De Ecclesiastica Theologia
Eusebius of Caesarea
Eusebius Werke, Volume 4. Klostermann, Erich, editor. Leipzig: J. C. Hinrichs, 1906.
ὃ δὴ καὶ αὐτὸς διδάσκει λέγων »καθὼς ἀπέστειλέν με ὁ ζῶν πατὴρ κἀγὼ ζῶ διὰ τὸν πατέρα, καὶ ὁ τρώγων με κἀκεῖνος ζήσει δι’ ἐμέ. οὗτός ἐστιν ὁ ἄρτος ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς«. ὁρᾶς ὅπως καὶ ἐν οὐρανῷ ὑπάρχων ἄρτος
ἦν ζωῆς. διὸ | λέλεκταί που » ἄρτον ἀγγέλων ἔφαγεν ἄνθρωπος«. καὶ πρὶν ἀπεστάλθαι ἄρα ὑπὸ τοῦ πατρὸς ἐν οὐρανῷ ἦν καὶ ἔζη διὰ τὸν πατέρα,οὐχ ὡς λόγος σημαντικὸς οὐδ’ ὡς ἓν καὶ ταὐτὸν ὑπάρχων τῷ θεῷ, ἀλλ’ ὡς ὑφεστὼς καὶ ζωὴν ἰδίαν ἔχων, ἣν ὁ πατὴρ αὐτῷ δέδωκεν.
καὶ προϊὼν δὲ ἑξῆς τὸ ὑπερέχον τῆς τοῦ πατρὸς δόξης παριστὰς ἔλεγεν »καθὼς ἐδίδαξέν με ὁ πατήρ. ταῦτα λαλῶ. καὶ ὁ πέμψας με μετ’ ἐμοῦ ἐστιν· οὐκ ἀφῆκέν με μόνον, ὅτι ἐγὼ τὰ ἀρεστὰ αὐτῷ ποιῶ πάντοτε«. τήρει δὲ ἀκριβῶς, ὅπως εἴρηται »πάντοτε«.
οὐ γὰρ νῦν, φησίν, ὅτε ἐπὶ γῆς ἀνθρώποις διὰ σαρκὸς ὁμιλῶ, τὰ ἀρεστὰ τῷ πατρὶ διαπράττομαι, ἀλλὰ καὶ πάντοτε. καὶ ταῦτα δὲ λαλεῖν μαρτύρεται, ἅπερ ὡς παρὰ διδασκάλου παρὰ τοῦ πατρὸς μεμάθηκεν· οὐκοῦν καὶ διδάσκαλον ἐπιγράφεται τὸν πατέρα, ἕτερος ὢν δηλαδὴ παρ’ αὐτόν, εἴγε πᾶς ὅ τῳ μαθητευόμενος ἕτερος τυγχάνει τοῦ διδάσκοντος.
εἰ δ’ ἐν τῷ θεῷ ἦν ὁ λόγος, δι’ ὃν καὶ λογικὸς ἂν ῥηθείη, τῶν τοῦ πατρὸς νοημάτων σημαντικός τις ὤν, πῶς ἂν αὐτὸς ἑαυτοῦ γένοιτο διδάσκαλος; πῶς δ’ ἀχώριστος ὢν τοῦ θεοῦ, ἑαυτὸν ἔλεγεν ἀπεστάλθαι; πῶς δὲ ἕν καὶ ταὐτὸν ὑπάρχων τῷ θεῷ τὰ ἀρεστὰ πράττειν αὐτῷ διεμαρτύρετο; εἰ δὲ πρὸς ταῦτα λέγοι Μάρκελλος ἐν τῇ σαρκὶ ὄντα τὸν λόγον ταύτας εἰρηκέναι τὰς φωνάς, καὶ τί τοῦτο φήσομεν πρὸς τὸ μὴ ὁμολογεῖν υἱὸν αὐτὸν εἶναι, ἀλλὰ λόγον μόνον;