De Ecclesiastica Theologia
Eusebius of Caesarea
Eusebius Werke, Volume 4. Klostermann, Erich, editor. Leipzig: J. C. Hinrichs, 1906.
τίνα δὲ ἑώρα ἢ τὸν πατέρα; τίνος δὲ ἤκουσεν ἢ τοῦ πατρός; οὕτω δὲ ἑαυτὸν οὐ λόγον σημαντικόν, | ἀλλ’ υἱὸν ἀληθῶς ζῶντα καὶ ὑφεστῶτα ἐδίδασκεν, ὡς λέγειν »ὁ πατὴρ ἀγαπᾷ τὸν υἱόν, καὶ πάντα δέδωκεν ἐν τῇ χειρὶ αὐτοῦ. ὁ πιστεύων εἰς τὸν υἱὸν ἔχει ζωὴν αἰώνιον«. πιστεύωμεν τοίνυν, ὅτι »τὸν υἱὸν« ἀγαπῶν »ὁ πατὴρ πάντα δέδωκεν ἐν τῇ χειρὶ αὐτοῦ«.
ἐπιμελῶς δὲ προσεκτέον τῷ »πάντα«, τῆς τῶν γενητῶν ἁπάντων ὑπάρξεως περιληπτικῷ ὄντι, δι’ οὗ τὸ μέγεθος τῆς τοῦ υἱοῦ τοῦ θεοῦ δυνάμεως ἴδοι ἄν τις, ἐννοήσας ὅσῃ καὶ ὁποίᾳ χειρὶ παρὰ τοῦ πατρὸς ὑποδέδεκτο τὴν τῶν ὄντων ἁπάντων ὕπαρξιν.