Demonstratio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

καὶ τὴν ἀπώλειάν γε τῶν ἀνδρῶν αὐτίκα μάλα καὶ οὐκ εἰς μακρὸν ἔσεσθαι εἰπὼν, ἐξῆς προφητεύει ὡς ἐπὶ τῇ τοῦ μεθ’ ἡμῶν ἐσομένου θεοῦ γενέσει πάμπαν ἀμφοτέρων σβεσθήσεται καὶ καταλυθήσεται ἔται ἡ βασιλεία.

δείκνυμεν δὲ ἀπὸ τῆς ἱστορίας ὡς μέχρι τῶν χρόνων τῆς τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ τοῦ χριστοῦ παρουσίας διαμεμένηκεν ἥ τε τῶν Ἰουδαίων καὶ Δαμασκηνῶν βασιλεία, μετὰ δὲ τὴν εἰς πάντας ἀνθρώπους ἐπιφάνειαν αὐτοῦ ἀκολούθως τῇ προρρήσει [*](19 Es. 7, 4.)

v.3.p.445
διαλελοίπασι, τῆς Ρωμαίων μοναρχίας ἐπικρατησάσης σὺν τῷ τοῦ σωτῆρος ἡμῶν κηρύγματι.

καὶ ταῦ- τά γε πρὸς λέξιν θεσπίσας ὁ λόγος μετέβαινεν ἐπὶ τὴν διάνοιαν καὶ τὴν καθόλου πνευματικωτέραν ἐν θεωρίαις ἀπόδοσιν, ὑποστησάμενός τε δύο στίφη ἀο- ράτων ἐχθρῶν καὶ πολεμίων δαιμόνων πονηρῶν, τὸ πάντων ἀνθρώπων γένος διαφόρως πολεμούντων, ἕν μὲν τῶν τἀς ἐν ἀνθρώποις ἐνεργούντων ἀεὶ καὶ πάν- τοτε εἰδωλολατρίας καὶ τὰς ἐν δόγμασι ψευδοδοξίας, θάτερον δὲ τῶν ἐν ἤθεσι ψυχῶν διαφθορὰν κατεργα- ζομένων ’ καὶ τὸ μὲν τῆς εἰδωλολάτρου πλάνης εἰκόνα φέρειν ἀποδείξας, τὸν ἄρχοντα τῆς Δαμάσκου, τὸ δὲ τῶν ἐν ἀποπτώσει τοῦ σώφρονος καὶ ὑγιοῦς βίου τύ- πον εἶναι, τὸν τῆς Σαμαρείας, οὐ πρότερόν φησι τούτων ἀπαλλαγήσεσθαι τὴν γῆν (οὕτω καλῶν τοὺς ἐπὶ γῆς κατ’ οἰκοῦντας ἀνθρώπους) ἢ φανῆναι ἐπὶ γῆς τὸν Ἐμμανουήλ θεόν· τούτου δὲ ἐπιλάμψαντος καὶ βασιλεύοντος ἀνθρώπου ψυχῆς μηδένα ἔτι λείπεσθαι τῶν πάλαι κατακρατούντων αὐτῆς.

οὕτω δὴ οὖν καὶ ἐνθάδε περὶ τῶν αὐτῶν εἰρῆσθαι νοήσεις τὸ ‘'λή- ψεται δύναμιν Δαμάσκου καὶ τὰ σκῦλα Σαμαρείας,” τῆς τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ δυνάμεως καθαιρούσης ἀθρόως πάντας τοὺς ἀοράτους ἡμῶν ἐχθροὺς, οἱ δὴ πάλαι πρότερον ταῖς προειρημέναις ἀθέοις καὶ ἐπιβλαβέσιν ἐνεργείαις πάντας ἀνθρώπους ἐπολιόρκουν.

καὶ πρὸς λέξιν δὲ πάλιν ἴδοις ἂν ὁμοῦ τῇ γενέσει καὶ ἐπιφανείᾳ τοῦ σωτῆρος ἡμῶν τὴν δύναμιν Δαμάσκου καθῃρημένην καὶ τὰ σκῦλα Σαμαρείας ἠρμένα, τοῦτ’ ἔστι τὰς βασιλείας αὐτῶν, αἳμέχρι τῶν δηλουμένων χρόνων διαρκέσασαι ἐξ ἐκεί- νοῦ καὶ εἰς δεῦρο διαλελοίπασι κατὰ τἀς θείας προρ- ῥήσεις.

φασὶ δέ τινες καὶ ἄλλως τοὺς ἀπ’ ἀνα-

v.3.p.446
τολῆς ἐληλυθότας μάγους καὶ τῷ Χριστῷ παιδίῳ ὄντι προσκεκυνηκότας, τούτους εἷναι τὴν δύναμιν Δαμασκοῦ· εἴποις δ’ ἂν καθολικώτερον πάντας τοὺς τὴν μὲν ἄθεον καὶ πολύθεον εἰδωλολατρίαν ἀποστραφέντας, τῷ δὲ τοῦ Χριστοῦ λόγῳ καταδουλωθέντας, μέλιστα στᾶ εἰ δυνατοί τινες εἶεν ἐν λόγῳ καὶ σοφίᾳ τοῦ αἰῶνος τούτου, αὐτοὺς εἶναι τοὺς ὀνομαζομένους δύναμιν Δαμάσκου.

κατὰ ταὐτὰ δὲ καὶ τὰ σκῦλα Σαμαρείας νοήσεις τοὺς ἀπὸ τοῦ Ἰουδαίων ἔθνους τοῦ σωτῆρος ἡμῶν μαθητὰς καὶ ἀποστόλους, οὓς ὥσπερ ἐκ πολεμίων τῶν ἐκ περιτομῆς κατ’ αὐτοῦ στρατευσαμένων σκῦλα ὑφ’ αὑτὸν λαβὼν ἐξ ἐναντίας καθώπλισε τοῦ τῶν Ἀσσυρίων βασιλέως, οὕτω πάλιν τροπικῶς δηλουμένου τοῦ ἄρχοντος τοῦ αἰῶνος τού- του.

ἐπεὶ δὲ τὸ “ἐναντίον βασιλέως Ἀσσυρίων” σαφέστερον ὁ Ἀκύλας ἐξέδωκεν εἰπὼν “εἰς πρόσωπον βασιλέως Ἀσσυρίων,” ἐπίστησον μή ποτε ἄρα καὶ ἐν τούτοιςτὴς Ῥωμαίων ἀρχὴν δηλοῖ, εἴ γε κατευθύνοντες ἢ κατευθυνόμενοι Ἀσσύριοι μεθερμηνεύονται κατὰ τὰ μικρῷ πρόσθεν ἀποδεδομένα. ἐπεὶ τοίνυν τῇ περὶ τοῦ σωτῆρος ἡμῶν προρρήσει καὶ νῦν ὁ τῶν Ἀσσυρίων συμπέπλεκται βασιλεὺς, εἰκότως ἡμῖν κἀνταῦθα ἡ Ῥωμαίων ἀρχὴ παρείληπται, διὰ τὸ πρὸς τοῦ θεοῦ εἰς τὴν τῶν ἐθνῶν ὑποταγὴν κατευθύνεσθαι.

λήψεσθαι τοιγαροῦν τὸ τικτόμενον παιδίον τὴν δύναμιν Δαμάσκου καὶ τὰ σκῦλα Σαμαρείας, καὶ παραδώσειν εἰς πρόσωπον Ἀσσυρίων καὶ ἐν ὀφθαλμοῖς τῶν ὑπὸ τοῦ θεοῦ κατευθυνομένων θεσπίζεται, καὶ ταῦτα ποιήσειν ἅμα τῇ αὐτοῦ γενέσει, ἀρρήτῳ καὶ ἐνθέῳ δυνάμει, ἔτι νηπιάζοντι σώματι τοσαῦτα ἐν ἀνθρώποις οἰκονομούμενον.

πάντα δὲ ταῦτα ὁ προφήτης ἐν τόμῳ καινῷ καὶ μεγάλῳ γραφῇ παραδοῦναι

v.3.p.447
ἀνθρώπου προστάσσεται, τοῦτον καὶ τῆς καινῆς διαθήκης δηλουμένης τὸν τρόπον. προσπαραλ·αμβάνει δὲ τῶν εἰρημένων μάρτυρας ἱερέα καὶ προφήτην, τοὐ λόγου παιδεύοντος ὡς ὅτι δεήσει ἐν ταῖς ἀποδείξεσι ταῖς περὶ τοῦ Χριστοῦ τὰς ἀπὸ τῆς ἐν νόμῳ ἱερουργίας καὶ τῶν μετὰ ταῦτα προφητῶν μαρτυρίας παραλαμβάνειν· πιστοὺς δὲ βούλεται καὶ ἄλλως μάρτυρας εἶναι τοὺς τὴν γένεσιν τοῦ δηλουμένου παιδίου μέλλοντας ἐποπτεύειν, εἰς τὸ συνιέναι δύνασθαι τὰ προφητευόμενα.

“ἐὰν γὰρ μὴ πιστεύσητε, οὐδὲ μὴ συνῆτε,” ἐλέγετο ἀνωτέρω, καὶ τὸν μὲν ἔχειν φῶς θεοῦ, τοῦτο γὰρ ὁ Οὐρίας ἑρμηνεύεται) τὸν δὲ υἱὸν ὄντα εὐλογίας τὴν μνήμην τοῦ θεοῦ ἐν ἑαυτῷ φέρειν· τοῦτο γὰρ καὶ ὁ τοῦ Βαραχίου Ζαχαρίας δηλοῖ.)

Ταῦτα μὲν οὖν εἰς τοὺς τόπους ἡμεῖς ἐπιβεβλήκαμεν·

εἰ δέ τις τῶν ἐκ περιτομῆς οὐ ταῦτα οὕτως ἔχειν βούλεται, ὥρα ἡμῖν αὐτὸν ἀποδεικνύναι, τίς πώποτε παρ’ αὐτοῖς Ἐμμανουὴλ γέγονε, καὶ πῶς ὁ προφήτης προσῆλθε πρὸς τὴν προφῆτιν, καὶ τίνα ταύτην, καὶ πῶς παραχρῆμα συνέλαβε, καὶ τίς ὁ ἐκ τῆς προφήτιδος ἀποτεχθεὶς υἱὸς, ᾧ αὐτὸς ὁ κύριος ἐπιτέθειται ὄνομα ‘‘ταχέως σκύλευσον, ὀξέως προνόμευσον,” μευσον,” καὶ τίς ἡ αἰτία τῆς τοιᾶσδε τοῦ τεχθέντος προσηγορίας.

δεικνύτωσαν δὲ καὶ τὸ πρὶν ἢ γνῶναι τὸ παιδίον καλεῖν πατέρα ἢ μητέρα, τὴν δύναμιν εἰληφότα Δαμασκοῦ καὶ τὰ σκῦλα Σαμαρείας ἔναντι βασιλέως Ἀσσυρίων. ἡμεῖς γὰρ ταῦτα καὶ πρὸς λέξιν καὶ τροπικῶς ἐξειληφότες πεπληρῶσθαι αὐτὰ δείκνυμεν ἐπὶ τῆς τοῦ σωτῆρος ἡμῶν γενέσεως, παριστῶντες τοτὲ μὲν ῥητῶς κατὰ τὴν πρόχειρον διάνοιαν, τοτὲ δὲ τροπικῶς δεῖν ἐπιβάλλειν ταῖς προγητείαις.

αὐτίκα ἑξῆς ταῖς προειρημέναις φωναῖς

v.3.p.448
δι’ αἰνιγμάτων αὖθις ἐπιλέγεται “καὶ προσέθετο κύ ριος λαλῆσαί μοι ἔτι, διὰ τὸ μὴ βούλεσθαι τὸν λαὸν τοῦτον τὸ ὕδωρ τοῦ Σιλωὰμ τὸ πορευόμενον ἡσυχῆ, ἀλλὰ βούλεσθαι ἔχειν τὸν Ῥαασὶμ καὶ τὸν υἱὸν Ῥομελίου, διὰ τοῦτο ἰδοὺ κύριος ἀνάγει ἐφ’ ὑμὰς τὸ ὕδωρ τοῦ ποταμοῦ τὸ ἰσχυρὸν καὶ τὸ πολὺ, τὸν βασιλέα τῶν Ἀσσυρίων, καὶ τὴν δόξαν αὐτοῦ· καὶ ἀναβήσεται ἐπὶ πᾶσαν φάραγγα ὑμῶν, καὶ περιπατήσει ἐπὶ πᾶν τεῖχος ὑμῶν, καὶ ἀφελεῖ ἀπὸ τῆς Ἰουδαίας ἄνθρωπον, ὃς δυνήσεται κεφαλὴν ἆραι, ἢ δυνατὸν συντελέσασθαί τι· καὶ ἔσται ἡ παρεμβολὴ αὐτοῦ, ὥστε πληρῶσαι τὸ πλάτος τῆς χώρας σου. μεθ’ ἡμῶν ὁ θεός. γνῶτε ἔθνη καὶ ἡττᾶσθε, ἐπακούσατε ἕως ἐσχάτου τῆς γῆς.”

Σαφῶς γὰρ ταῦτα οὐδὲ ἄλλως ἢ μετὰ θεωρίας τῆς κατὰ μόνην τροπολογίαν τὴν διάνοιαν σώζει. δηλοῖ γοῦν καὶ αὐτὰ διὰ μὲν τοῦ ὕδατος τοῦ Σιλωὰμ τοῦ ἡσυχῆ πορευομένου τὴν εὐαγγελικὴν τοῦ σωτηρίου λόγου διδασκαλίαν· ἑρμηνεύεται γὰρ Σιλωὰμ ἀπεσταλμένος.

οὗτος δ’ ἂν εἴη ὁ ἐκ τοῦ πατρὸς ἡμῖν ἀπεσταλμένος θεὸς λόγος, περὶ οὗ καὶ Μώσης φησιν “οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα, οὐδὲ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, ἕως ἂν ἔλθῃ ᾦ ἀπόκειται, καὶ αὐτὸς ἔσται προσδοκία ἐθνῶν.” ἀντὶ γὰρ τοῦ “ᾧ ἀπόκειται” τὸ Ἑβραϊκὸν Σιλωάμ περιέχει, τὸν ἐνταῦθα Σιλωὰμ, τούτ’ ἔστι τὸν ἀπεσταλμένον, κἀκεῖ δηλοῦντος τοῦ λόγου.

ὁ δὲ Ῥαασὶμ βασιλεὺς ἦν πάλιν τῶν ἐν Δαμασκῷ εἰδωλολατρῶν ἐθνῶν, ὡς καὶ ὁ υἱὸς Ρομελίου, τῶν ἐν Σαμαρείᾳ τοῦ Ἰουδαίων ἔθνους ἀποστάντων τῆς πατρίου θρησκείας.

ἀπειλεῖ [*](1 Es. 8, 5. 22 Gen. 49, 10.)

v.3.p.449
τοιγαροῦν ὁ θεὸς τοῖς μὴ τὸν Σιλωὰμ, τοῦτ’ ἔστι τὸν ἀπεσταλμένον Ἐμμανοὺλ, καὶ τὸν ἐκ τῆς προφήτιδος γεγενημένον υἱὸν, τόν τε πότιμον καὶ γόνιμον αὐτοῦ λόγον παραδεξαμένοις, ἀλλὰ τοῦτον μὲν, καίτοι πράως καὶ ἡσυχῆ φερόμενον, παραιτουμένοις, καθ’ ἑαυτῶν δὲ ἤτοι τὸν τῶν εἰδωλολατρῶν ἐθνῶν ἄρχοντα ἢ τὸν τῆς ἀποστασίας τοῦ λαοῦ τοῦ θεοῦ ἑλομένοις ἐπάξειν τὸ ὕδωρ τοῦ ποταμοῦ τὸ ἰσχυρὸν καὶ τὸ πολὺ, ὅπερ ὕδωρ αὐτὸς ὁ τῆς προφητείας λόγος ἑρμηνεύει, λέγων αὐτὸν εἶναι τὸν βασιλέα τῶν Ἀσσυρίων· οὕτω πάλιν ἤτοι κατὰ διάνοιαν σημαίνων τὸν ἄρχοντα τοῦ αἰῶνος τούτου, ἢ τὴν νῦν ἐπικρατοῦσαν Ῥωμαίων ἀρχὴν, ᾗ καὶ παρεδόθησαν οἶ τὸ μὲν δηλωθὲν τοῦ Σιλωὰμ ὕδωρ τὸ πορευόμενον ἡσυχῆ παραιτησάμενοι, τοῖς δὲ ἐναντίοις καὶ πολεμίοις τοῦ ὀρθοῦ λόγου δόγμασιν ἑαυτοὺς ὑποβεβληκότες.

αὐτίκα γοῦν καὶ οὐκ εἰς μακρὸν μὴ παραδεξαμένοις αὐτοῖς τὸ τοῦ σωτῆρος ἡμῶν εὐαγγέλιον, παραιτησαμένοις δὲ τὸ τοῦ Σιλωὰμ ποτὸν τὸ πορευόμενον ἡσυχῆ, ἐπελθὼν ὁ ὑπ’ τοῦ θεοῦ κατευθυνόμενος Ῥωμαίων στρατὸς ἀνελήλυθεν ἐπὶ πᾶσαν φάραγγα αὐτῶν, καὶ περιεπάτησεν ἐπὶ πᾶν τεῖχος αὐτῶν, καὶ ἀφεῖλεν ἀπὸ τῆς Ἰουδαίας ἄνθρωπον, ὃς δυνήσεται κεφαλὴν ἆραι, ἢ δυνατὸν συντελέσασθαί τι, καὶ γέγονεν ἡ παρεμβολὴ τοῦ δηλωθέντος τοσαύτη ὥστε πληρῶσαι τὸ πλάτος τῆς Ἰουδαίας ἁπάσης.

Καὶ τοῦτό γε πρὸς λέξιν οὕτως εἰς ἐκείνους ἐκπεπλήρωται· διὰ ποίαν αἰτίαν, εἰ δὴ μαθεῖν ἐθέλεις, ἄκουε. ὅτι μεθ’ ἡμῶν ὁ θεὸς Ἐμμανουήλ, ὁ ἐκ τῆς παρθένου γεγεννημένος, ἀλλ’ οὐ καὶ μετ’ αὐτῶν ἦν· ὡς εἴ γε εἶχον αὐτὸν, οὐκ ἂν ταῦτα πεπόνθεισαν. διὸ δὴ ἐξῆς ὁ λόγος τοῖς ἔθνεσιν ἐπιβοᾶται τὸν

v.3.p.450
Ἐμμανουὴλ λέγων ‘μεθ’ ἡμῶν ὁ θεός· γνῶτε ἔθνη καὶ ἡττᾶσθε.