De Ecclesiastica Theologia
Eusebius of Caesarea
Eusebius Werke, Volume 4. Klostermann, Erich, editor. Leipzig: J. C. Hinrichs, 1906.
πῶς δ’ ἐν τῇ σαρκὶ ἦν, ὅτε ταῦτ’ ἔλεγεν; ἆρά γε ζῶν καὶ ὑφεστὼς καὶ τοῦ πατρὸς ὑπάρχων ἐκτός; καὶ τίς ἦν ὁ πατὴρ τότε, μὴ τὸν οἰκεῖον κεκτημένος ἐν αὑτῷ λόγον. ἀλλ’ ὑφεστὼς ἄνευ λόγου; ἐνοικῶν δ’ ἐν τῇ σαρκὶ ὁ λόγος. ὅτ’ ἐπὶ γῆς ἐποιεῖτο τὰς διατριβάς, εἰ μὲν τοῦ πατρὸς ἐκτὸς ἦν, ζῶν καὶ
μάταιός τε πᾶς ὁ Μαρκέλλου πεφώραται πόνος οὐσιώδη λόγον ζῶντα καὶ ὑφεστῶτα τὸν ἐν τῇ σαρκὶ γενόμενον ὁριζομένου. εἰ δ’ ἐκτὸς ὑπῆρχεν τοῦ θεοῦ ὁ ἐν τῷ σώματι κατοικῶν λόγος, ἥνωτο δὲ καὶ συνῆπτο τῷ θεῷ ὡς ἕν τε καὶ ταὐτὸν εἶναι αὐτῷ, | ἐξ ἀνάγκης δώσει ἢ αὐτὸν εἶναι τὸν πατέρα ἐν τῇ σαρκί, ἢ τὸν υἱὸν ὑφεστῶτα καθ’ ἑαυτὸν καὶ ἐνεργοῦντα ἐν τῷ σώματι, ἢ ψυχὴν ἀνθρώπου, ἢ εἰ μηδὲν τούτων, αὐτόματον κινεῖσθαι τὴν σάρκα, ἄψυχον οὖσαν καὶ ἄλογον.
εἰ μὲν οὖν τὸν πατέρα λέγοι, ἔσται ὁ πατὴρ αὐτῷ ὁ γεννηθεὶς καὶ παθὼν καὶ πᾶν ἔργον ἀνθρωποπαθὲς ὑπο
μείνας. ὃ δὴ φθεγξάμενον τὸν Σαβέλλιον ἀσεβείας ἐγράψατο γραφὴν τοῦ θεοῦ ἡ ἐκκλησία. εἰ δὲ τὸν πατέρα λέγειν οὐ θεμιτὸν ἐνανθρωπήσαντα, τὸν υἱὸν ὁμολογεῖν ἀνάγκη αὐτῷ μαθητευομένους τοῦτο διδάσκοντι.εἰ δὲ τοῦτον ἀρνοῖτο Μάρκελλος ὑφεστάναι, ὥρα ψιλὸν ἄνθρωπον αὐτὸν ὑποτίθεσθαι ἐκ σώματος καὶ ψυχῆς συνεστῶτα. ὡς μηδὲν τῆς κοινῆς ἀνθρώπων διαλλάττειν φύσεως. ἀλλὰ καὶ τοῦτο τῆς ἐκκλησίας ἀπελήλαται 〈τὸ〉 δόγμα· ὃ δὴ πάλαι μὲν Ἐβιωναῖοι νεωστὶ δὲ ὁ Σαμοσατεὺς καὶ οἱ ἐπίκλην ἐξ αὐτοῦ Παυλιανοὶ φρονήσαντες δυσφήμων ὑπέμειναν δίκην.
τί δὴ οὖν λείπεται μετὰ ταῦτα ἢ τὴν σάρκα μόνον εἰσάγειν δίχα παντὸς ἐνοίκου δίκην τῶν παρὰ τοῖς θαυματοποιοῖς αὐτομάτων κινουμένην; καὶ πῶς ἡ σὰρξ καὶ αὐτὸ καθ’ ἑαυτὸ τὸ σῶμα δίχα τοῦ ἐνεργοῦντος εἶπεν ἂν »καθὼς ἐδίδαξέν με, ταῦτα λαλῶ« ; πῶς δὲ ἡ σὰρξ εἶπεν ἂν »ὅτι ἐγὼ τὰ ἀρεστὰ αὐτῷ ποιῶ πάντοτε« ; πῶς δὲ ἡ σὰρξ ἀπεστάλθαι ἑαυτὴν παρὰ τοῦ πατρὸς ἔλεγεν; ἆρα δὲ πατέρα τῆς σαρκὸς τὸν θεὸν λέγειν ὅσιον, ἢ μᾶλλον τοῦ ἐν αὐτῇ κατοικοῦντός τε καὶ ἐνεργοῦντος; τίς οὖν ἦν οὗτος; πότερα ὁ ἐν τῷ θεῷ λόγος, αὐτὸς ὢν ὁ θεὸς κατὰ Σαβέλλιον, ἤ, ὅπερ ὅσιον καὶ ἀληθὲς λέγειν, ὁ ζῶν καὶ ὑφεστὼς μονογενὴς υἱὸς τοῦ θεοῦ;