De Ecclesiastica Theologia

Eusebius of Caesarea

Eusebius Werke, Volume 4. Klostermann, Erich, editor. Leipzig: J. C. Hinrichs, 1906.

| ἀλλ’ ὁ νέος συγγραφεὺς ταῦτα μὲν οὔτε συνίησιν οὔτε οἶδεν οὔθ’ ὅτι ἀγνοεῖ οἶδεν, ἃ δὴ καὶ εἰδέναι αὐχεῖ, ὅπως συνέστη. φέρε πάλιν εἶτα ἀναλαβόντες ἀκούσωμεν, ὡς τῷ ἐν ἀνθρώποις αὐτὸν ἀπεικάζει λόγῳ, τῷ τε κατὰ διάνοιαν καὶ τῷ κατὰ προφοράν, τοῦ τον γράφων τὸν τρόπον

(Nr. 55) τοῦτο δὲ ῥᾴδιον, οἶμαι, τοῖς εὖ φρονοῦσιν καὶ ἀπὸ μικροῦ τινος καὶ ταπεινοῦ καθ’ ἡμᾶς παραδείγματος γνῶναι. οὐδὲ γὰρ τὸν τοῦ ἀνθρώπου λόγον δυνάμει καὶ ὑποστάσει χωρίσαι τινὶ δυνατόν· ἓν γάρ ἐστιν καὶ ταὐτὸν
69r
τῷ ἀνθρώπῳ ὁ λόγος, καὶ οὐδενὶ χωριζόμενος ἑτέρω ἢ μόνῃ τῇ τῆς πράξεως ἐνεργεία.

ἐν δὴ τούτοις τῷ προφορικῷ λόγῳ κέχρηται εἰκόνι, τῷ δέ γε ἐνδιαθέτῳ ἐν οἷς ταῦτά φησιν

(Nr. 53) οὐ γὰρ δὴ ἑτέρας ἑτοιμασίας, οἷον ὕλης ἢ ἄλλης τινὸς ἀνθρωπίνης, ὁ θεὸς ἐδεῖτο πρὸς κατασκευήν, ἀλλὰ ταύτης τῆς ἐν τῇ ἑαυτοῦ διανοίᾳ ἑτοιμασίας. ἐπεὶ οὖν ἀδύνατον ἦν χωρὶς λόγου
καὶ τῆς προσούσης τῷ λόγῳ σοφίας ἐννοῆσαι περὶ τῆς τοῦ οὐρανοῦ κατασκευῆς τὸν θεόν, εἰκότως ἔφη »ἡνίκα ἡτοίμαζεν τὸν οὐρανόν, συμπαρήμην αὐτῷ«.

εἶθ’ ἑξῆς προϊὼν ὁμοῦ καὶ ἐνδιάθετον τὸν τοῦ θεοῦ λόγον παρίστη. γράφων οὕτως

(Nr. 52) τίς γὰρ οὕτως ἢ τῶν ἁγίων ἀγγέλων ἢ ἀνδρῶν δικαίων ἀξιόπιστος ἦν τὴν ἐκ προσώπου τοῦ θεοῦ ὁρισθεῖσαν αὐτῷ τιμωρίαν λῦσαι, εἰ μὴ αὐτὸς ὁ λόγος ὁ συμπαρών τε καὶ συμπλάττων, πρὸς ὃν ὁ πατὴρ »ποιήσωμεν ἄνθρωπον« ἔφη;

τούτοις ἑξῆς διασαφεῖ ὁποῖον εἰσάγει λόγον φάσκων

(Nr. 52) ἀλλ’ εἴ τις μικρῷ τινι καὶ ἀνθρωπίνῳ καθ’ ἡμᾶς παραδείγματι χρώμενος ὡς διὰ εἰκόνος τὴν θείαν ἐξετάζοι πρᾶξιν· ὥσπερ ἂν εἴ τις ἀνδριαντοποιὸς ἐπιστήμων ἀνὴρ ἀνδριάντα πλάσαι βουλόμενος, πρῶτον | μὲν τοὺς τύπους αὐτοῦ καὶ χαρακτῆρας ἐν ἑαυτῷ σκοπεῖ, ἔπειτα πλάτος τε καὶ μῆκος ὅσον εὐπρεπὲς ἐννοεῖ, ἀναλογίαν τε τοῦ παντὸς ἐν τῷ καθ’ ἕκαστον ἐξετάζει μέρει, χαλκοῦ τε τὴν πρόσφορον ἑτοιμάσας ὕλην καὶ τὸν ἐσόμενον ἀνδριάντα τῇ ἑαυτοῦ προτυπώσας διανοίᾳ καὶ νοητῶς ὁρᾶν νομίσας συνειδώς τε ἑαυτῷ συνεργεῖν τὸν λόγον, ᾧ λογίζεται καὶ ᾧ πάντα πράττειν εἴωθεν (οὐδὲν γὰρ μὴ λόγῳ γιγνόμενον καλόν), ἀρχόμενος τῆς αἰσθητῆς ταύτης ἐργασίας πρὸς ἑαυτὸν ὡς πρὸς ἕτερον παρακελεύεται λέγων· ἄγε ποιήσωμεν, ἄγε πλάσωμεν ἀνδριάντα· οὕτως ὁ τῶν ὅλων δεσπότης θεὸς τὸν ἔμψυχον ἐκ γῆς ἀνδριάντα ποιῶν οὐκ ἄλλῳ τινὶ ἀλλὰ τῷ ἑαυτοῦ παρακελεύεται λόγῳ »ποιήσωμεν ἄνθρωπον« λέγων.
διὰ τούτων ἐναργῶς καὶ ἐνδιάθετον λόγον ᾧ διαλογίζεταί τις καὶ προφορικὸν ᾧ διαλέγεται προσῆψεν τῷ θεῷ, τοιοῦτόν τινα οἷον τὸν καθ’ ἡμᾶς καὶ τὸν ἐν τῷ θεῷ εἶναι λόγον ὑποθέμενος.

ταῦτα μὲν οὖν πάντα ὡς ἀρνητικὰ τυγχάνει τοῦ υἱοῦ τοῦ θεοῦ, οὐδὲν ποσεπεξεργάζεσθαι δεῖ. τοσοῦτον δὲ οἶμαι ποοσήκειν ἐπερωτῆσαι, εἰ δὴ εἷς θεὸς ἦν καὶ οὐδὲν ἕτερον, οὐ πατὴρ οὐχ υἱός. τί κατεψεύδετο τῶν τοιούτων ὀνομάτων ἡ γραφή; τί δὲ καὶ αὐτὸς Μάρκελλος ὑποκρίνεται, τὸν μὴ υἱὸν ἀλλὰ λόγον υἱὸν ἀποκαλῶν; καὶ ἐπειδὴ κέχρηται παραδείγματι τῷ ἐν ἀνθρώποις λόγῳ, λεκτέον ὡς οὐ πᾶς ἄνθρωπος υἱὸν ἔχει, λογικὸς ὢν καὶ τὸν συμφυᾶ λόγον

ἐν αὑτῷ κεκτημένος·

οὐκοῦν ἕτερόν τί ἐστιν υἱὸς παρὰ τὸν λόγον. τὸν οὖν θεὸν εἰ λόγον ἔχειν ἐν ἑαυτῷ φάσκοι καὶ οὐδὲν ἕτερον, ᾧ καὶ διενοεῖτο, ᾧ καὶ πρὸς ἑαυτὸν διελέγετο »ποιήσωμεν ἄνθρωπον« λέγων, τί καὶ μάτην υἱὸν ὀνομάζει; τί δὲ τὴν ἐκκλησίαν ὑποκρίνεται; τί δὲ μὴ πιστεύων εἰς τὸν υἱὸν τοῦ θεοῦ προσποιεῖται πιστεύειν, σχηματιζόμενος διὰ τοῦ τὸν λόγον τὸν ἐν τῷ θεῷ υἱὸν ἀποκαλεῖν, σαφῶς τοῦ παραδείγματος μακρῷ διεστάναι διδάσκοντος τὸν ἔμφυτον ἐν ψυχῇ λόγον | παρὰ τὸν ἔκ τινος γεννηθέντα

69r
καὶ καθ’ ἑαυτὸν ὑφεστῶτα καὶ ζῶντα καὶ ἐνεργοῦντα υἱόν;

ἀλλ’ οὐκ ἐγώ, φήσει ὡς εἰκός, ἀλλ’ ὁ θεῖος εὐαγγελιστὴς λόγον αὐτὸν προσεῖπεν· ἀκόλουθον τοίνυν εἴη ἂν καὶ ἡμᾶς τούτῳ συνομολογεῖν. ναί φημι καὶ αὐτός.