν ὁ λόγος«, τὸ ἐν ἀρχῇ ἦν ὁ υἱός, καὶ ἀντὶ τοῦ »καὶ ὁ λόγος ἦν πρὸς τὸν θεὸν« τὸ καὶ ὁ υἱὸς ἦν πρὸς τὸν πατέρα, καὶ ἀντὶ τοῦ »καὶ θεὸς ἦν ὁ λόγος« τὸ καὶ θεὸς ἦν ὁ υἱός. οὕτω δ’ ἂν ἁρμόσειεν καὶ τὸ ἑξῆς ἐπαγόμενον, »πάντα« γὰρ »δι’ αὐτοῦ ἐγένετο καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν«.

εἰκότως τοιγαροῦν ὁ θεῖος εὐαγγελιστὴς ἐν ἀρχῇ αὐτὸν ἔφη δοὺς αὐτῷ ἀρχήν, δῆλον δ’ ὅτι τὴν γέννησιν, τὴν ἐκ τοῦ πατρός· πᾶν γὰρ τὸ ἔκ τινος γεννηθὲν ἀρχὴν ἔχει τὸν γεγεννηκότα. οὐ μὴν ἔθ’ ὁμοίως ἐπήγαγεν τὸ καὶ 〈ὁ〉 λόχος ἦν ἐν τῷ θεῷ, ἀλλὰ »πρὸς τὸν θεὸν ἦν ὁ λόγος«, διδάσκων τὸν γεννηθέντα καὶ ἀρχὴν τὸν πατέρα κτησάμενον μὴ μακράν που εἶναι τοῦ πατρὸς μηδὲ ἀπεσχοινίσθαι καὶ πόρρω που ἀφεστάναι αὐτοῦ, ἀλλὰ παρεῖναι αὐτῷ καὶ σὺν αὐτῷ εἶναι·

ὃ δὴ καὶ ἐν Παροιμίαις ἐδίδασκεν πρότερον φήσας »πρὸ δὲ πάντων βουνῶν γεννᾷ με«, ἔπειτα προσθεὶς »ἡνίκα ἡτοίμαζεν τὸν οὐρανόν, συμπαρήμην αὐτῷ«. οὕτως οὖν ὁ λόγος, δῆλον δ’ ὅτι ὁ μονογενὴς υἱός, ἦν πρὸς τὸν ἑαυτοῦ πατέρα τὸν θεὸν συνὼν καὶ

συμπαρὼν αὐτῷ ἀεὶ καὶ πάντοτε·

ὃ δὴ καὶ παρίστη λέγων »καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν«. ἐπεὶ δὲ ἐχρῆν ἡμᾶς γνῶναι καὶ ὁποίου ὑπῆρχεν ἀξιώματος, ἀναγκαίως συνῆψεν τὸ »καὶ θεὸς ἦν ὁ λόγος«. πῶς γὰρ οὐκ ἔμελλεν θεὸς εἶναι ὁ ἐκ τοῦ ἑνὸς καὶ μόνου ἀγεννήτου θεοῦ γεννηθείς; εἰ γὰρ τὸ »γεγεννημένον ἐκ τῆς σαρκὸς σάρξ ἐστιν, καὶ τὸ γεγεννημένον ἐκ τοῦ πνεύματος πνεῦμά ἐστιν« κατὰ τὴν σωτήριον διδασκαλίαν, ἀκολούθως καὶ τὸ γεγεννημένον ἐκ τοῦ θεοῦ θεὸς ἂν εἴη. διὸ καὶ »θεὸς ἦν ὁ λόγος«·