De Ecclesiastica Theologia
Eusebius of Caesarea
Eusebius Werke, Volume 4. Klostermann, Erich, editor. Leipzig: J. C. Hinrichs, 1906.
καὶ αὖθις
(Nr. 42) οὐκοῦν πρὸ μὲν τοῦ κατελθεῖν καὶ διὰ τῆς παρθένου τεχθῆναι λόγος ἦν μόνον. ἐπεὶ τί ἕτερον ἦν πρὸ τοῦ τὴν ἀνθρωπίνην ἀναλαβεῖν σάρκα τὸ κατελθὸν »ἐπ’ ἐσχάτων τῶν ἡμερῶν«. ὡς καὶ αὐτὸς γέγραφεν, καὶ γεννηθὲν ἐκ τῆς παρθένου; οὐδὲν ἕτερον ἦν ἢ λόγος.
τοσαῦτα Μαρκέλλῳ εἰπεῖν καὶ ἀποφήνασθαι πάρεστιν διὰ τὸ μὴ ὁμολογεῖν τὸν υἱὸν τοῦ θεοῦ. πρὸς ὃν εἶπεν ἂν ὁ εὐαγγελιστὴς μέγα ἐπιβοήσας· τί φῄς, ἄνθρωπε; οὐ λόγον αὐτὸν ἔφην μόνον, ἀλλὰ καὶ θεόν, καὶ »φῶς τὸ φωτίζον πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον«, καὶ μονογενῆ υἱὸν τὸν »εἰς τὸν κόλπον τοῦ πατρός«.
μὴ δὴ οὖν συκοφαντείτω τις τὸν θεολόγον, ἀλλ’ ἀκριβῶς ἐπαϊέτω αὐτοῦ, ὁποῖον ὑπέθετο λόγον παρὰ πόδας συνάψας »καὶ θεὸς ἦν ὁ λόγος« καὶ προσθεὶς τὸ »πάντα δι’ αὐτοῦ ἐγένετο«. κατὰ δὲ αὐτὸν τὸν τῶν ὅλων σωτῆρα οὐδὲ ἅπαξ ὠνόμασται λόγος. ἀλλὰ υἱὸς θεοῦ καὶ μονογενὴς καὶ φῶς καὶ ζωὴ καὶ ἀλήθεια καὶ πάντα μᾶλλον ἢ λόγος.
| ηʹ. εἰ δὲ λέγοι ταῦτα ἐκ τῆς καινῆς διαθήκης εἰρῆσθαι, λεχθήσεται αὐτῷ ὅτι καὶ τὸ »ἐν ἀρχῇ ἦν ὁ λόγος« οὐδ’ ἑτέρωθεν ἦν ἢ ἐξ αὐτῆς. ἓν δὴ οὖν καὶ τὸ αὐτὸ εὐαγγέλιον ὁ αὐτός τε εὐαγγελιστὴς ὁ λόγον αὐτὸν εἰπὼν καὶ τὰ λοιπὰ πάντα περὶ αὐτοῦ συνεγράψατο.
θʹ. καὶ Παῦλος δὲ ὁ θεῖος ἀπόστολος λέγων »ἡμῖν εἷς θεὸς ὁ πατήρ, ἐξ οὑ τὰ πάντα, καὶ εἷς κύριος Ἰησοῦς Χριστός, δι’ οὗ τὰ πάντα«, δῆλός ἐστιν τὸν πρὸ τῆς ἐνσάρκου παρουσίας υἱὸν τοῦ θεοῦ
»δι’ οὗ τὰ πάντα« ἐγένετο, οὐ λόγον ὀνομάζων, ἀλλὰ κύριον Ἰησουν καὶ Χριστόν. ἀλλ’ εἰ κατὰ Μάρκελλον εἷς καὶ ὁ αὐτὸς ἦν ὁ θεὸς καὶ ὁ ἐν αὐτῷ λόγος, ἀπήρκει τῷ ἀποστόλῳ φάναι »ἡμῖν εἷς θεὸς ὁ πατήρ.