De Ecclesiastica Theologia

Eusebius of Caesarea

Eusebius Werke, Volume 4. Klostermann, Erich, editor. Leipzig: J. C. Hinrichs, 1906.

εἰ δὲ μηδέτερα τούτων λέγοι, ἐξ ἀνάγκης ὑποστήσεται ψυχὴν ἀνθρώπου, καὶ ἔσται αὐτῷ ψιλὸς ἄνθρωπος ὁ Χριστός· καὶ οὐκέτι Σαβελλι‹αν›ός, Παυλιανὸς δ’ ἡμῖν ἔσται ὁ νέος συγγραφεύς. εἰ δὲ τὸν ἐν τῷ θεῷ φαίη λόγον ἐνοικῆσαι τῇ σαρκὶ οὐδὲν ἕτερον ὄντα ἢ λόγον καὶ λόγον σημαντικὸν ἢ ἐνεργητικόν,

καὶ πῶς οὗτος εἶπεν ἂν ζῆν ἰδιάζουσαν ζωὴν παρὰ τὸν πατέρα; πῶς δὲ αὐτὸς ἀπέσταλτο συνημμένος καὶ ἡνωμένος ἀεὶ τῷ θεῷ; πῶς δὲ καὶ διδάσκαλον αὐτοῦ φησὶν εἶναι τὸν πατέρα; πῶς δὲ »τὰ ἀρεστὰ τῷ πατρὶ πάντοτε« πράττειν ἑαυτὸν ἔλεγεν ; | αὗται γὰρ διαρρήδην υἱοῦ ὑφεστῶτος καὶ ζῶντος εἶεν ἂν φωναί, καὶ δι’ ὅλου δὲ τοῦ εὐαγγελίου ὁ εὐχόμενος τῷ πατρί, 〈ὁ〉 δοξάζων τὸν πατέρα, ὁ παρὰ τοῦ πατρὸς δοξασθῆναι ἀξιῶν, τί ἕτερον ἢ ὑφεστῶτα ἑαυτὸν δείκνυσιν, καὶ μάλιστα ὅτε φησὶν »δύο ἀνθρώπων ἡ μαρτυρία ἀληθής ἐστιν.

ἐγώ εἰμι ὁ μαρτυρῶν περὶ ἐμαυτοῦ, καὶ ὁ πέμψας με πατὴρ μαρτυρεῖ περὶ ἐμοῦ« ; διὰ τοσούτων αὐτὸς ὁ σωτὴρ ζῶντα ἑαυτὸν παραστήσας οὐδαμοῦ μὲν λόγον ἑαυτὸν

58v
ὠνόμασεν, υἱὸν δὲ καὶ φῶς καὶ μονογενῆ
καὶ ἄρτον ζωῆς καὶ πάντα μᾶλλον ἢ λόγον.

καὶ λόγον μὲν ἔχειν διδάσκει φάσκων »ἐάν τις ἀγαπᾷ με, τὸν λόγον μου τηρήσει«, ἑαυτὸν δὲ λόγον εἶναι οὐ φησίν. πῶς οὖν μετὰ ταῦτα πάντα οὐκ ἐρυθριᾷ ὁ μόνον λόγον καὶ οὐδὲν ἕτερον εἶναι αὐτὸν ἀποφηνάμενος; ἐπάκουσον γοῦν ὅπως ἔγραφεν λέγων

(Nr. 37) ὥστε πανταχόθεν δῆλόν ἐστιν μηδὲν ἕτερον τῇ ἀιδιότητι τοῦ λόγου ἁρμόττειν ὄνομα ἢ τοῦθ’ ὅπερ ὁ ἁγιώτατος τοῦ θεοῦ μαθητὴς καὶ ἀπόστολος Ἰωάννης ἐν ἀρχῇ τοῦ εὐαγγελίου εἶπεν.

καὶ πάλιν

(Nr. 37) ἵνα δείξῃ ὅτι, εἴ τι καινὸν καὶ νεώτερον ὄνομα, τοῦτ’ ἀπὸ τῆς καινῆς αὐτῷ καὶ νέας ὑπῆρξε κατὰ σάρκα οἰκονομίας.