De Ecclesiastica Theologia
Eusebius of Caesarea
Eusebius Werke, Volume 4. Klostermann, Erich, editor. Leipzig: J. C. Hinrichs, 1906.
ιζʹ. προφητῶν δὲ ἄλλος ζωὴν αὐτὸν καὶ φῶς ὠνόμαζεν ἐν τῷ προσφωνεῖν τῷ θεῷ καὶ λέγειν »ὅτι παρὰ σοὶ πηγὴ ζωῆς, ἐν τῷ φωτί σου ὀψόμεθα φῶς«. τίς γὰρ ἦν ἡ παρὰ τῷ θεῷ πηγὴ τῆς ζωῆς καὶ τὸ φῶς ἢ αὐτὸς ὁ ἐν εὐαγγελίοις εἰπὼν »ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου«, καὶ »ἐγώ εἰμι ἡ ὁδὸς καὶ ἡ ἀλήθεια καὶ ἡ ζωή«; διὸ πάλιν ἱκετεύων ὁ προφήτης ἐν εὐχῇ πρὸς τὸν θεὸν λέγει »ἐξαπόστειλον τὸ φῶς σου καὶ τὴν ἀλήθειάν σου· αὐτά με ὁδηγήσει«.
ιηʹ. ἀλήθειαν δὲ αὐτὸν καὶ Ζοροβάβελ ἀνειπὼν νικητηρίων ἠξιώθη. ὅτ’ ἐπὶ τοῦ Περσῶν βασιλέως ἀναγέγραπται εἰρηκὼς »καὶ ἡ ἀλήθεια μένει καὶ ἰσχύει εἰς τὸν αἰῶνα,
καὶ ζῇ καὶ κρατεῖ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. καὶ οὐκ ἔστιν παρ’ αὐτῇ λαβεῖν πρόσωπα, ἀλλὰ τὰ δίκαια ποιεῖ, ἀπὸ πάντων τῶν ἀδίκων καὶ πονηρῶν ἀπέχεται«. οἷς ἐπιλέγει »καὶ αὐτῆς ἡ ἰσχὺς καὶ τὸ βασίλειον καὶ ἡ ἐξουσία καὶ ἡ μεγαλοσύνη πάντων τῶν αἰώνων«. ζῆν γὰρ εἰπὼν τὴν ἀλήθειαν καὶ νικᾶν καὶ κρατεῖν, ἐμφαντικώτατα παρέστησεν αὐτῆς τὴν ὑπόστασιν. οἷς ἀκολούθως καὶ αὐτὸς ὁ σωτὴρ ἀλήθειαν ἑαυτὸν ὀνομάζων τὴν τοῦ Ζοροβάβελ μαρτυρίαν ἐπεσφραγίζετο.
ιθʹ. καὶ ποταμὸν δὲ αὐτὸν ὠνόμασεν ὁ εἰπών »τοῦ ποταμοῦ τὰ ὁρμήματα εὐφραίνουσιν τὴν πόλιν τοῦ θεοῦ«.
κʹ. ἤδη δὲ καὶ ὄρος προσεῖπεν ὁ φήσας »τὸ ὄρος ὃ ηὐδόκησεν ὁ θεὸς κατοικεῖν ἐν αὐτῷ«. | διὸ καὶ παρὰ τῷ Δανιὴλ »ἐξ ὄρους« λίθος τμηθεὶς »ἄνευ χειρῶν« καὶ πάλιν ὁ αὐτὸς ἀποκαθιστάμενος εἰς ὄρος ὑψηλὸν ἑωρᾶτο, τοῦ μὲν ὄρους τὴν προΰπαρξιν τῆς θεότητος αὐτοῦ σημαίνοντος, τοῦ δὲ λίθου τὴν ἀνθρωπότητα.
καʹ. καὶ δικαιοσύνην δὲ αὐτὸν ἐκάλουν ὡς ὁ λέγων »τίς ἐξήγειρεν ἀπὸ ἀνατολῶν δικαιοσύνην;«
〈κβʹ.〉 καὶ ἥλιον δικαιοσύνης ὡς ὁ εἰπὼν »τοῖς δὲ φοβουμένοις με ἀνατελεῖ ἥλιος δικαιοσύνης, καὶ ἴασις ἐν ταῖς πτέρυξιν αὐτοῦ. καὶ ἄλλος »δύσεται« φησὶν »ὁ ἥλιος ἐπὶ τοὺς προφήτας« »τοὺς πλανῶντας τὸν λαόν μου«· οὐ γὰρ δὴ ταῦτα τῷ αἰσθητῷ ἐφαρμόζοι ἂν ἡλίῳ,
κγʹ. καὶ σοφίαν δὲ αὐτὸν ὀνομάζει Σολομὼν ἐν Παροιμίαις λέγων »ἡ σοφία ᾠκοδόμησεν ἑαυτῇ οἶκον, καὶ ὑπήρεισεν στύλους ἑπτὰ« καὶ τὰ ἑξῆς. καὶ ὅτι προκόσμιος ἦν ἡ σοφία ζῶσα καὶ ὑφεστῶσα, αὐτὸς ἐδίδασκεν ἐκ προσώπου αὐτῆς ταύτας προέμενος τὰς φωνὰς »ἐγὼ ἡ σοφία κατεσκήνωσα βουλήν, καὶ γνῶσιν καὶ ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην«, εἶθ’ ἑξῆς ἐπιλέγων »δι’ ἐμοῦ 〈βασιλεῖς〉 βασιλεύουσιν καὶ οἱ δυνάσται γράφουσιν δικαιοσύνην, δι’ ἐμοῦ μεγιστᾶνες μεγαλύνονται, καὶ τύραννοι δι’ ἐμοῦ κρατοῦσιν«.
κδʹ. ἀλλὰ καὶ ξύλον ζωῆς καὶ κύριον αὐτὸν Σολομὼν ἀπεκάλει λέγων »ξύλον ζωῆς ἐστιν πᾶσιν τοῖς ἀντεχομένοις αὐτῆς, καὶ τοῖς ἐπερειδομένοις ἐπ’ αὐτὴν ὡς ἐπὶ κύριον ἀσφαλής«.