De Ecclesiastica Theologia

Eusebius of Caesarea

Eusebius Werke, Volume 4. Klostermann, Erich, editor. Leipzig: J. C. Hinrichs, 1906.

καὶ φῶς δὲ αὑτὸν εἶναι ὁ σωτὴρ παρίστη συμφώνως τοῖς περὶ τοῦ φωτὸς προαποδοθεῖσιν λέγων »ἐγώ εἰμι τὸ φῶς

τοῦ κόσμου«, καὶ πάλιν »ἐγώ εἰμι τὸ φῶς, καὶ ἡ ἀλήθεια καὶ ἡ ζωή«, καὶ αὖθις »ὅτι τὸ φῶς ἐλήλυθεν εἰς τὸν κόσμον καὶ ἠγάπησαν οἱ ἄνθρωποι μᾶλλον τὸ σκότος ἢ τὸ φῶς«.

καὶ εἴγε τις ἔροιτο, πόθεν ἐλήλυθεν, ἀποκρινεῖται ὁ εἰπὼν »ὁ ἄνωθεν ἐρχόμενος ἐπάνω πάντων ἐστίν« καὶ »ὁ ἐκ τοῦ οὐρανοῦ ἐρχόμενος ὃ ἑώρακεν καὶ ἤκουσεν μαρτυρεῖ«· τίς δ’ ἦν »ὁ ἐρχόμενος ἐκ τοῦ οὐρανοῦ«; μήτι γε ἡ σὰρξ ἣν ἀνείληφεν ὁ σωτήρ; οὐδαμῶς. ἀλλ’ αὐτός δηλονότι τὸ φῶς καὶ ὁ λόγος καὶ ὁ θεὸς καὶ ὁ μονογενὴς καὶ ὁ υἱός, αὐτὸς ὢν ταῦτα πάντα, »ἃ ἑώρακεν« τοίνυν οὗτος »καὶ ἃ ἤκουσεν«, φησίν, »μαρτυρεῖ«. οὐκοῦν καὶ ἑώρα καὶ ἤκουσεν πρὶν ἐπὶ γῆς ἐλθεῖν.