De Ecclesiastica Theologia
Eusebius of Caesarea
Eusebius Werke, Volume 4. Klostermann, Erich, editor. Leipzig: J. C. Hinrichs, 1906.
εἰ γὰρ δὴ μέγας ὁ σύμπας οὐρανός τε καὶ κόσμος, καὶ τούτων ἔτι μακρῷ κρείττονα καὶ διαφέροντα τυγχάνει τὰ ἐπέκεινα τῶν ὁρωμένων ἐν ἀσωμάτοις καὶ ἀφθάρτοις νοεραῖς τε καὶ θείαις ὑφεστῶτα δυνάμεσιν, πάντα τε ὅσα τὸν ἡμέτερον διαδιδράσκοντα νοῦν τὴν ἡμετέραν γνῶσιν λανθάνει, τούτων ἀπάντων μία τοῦ μονογενοῦς υἱοῦ τοῦ θεοῦ χεὶρ περιδραττομένη τῆς ἀπειρομεγέθους αὐτοῦ δυνάμεως τὴν ἀρετὴν ἐπιδείκνυται.
ὃ δὴ καὶ δι’ ἑτέρας πάλιν αὐτὸς ὁ υἱὸς παρίστη φωνῆς λέγων »πάντα μοι παρεδόθη ὑπὸ τοῦ πατρός μου«. εἶθ’, ὡς ἡμῶν ἀπορούντων, τίς ποτ’ ἦν καὶ ὁπηλίκος ὁ τὴν τοσαύτην παρακαταθήκην ὑποδεδεγμένος, μὴ ζήτει, φησίν, μηδ’ ἐρώτα. οὐ γὰρ ἔχει φύσιν ἀνθρώποις γνωρίζεσθαι, ἀλλ’ οὐδὲ ταῖς κρείττοσιν καὶ θειοτέραις δυνάμεσιν ἡ ἀκριβὴς τοῦ υἱοῦ τοῦ θεοῦ κατάληψις.