De Ecclesiastica Theologia

Eusebius of Caesarea

Eusebius Werke, Volume 4. Klostermann, Erich, editor. Leipzig: J. C. Hinrichs, 1906.

περὶ μὲν τοῦ πατρὸς εἰπὼν »φῶς οἰκῶν ἀπρόσιτον«, τὸν δὲ υἱὸν ἀπαύγασμα τοῦ πατρικοῦ φωτὸς ὁρισάμενος, ὥστε εἶναι τὸ ἀπαύγασμα γέννημα τοῦ πρώτου φωτός, οὐ κατὰ τὴν τῶν θνητῶν ζῴων ὑποστὰν γένεσιν, κατὰ δὲ τὸ ῥηθὲν παράδειγμα. εἰκότως οὖν καὶ εἰκόνα αὐτὸν | »τοῦ θεοῦ τοῦ ἀοράτου« ἀποκαλεῖ, διὰ τὸ »ἐν μορφῇ θεοῦ« ὑπάρχειν, καὶ διὰ τὸ »ἀπαύγασμα« εἶναι »καὶ χαρακτῆρα τῆς ὑποστάσεως«.

διὰ ταῦτα γὰρ περὶ αὐτοῦ γράφων ἔλεγεν »ὅς ἐστιν εἰκὼν τοῦ θεοῦ τοῦ ἀοράτου. πρωτότοκος πάσης κτίσεως, ὅτι ἐν αὐτῷ ἐκτίσθη τὰ πάντα τὰ ἐν οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς, εἴτε ὁρατὰ εἴτε ἀόρατα, εἴτε θρόνοι εἴτε κυριότητες εἴτε ἀρχαὶ εἴτε ἐξουσίαι· τὰ πάντα δι’ αὐτοῦ καὶ εἰς αὐτὸν ἔκτισται· καὶ αὐτός ἐστιν πρὸ πάντων καὶ 〈τὰ〉 πάντα ἐν αὐτῷ συν

ἑστηκεν«.

ταῦτα γὰρ περὶ τῆς θεότητος τοῦ υἱοῦ τοῦ θεοῦ, κἂν μὴ Μαρκέλλῳ δοκῇ, εἴρηται. οὐ γὰρ περὶ τῆς σαρκὸς εἶπεν ἂν τοσαῦτα ὁ θεῖος ἀπόστολος. μωρὸν γὰρ τοῦτο καὶ ἀδιανόητον, πρὸς τῷ καὶ ἀσυνάρτητον εἶναι τῆς φράσεως τὴν ἑρμηνείαν· πῶς γὰρ περὶ τῆς σαρκὸς ἥρμοζε λέγειν »ὅς ἐστιν εἰκών«, δέον (εἰ ἄρα) φῆσαι· ἥ ἐστιν εἰκών.

〈ιεʹ.〉 καὶ ἐν ἑτέρῳ δὲ πάλιν ὁ αὐτὸς εἰκόνα τοῦ θεοῦ αὐτὸν ὠνόμαζεν λέγων »εἰ δὲ καὶ ἔστιν κεκαλυμμένον τὸ εὐαγγέλιον ἡμῶν, ἐν τοῖς ἀπολλυμένοις ἐστὶν κεκαλυμμένον, ἐν οἷς ὁ θεὸς τοῦ αἰῶνος τούτου ἐτύφλωσεν τὴ νοήματα τῶν ἀπίστων πρὸς τὸ μὴ καταυγάσαι ἐν ταῖς καρδίαις αὐτῶν τὸν φωτισμὸν τοῦ εὐαγγελίου τοῦ Χριστοῦ, ὅς ἐστιν εἰκὼν τοῦ θεοῦ«.

ἔνθα καὶ προσήκει τὸν νοῦν ἐπιστῆσαι, ὡς ὁ θεῖος ἀπόστολος ὁρικὸν ἐξηνέγκατο λόγον περὶ τοῦ Χριστοῦ εἰπὼν αὐτὸν εἰκόνα τοῦ θεοῦ, ἵνα μή τις δύο θεοὺς ὑπολάβοι εἶναι, ἀλλ’ ἕνα τὸν ἐπὶ πάντων. εἰ γὰρ »εἷς θεός, καὶ οὐκ ἔστιν ἕτερος πλὴν αὐτοῦ«, αὐτὸς ἂν εἴη ὁ καὶ διὰ τοῦ υἱοῦ ὡς δι’ εἰκόνος γνωριζόμενος.

διὸ καὶ ὁ υἱὸς θεός, διὰ τὴν ἐν αὐτῷ τοῦ πατρὸς ὡς ἐν εἰκόνι μόρφωσιν. ὃ δὴ παρίστησιν ὁ θεῖος ἀπόστολος,

60r
τοτὲ μὲν λέγων »ὃς ἐν μορφῇ θεοῦ ὑπάρχων«, τοτὲ δὲ αὐτὸν »εἰκόνα τοῦ θεοῦ« ὁριζόμενος. οὐκοῦν μετὰ τῶν ἄλλων ἐπηγοριῶν καὶ »εἰκὼν τοῦ θεοῦ« πρὸ τῆς ἐνσάρκου παρουσίας ὁ υἱὸς ἦν τε καὶ ὠνόμασται. ἀλλὰ ταῦτα μὲν ἀπὸ τῆς καινῆς διαθήκης, ὀλίγα ἀπὸ μυρίων, ἡμῖν λόγου συμμετρίας χάριν συνῆκται.

ιςʹ. καὶ οἱ πάλαι δὲ γενόμενοι τοῦ θεοῦ προφῆται τὸν αὐτὸν διαφόροις ἐτίμων θεολογίαις. ὁ μὲν γὰρ ἀπεκάλει αὐτὸν πνεῦμα τοῦ θεοῦ λέγων »ἐξελεύσεται ῥάβδὸς ἐκ τῆς ὁίζης Ἰεσσαί |, καὶ ἄνθος ἐκ τῆς ῥίζης ἀναβήσεται, καὶ ἐπαναπαύσεται ἐπ’ αὐτὸν πνεῦμα τοῦ θεοῦ, πνεῦμα σοφίας καὶ συνέσεως« καὶ τὰ ἑξῆς. σαφῶς γὰρ τὸν »ἐκ σπέρματος Δαυὶδ κατὰ σαρκα« καὶ τὸν ἐνοικήσαντα αὐτῷ θεὸν λόγον διὰ τούτων ἐδήλου. ἔνθεν ὁ θεῖος ἀπόστολος ποτὲ μὲν ἔλεγεν »ὁ δὲ κύριος τὸ πνεῦμά ἐστιν«, ποτὲ δὲ »Χριστὸς θεοῦ δύναμις καὶ θεοῦ σοφία«. καὶ ἕτερος δὲ ὁμοίως πνεῦμα αὐτὸν ἀποκαλεῖ λέγων »πνεῦμα [πρὸ] προσώπου ἡμῶν Χριστὸς κύριος«. καὶ ἐν τῷ εὐαγγελίῳ δὲ περὶ αὐτοῦ σαφῶς εἴρηται ἰδοὺ ὁ παῖς μου ὃν ᾑρέτισα, ὁ ἀγαπητός

μου. ὃν ηὐδόκησεν ἡ ψυχή μου. ἔδωκα τὸ πνεῦμά μου ἐπ’ αὐτόν, κρίσιν τοῖς ἔθνεσιν ἐξοίσει«.