De Ecclesiastica Theologia
Eusebius of Caesarea
Eusebius Werke, Volume 4. Klostermann, Erich, editor. Leipzig: J. C. Hinrichs, 1906.
κεʹ. καὶ ὁ τοῦ Σολομῶνος δὲ πατὴρ Δαυὶδ ἐν Ψαλμοῖς [ὁμοῦ καὶ] κύριον ὁμοῦ καὶ ἱερέα αὐτὸν ὠνόμαζεν· τοτὲ μὲν λέγων »εἶπεν ὁ κύριος τῷ κυρίῳ μου· καθοῦ ἐκ δεξιῶν μου«, τοτὲ δὲ φάσκων »ὤμοσεν κύριος καὶ οὐ μεταμεληθήσεται· σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ«.
κςʹ. καὶ θεὸν δὲ αὐτὸν οἶδεν ὁμολογεῖν ὁ αὐτὸς φάσκων »ὁ θρόνος σου ὁ θεὸς εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας σου. ἠγάπησας δικαιοσύνην καὶ ἐμίσησας ἀνομίαν· διὰ τοῦτο ἔχρισέν σε ὁ θεός, ὁ θεός σου, ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου«. θεὸς γὰρ ἐν τούτοις χριόμενος ὑπὸ τοῦ θεοῦ τίς ἂν ἕτερος εἴη ἢ αὐτὸς ὁ διὰ τὸ χρῖσμα τὸ πατρικὸν Χριστὸς ἀνηγορευμένος;
| κζʹ. ὁ δ’ αὐτὸς οὗτος καὶ ἀγαπητὸς ἦν τοῦ θεοῦ, ὃ δὴ παρίστησιν ἡ τοῦ ψαλμοῦ προγραφὴ περιέχουσα »ᾠδὴ ὑπὲρ τοῦ ἀγαπητοῦ«.
κηʹ. Ἡσαίας δὲ βραχίονα αὐτὸν ἀπεκάλει λέγων »ἀποκαλύψει κύριος τὸν βραχίονα τὸν ἅγιον αὐτοῦ ἐνώπιον πάντων 〈τῶν〉 ἐθνῶν.
〈κθʹ.〉 καὶ Δαυὶδ ὁμοῦ δικαιοσύνην καὶ σωτήριον αὐτὸν ἠπίστατο, διὸ ἔλεγεν »ἐγνώρισεν κύριος τὸ σωτήριον αὐτοῦ, ἐνώπιον τῶν ἐθνῶν ἀπεκάλυψεν τὴν δικαιοσύνην αὐτοῦ«,
καὶ πάλιν »εὐαγγελίζεσθε ἡμέραν ἐξ ἡμέρας τὸ σωτήριον αὐτοὺ«, καὶ αὖθις »τίς δώσει ἐκ Σιὼν τὸ σωτήριον τοῦ Ἰσραήλ;« καὶ »δεῖξον ἡμῖν, κύριε, τὸ ἔλεός σου, καὶ τὸ σωτήριόν σου δώῃς ἡμῖν«.
〈λ′.〉 καὶ τί με δεῖ καθ’ ἕκαστον ἀναλέγεσθαι, παρὸν τῷ φιλομαθεῖ τὰ τοιαῦτα συνάγειν ἐξ ἁπάσης τῆς θεοπνεύστου γραφῆς, δι’ ἧς φαίνονται οἱ τοῦ θεοῦ ἄνθρωποι τῷ θείῳ πνεύματι φωτισθέντες τὴν τοῦ μονογενοῦς υἱοῦ τοῦ θεοῦ γνῶσιν, ἀπόρρητον οὖσαν τότε καὶ τὰ πλήθη διαλανθάνουσαν τοῦ Ἰουδαίων λαοῦ. διὸ καὶ διαφόρως αὐτὸν ἐξεφώνουν κεκαλυμμέναις ταῖς ἐπηγορίαις. ἐφυλάττετο γὰρ τῇ αὐτοῦ παρουσίᾳ ἡ χάρις τοῦ κηρύγματος τῆς περὶ αὐτοῦ θεολογίας, ἣν καθ’ ὅλης τῆς οἰκουμένης ἡ αὐτοῦ ἐκκλησία ὥσπερ τι πάλαι κρύφιον καὶ σεσιγημένον μυστήριον παραλαβοῦσα σεμνύνεται.
τοῦτο γοῦν καὶ ὁ θεῖος ἀπόστολος διδάσκει λέγων »κατὰ τὴν οἰκονομίαν τοῦ θεοῦ τὴν δοθεῖσάν μοι εἰς ὑμᾶς πληρῶσαι τὸν λόγον τοῦ θεοῦ, τὸ μυστήριον τὸ ἀποκεκρυμμένον ἀπὸ τῶν αἰώνων καὶ ἀπὸ τῶν γενεῶν — νυνὶ δὲ ἐφανερώθη τοῖς ἁγίοις αὐτοῦ, οἷς ἠθέλησεν ὁ θεὸς γνωρίσαι τί τὸ πλοῦτος τῆς δόξης τοῦ μυστηρίου τούτου ἐν τοῖς ἔθνεσιν, ὅς ἐστιν Χριστὸς ἐν ὑμῖν. ἡ ἐλπὶς τῆς δόξης«. ὁρᾷς ὅπως μυστήριον ἦν ἀποκεκρυμμένον πρότερον, νυνὶ δὲ φανερωθὲν ὁ υἱὸς τοῦ θεοῦ.
διόπερ οἱ μὲν τοῦ θεοῦ προφῆται τῷ προφητικῷ πνεύματι μυστικῶς αὐτὸν ἐθεολόγουν,