Demonstratio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

ἐπειδὴ γὰρ, ὡς ὁ αὐτὸς προφήτης φησὶν, ἔμεινεν ὁ γεωργὸς ἅμα καὶ δεσπότης αὐτῶν “τοῦ ποιῆσαι σταφυλὴν τὸν ἀμπελῶνα, ὁ δὲ ἐποίησεν ἀκάνθας,” καὶ οὐ δικαιοσύνην, ἀλλὰ κραυγήν· διὸ καὶ ἀφαιρῶν τὸν φραγμὸν αὐτοῦ καὶ καθαιρῶν τὸν τοῖχον εἰς χέρσον καταστήσειν τὸν ἀμπελῶνα μαρτύρεται, καὶ τοῖς ἐχθροῖς παραδώσειν αὐτὸν, οὓς μετὰ βέλους καὶ τοξεύματος εἰσελεύσεσθαί [*](25 Es. 5, 4.)

v.3.p.438
φησιν ἐκεῖ τοὺς τὴν ἐξουσίαν εἰληφότας ὑπὸ τοῦ θεοῦ, τοῦ παραδόντος αὐτοῖς οὐκ ἀκρίτως, ἀλλ’ εὖ μάλα ἐν δίκῃ, ὅτι δὴ χέρσος καὶ ἄκανθα αὐτῶν γέγονε πᾶσα ἡ γῆ.

διὰ τοῦτο γοῦν ἐπείπερ εἰς χέρσον καὶ ἄκανθαν αὐτοὶ ἑαυτοὺς κατέστησαν, εἰσελεύσονται, φησὶν, ἐκεῖ μετὰ βέλους καὶ τοξεύματος οἶ τὴν κατ’ αὐτῶν ἐξουσίαν εἰληφότες. μὴ θαύμαζε δ’ εἰ καὶ ταῦτα συνεσκιασμένως καὶ δι’ αἰνιγμάτων ἀποδέδοται.

λέλεκται γοῦν ἤδη πρότερον ἡ αἰτία τῆς τοιαύτης οἰκονομίας τοῦ λόγου, βουληθέντος ἐπικρύψασθαι τὸν ἔσχατον τοῦ Ἰουδαίων ἔθνους ὄλεθρον, ὡς ἂν φυλάττοιτο παρ’ αὐτοῖς ἡ γραφὴ εἰς ἡμῶν τῶν ἐθνῶν βελτίωσίν τε καὶ ὠφέλειαν.

εἰ γοῦν ἀναφανδὸν αὐτοῖς μὲν ὄλεθρον, τοῖς δὲ ἔθνεσιν ἀγαθὰ προεκήρυττον αἱ προφητεῖαι, οὐδεὶς ἂν περὶ αὐτὰς ἐσπούδασε τῶν ἐκ περιτομῆς, ἀλλὰ ὡς αὑτοῖς ἐναντίας οὔσας καὶ ἐχθρὰς διέφθειραν ἂν αὐτὰς, καὶ οὐκέθ’ ἡμῖν τοῖς ἐξ ἐθνῶν παρῆν ταῖς τῶν προφητῶν περὶ τοῦ σωτῆρος ἡμῶν καὶ περὶ ἡμῶν αὐτῶν μαρτυρίαις χρήσασθαι.

ἀλλὰ γὰρ τοσούτων ἐν τῇ τοῦ Ἐμμανουὴλ ἡμέρᾳ περὶ τὸ Ἰουδαίων ἔθνος γενησομένων κατὰ τὴν ἑτέραν ἑρμηνείαν, σπάνιός τις ἔσεσθαι λέγεται ὁ καταλειφθεὶς ἐξ αὐτῶν, περὶ οὗ φησιν ὁ ἀπόστολος “λεῖμμα κατ’ ἐκλογὴν χάριτος γέγονεν. ὃς δὴ θρέψει δάμαλιν βοῶν καὶ δύο πρόβατα, καὶ ἀπὸ τοῦ πλεῖστον ποιεῖν γάλα βούτυρον καὶ μέλι φάγεται.” τοιοῦτος δὲ ἡμῖν ἀπεδείχθη κατὰ τὴν δευτέραν ἀπόδοσιν πᾶς ὁ ἀποστολικὸς τῶν μαθητῶν χορὸς τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ.

ὥσπερ δὲ ὁ καταλειφθεὶς οὗτος τοιοῦτος ἔσεσθαι προ- [*](24 Rom. 11, 5.)

v.3.p.439
φητεύεται, οὕτως καὶ τῆς χώρας ἁπάσης τοῦ Ἰουδαίων ἔθνους τοῦ τε ἀμπελῶνος αὐτῶν εἰς χέρσον καὶ ἄκανθαν μεταβεβλημένου, καὶ διὰ ταῦτα τοῖς πολεμίοις παραδεδομένου, ἔμπαλιν ἐκ θατέρου μέρους πᾶν ὄρος ἀροτριώμενον ἀροτριαθήσεσθαι προφητεύεται. ἡγοῦμαι δὲ τὴν τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ ἐκκλησίαν οὕτως αἰνίττεσθαι, περὶ ἧς καὶ αὐτός φησιν “οὐ δύναται πόλις κρυβῆναι ἐπάνω ὄρους κειμένη.” τὸ γὰρ ἐπηρμένον μετέωρόν τε καὶ ὑψιπετὲς τοῦ τῆς ἐκκλησίας πολιτεύματος ὄρος ἡγοῦμαι διὰ τούτων ἀνηγορεῦσθαι.

τοῦτο δ’ οὖν, φησὶ, τὸ ὅρος ἀροτριώμενον ἀροτριαθήσεται, ὡς μὴ ἐπελθεῖν ἐκεῖ φόβον, ἀλλὰ καὶ εἰς τοσοῦτον αὐτὸ μεταβαλεῖσθαι ἀπὸ τῆς προτέρας ἐρημίας καὶ χέρσου καὶ ἀκάνθης, ὡς ἐπιτήδειον καταστῆναι εἰς βόσκημα προβάτου καὶ καταπάτημα βοός.

καὶ πάρεστί γε ἐπιλογίσασθαι ὅπως ἡ τοῦ Χριστοῦ ἐκκλησία πάλαι οὖσα χέρσος καὶ ἄκανθα διὰ τῆς αὐτοῦ χάριτος εἰς τοσοῦτον ἤλασε μεταβολῆς ὥστε πόαν καὶ βοτάνην εὔθετον τῆς λογικῆς καρποφορίας ἐπὶ τοσοῦτον βλαστῆσαι ὡς καὶ τοὺς προβατώδεις καὶ ἁπλουστέρους ἀπολαύειν αὐτῆς δύνασθαι, τούς τε ἐν ἔξει τελειοτέρᾳ προβεβηκότας ἀροῦν καὶ γεωργεῖν αὐτὴν, βόας προσαγορευομένους, ὥσπερ οὖν τὸν θεῖον ἀπόστολον παιδεύοντα πσρεστήσαμεν έν τῷ φάναι “μὴ τῶν βοῶν μέλει τῷ θεῷ; ἢ δι’ ὑμᾶς πάντως λέγει; δι’ ὑμᾶς γὰρ ἐγράφη ὅτι ὀφείλει ὁ ἀροτριῶν ἑέ ἐλπίδι ἀροτριᾶν καὶ ὁ ἀλοῶν ἐπ’ ἐλπίδι τοῦ μετἐχειν.”

οὕτως ἡ πάλαι ἔρημος καὶ χέρσος μεταβέβληκε μετὰ τὴν τοῦ Χριστοῦ παρουσίαν, ὡς καὶ τοῖς οὕτως νενοημένοις βουσὶν εἰς τὴν κατάλληλον γεωργίαν ἐπιτηδείως ἔχειν. ἐπίστησον [*](8 Matth. 5, 14. 25 1. Cor. 9, 9.)

v.3.p.440
δὲ τίνα τρόπον ὑπὸ μίαν καὶ τὴν αὐτὴν διάνοιαν γένεσις ἐκ παρθένου προφητεύεται, καὶ κατὰ τὸ αὐτό φησιν ὁ λόγος τὴν μὲν πάλαι καρποφόρον γῆν τὸ πρὶν οὖσαν χιλίων σίκλων εἰς χέρσον ἔσεσθαι καὶ εἰς ἄκανθαν, πᾶσάν τε τὴν γῆν αὐτῶν διὰ τὸ γενέσθαι εἰς ἄκανθαν καὶ εἰς χέρσον παραδοθήσεσθαι τοῖς μετὰ βέλους καὶ τοξεύματος εἰσελευσομένοις· τοὐναντίον δὲ πείσεσθαι πᾶν ὄρος· ἀπὸ γοῦν τῆς προτέρας χέρσου καὶ ἀκάνθης μεταβαλεῖσθαι “εἰς βόσκημα καὶ καταπάτημα βοός,” ὥστε αὐτὸ ἀροτριώμενον ἀροτριαθήσεσθαι καὶ μὴ ἐπελεύσεσθαι ἐκεῖ φόβον.

δι’ ὧν σαφῶς ἡγοῦμαι σημαίνεσθαι τὴν τοῦ σωτῆρος ἡμῶν ἐκ παρθένου γένεσιν, καὶ τὰ μετὰ ταύτην ὁμοῦ καὶ ἀθρόως Ἰουδαίοις τε καὶ τοῖς λοιποῖς ἔθνεσι συμβεβηκότα, τὴν γοῦν ἐκατέρων τῶν ταγμάτων εἰς τοὐναντίον μεταβολὴν ἡ προφητεία παρίστησιν, τοῦ μὲν Ἰουδαίων ἔθνους τὴν ἀπὸ τῶν κρειττόνων ἐπὶ τὸ χεῖρον, τῆς δὲ ἐξ ἐθνῶν ἐκκλησίας τὴν ἀπὸ τῆς πάλαι ἐρημίας ἐπὶ τὴν κατὰ θεὸν καρποφορίαν, ἅπερ, καθ’ ἔνα καὶ τὸν αὐτὸν καιρὸν τῆς τοῦ Ἐμμανουὴλ ἐπιφανείας ἐπιτελεσθήσεσθαι προφητευθέντα, ταῖς προρρήσεσιν ἀκολούθως οὐκ ἄλλοτε ἢ μετὰ τὴν τοῦ σωτῆρος ἡμῶν παρουσίαν τέλος εἰληφότα δείκνυται, διά τε τῶν ἐμφανῶς εἰρημένων κατὰ Ἰουδαίους πραγμάτων καὶ διὰ τῆς ἐξ ἐθνῶν ἐκκλησίας.

εἰ μὲν γὰρ μετὰ τὴν παρουσίαν τοῦ σωτῆρος ἡμῶν, αὐτοῦ δὴ Ἰησοῦ τοῦ Χριστοῦ, μὴ πέπαυτο βασιλευομένη ἡ τῶν Δαμασκηνῶν ἀρχὴ καὶ τῶν Ἰουδαίων, καὶ εἰ μὴ ἐν ὄψεσιν ἡμῖν αὐτοῖς νῦν θεωρεῖται καταλελειμμένη ὑπ’ αὐτῶν ἡ γῇ, καὶ ὑπ’ ἐθνῶν ἀλλοφύλων καὶ εἰδωλολατρῶν τούτοις εἰ μὴ γέγονεν εἰς χέρσου καὶ ἄκανθαν πᾶσα

v.3.p.441
ἡ πάλαι σεμνοτάτη αὐτοῦ δὴ τοῦ ἱεροῦ αὐτῶν ἁγιάσματος σματος ὥρα, καὶ εἰ μὴ εἰδωλολάτραι ἀκάθαρτοι ἄνδρες, οἵ τε πολέμιοι αὐτῶν μετὰ βέλους καὶ τοξεύματος ἐπελθόντες, ὑπ’ αὐτοῦ γε τοῦ κυρίου παρορμηθέντες ἐκ τῆς ἀλλοδαπῆς ἐληλύθασιν, ἀνεπαύσαντό τε ἐν ταῖς χώραις αὑτῶν πάντα τόπον καὶ πάσας τὰς πόλεις αὐτῶν ἰδιοποιησάμενοι· καὶ ἔμπαλιν, εἰ μὴ ἀπὸ χέρσου καὶ ἀκάνθης τῆς πρὶν ἀγεωργίας διὰ τῆς τοῦ σωτῆρος ἡμῶν διδασκαλίας μεταβαλόντα πάντα τὰ εἰς αὐτὸν πεπιστευκότα ἔθνη τὴν εὐσεβῆ καὶ κατὰ θεὸν λογικὴν ἀπείληφε καρποφορίαν· καὶ ἐπὶ τούτοις, εἰ μὴ ὀφθαλμοῖς τὸν Χριστὸν ἰδόντες οὐκ ἐπίστευσαν, καὶ διδάσκοντος ἀκούσαντες εἰ μὴ παρήκουσαν, καὶ εἰ μὴ τὰ λοιπὰ τῆς προφητείας ἐναργέστατα τέλους τυχόντα ἀπὸ τῶν χρόνων Ἰησοῦ τοῦ σωτῆρος ἡμῶν δείκνυται, οὐκ ἂν εἴη αὐτὸς ὁ προφητευόμενος.

εἰ δὲ καὶ τυφλῷ, ὥς φασι, δῆλα τὰ τῶν λόγων ἀποτελέσματα, οὐκ ἄλλοτε ἢ ἀπὸ τῶν χρόνων τῆς ἐπιφανείας αὐτοῦ πεπληρωμένα, τί χρὴ λοιπὸν καὶ περὶ τῆς ἐκ παρθένου γενέσεως αὐτοῦ ἀμφιβόλως ἔχειν, οὐχὶ δὲ εὐγνώμονι λογισμῷ ἀπὸ τῶν εἰσέτι νῦν ὁρωμένων καὶ τὴν καταρχὴν τῶν πραγμάτων πιστοῦσθαι; ὁρώμενα δὲ εἰσέτι νῦν τίνα ἂν εἴη ἀλλ’ ἢ ἡ Ἰουδαίων εἰς αὐτὸν ἀπιστία, ἐναργῶς κατὰ τὸν χρησμὸν πληρουμένη τὸν φάσκοντα “ἀκοῇ ἀκούσετε, καὶ οὐ μὴ συνῆτε, καὶ βλέποντες βλέψετε, καὶ οὐ μὴ ἴδητε·

ἐπαχύνθη γὰρ ἡ καρδία τοῦ λαοῦ τούτου,” καὶ ἡ πολιορκία τῆς Ἰερουσαλὴμ, καὶ τοῦ πάλαι αὐτῶν ἁγιάσματος ἡ παντελὴς ἐρήμωσις, τῶν τε ἀλλοφύλων ἐθνῶν ἐπὶ τῆς χώρας αὐτῶν κατοί- [*](25 Es. 6, 9.)

v.3.p.442
κησις μετὰ κέντρων αὐτοὺς, τοῦτ’ ἔστι μετὰ σκληρῶν ἐπιταγμάτων, καταδουλουμένων, (τοῦτο γὰρ ἐδήλου λοῦ τῶν μυιῶν καὶ τῶν μελιττῶν τὰ παραδείγματα) καὶ ἐπὶ πᾶσιν ἡ τῶν ἐθνῶν ἀπὸ τῆς προτέρας ἐρημέας εἰς τὴν κατὰ θεὸν γεωργίαν μεταβολή;

ταῦτα δὴ οὖν ὀφθαλμοῖς ὁρώμενα τίς οὐκ ἂν ἐκπλαγείη θαυμάσας; τίς δὲ οὐ θείαν ὡς ἀληθῶς ὁμολογήσειεν ἂν τὴν πρόρρησιν, ἀκούων ἄνωθεν πρὸ χιλίων ὅλων ἐτῶν ἐν βίβλοις ἀποκείμενα ταῦτα καὶ μελετώμενα, οὐ μὴν ἄλλοτε εἰς τέλος ἀχθέντα ἢ μετὰ τὴν τοῦ σω- τηρὸς ἡμῶν παρουσίαν ; εἰ δὴ οὖν θαυμάσιος ἡ πρόρρησις, καὶ ἔτι θαυμασιωτέρα καὶ ὑπὲρ πάντα λόγον ἡ τῆς προρρήσεως ἔκβασις, τί δεῖ ἀπιστεῖν εἰ καὶ ἡ πρώτη τοῦ προφητευομένου πάροδος παράδοξον καὶ ὑπὲρ πᾶσαν ἀνθρώπου φύσιν τὴν τῆς γενέσεως καταβολὴν εἴληχεν, ὁπότε καὶ ἡ τῶν λοιπῶν θαυμάτων ἐναργὴς ὄψις οὐχ ἥττων οὖσα ἀπὸ τῆς γενέσεως αὐτοῦ βιάζεται καὶ τὴν τῶν ἄλλων τῶν κατ’ αὐτὸν πραχθέντων ἀποδέχεσθαι μαρτυρίαν ; ἀλλὰ γὰρ τούτοις ἐξῆς μετὰ τὸ εἰς βόσκημα προβάτου καὶ καταπάτημα βοός” συνῆπται δευτέρα τις πρόρρησις συγγενὴς τῇ προτεθειμένῃ, ἀρχομένη ἀπὸ τοῦ “ καὶ εἶπε κύριος πρός με, λάβε σεαυτῷ τόμον,” ἣν καὶ αὐτὴν ἐκθέμενοι φέρε διασκοπήσωμεν.

  • Ἀπὸ τοῦαὐτοῦ.
  • “Καὶ εἶπε κύριος πρός με, λάβε σεαυτῷ τόμον καινοῦ μεγάλου, καὶ γράψον εἰς αὐτὸν γραφίδι ἀνθρώπου τοῦ ὀξέως προνομὴν ποιῆσαι σκύλων· [*](26 Es. 8, 1.)

    v.3.p.443
    πάρεστι γάρ· καὶ μάρτυράς μοι ποίησον πιστοὺς ἀνθρώπους, τὸν Οὐρίαν τὸν ἱερέα καὶ Ζαχαρίαν υἱὸν Βαραχίου. καὶ προσῆλθον πρὸς τὴν προφῆτιν, καὶ ἐν γαστρὶ ἔλαβε καὶ ἔτεκεν υἱόν. καὶ εἶπε κύριός μοι, κάλεσον τὸ ὄνομα αὐτοῦ, ταχέως σκύλευσον, ὀξέως προνόμευσον, διότι πρὶν ἢ γνῶναι τὸ παιδίον καλεῖν πατέρα ἢ μητέρα λήψεται δύναμιν Δαμάσκου, καὶ τὰ σκῦλα Σαμαρείας ἔναντι βασιλέως Ἀσσυρίων.”

    Ἔχεται τῆς προτεταγμένης καὶ ἡ παροῦσα προφητεία ἡ γὰρ ἐκεῖσε παρθένος, ἡ τὸν μεθ’ ἡμῶν θεὸν τίκτειν λεγομένη, προφῆτις ἐπὶ τοῦ παρόντος ὠνόμασται. ζητουμένου δὲ πόθεν ἄρα συλλήψεται ἀπειρόγαμος οὖσα, τοῦτο νῦν ὁ λόγος διδάσκει” καὶ προσῆλθον” λέγων ‘πρὸς τὴν προφῆτιν, καὶ ἐν γαστρὶ ἔλαβε καὶ ἔτεκεν υἱόν.”

    ἀκουστέον δὲ ταῦτα ὡς ἐξ ἁγίου πνεύματος, ὑφ’ οὗ θεοφορούμενος ὁ προφήτης ἐθέσπιζεν. αὐτὸ δὴ οὖν τὸ πνεῦμα τὸ ἅγιον προσεληλυθέναι ὁμολογεῖ τῇ προφήτιδι· ὃ καὶ σαφῶς πεπλήρωται ἐπὶ τῆς τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ γενέσεως ὅτε ἀπεστάλη ἄγγελος Γαβριὴλ ὑπὸ τοῦ θεοῦ εἰς πόλιν τῆς Γαλιλαίας, ᾗ ὄνομα Ναζαρὲθ, πρὸς παρθένον μεμνηστευμένην ἀνδρὶ, ᾧ ὄνομα Ἰωσὴφ, ἐξ οἴκου καὶ πατριᾶς Δαβίδ.” ᾗ καὶ εἶπε ‘χαῖρε κεχαριτωμένη, ὁ κύριος μετὰ σοῦ, εὐλογημένη σὺ ἐν γυναιξί.”

    καὶ πάλιν μὴ φοβοῦ· εὗρες γὰρ χάριν παρὰ τῷ θεῷ. καὶ ἰδοὺ συλλήψῃ ἐν γαστρὶ καὶ τέξῃ υἱὸν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν.” εἰπούσης τε τῆς Μάριας “πῶς ἔσται τοῦτο, ἐπεὶ ἄνδρα οὐ γινώσκω; ἀπεκρίνατο, πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σὲ, καὶ δύναμις ὑψίστου ἐπισκιάσει σοί. διὸ καὶ τὸ [*](20 Luc. 1, 26.)

    v.3.p.444
    γεννώμενον ἅγιον κληθήσεται υἱὸς θεοῦ.

    ἐν μὲν τῇ πρὸ ταύτης προφητείᾳ ἅμα τῇ γενέσει τοῦ Ἐμμανουῆλ, πρὶν ἢ γνῶναι τὸ παιδίον ἀγαθὸν ἢ κακὸν, ἐλέγετο ἐγκαταλειφθήσεσθαι τὴν γῆν ἀπὸ τῶν πολιορκούντων αὐτὴν δυεῖν βασιλέων, ἑνὸς μὲν τοῦ τῆς Σαμαρείας, θατέρου δὲ τοὐ τῆς Δαμάσκου· ἐπὶ δὲ τῆς παρούσης, πρὶν ἢ γνῶναι τὸ παιδίον καλεῖν πατέρα ἢ μητέρα λήψεται δύναμιν Δαμάσκου καὶ τὰ σκῦλα Σαμαρείας· ὣν καὶ πρόσθεν καταλυθήσεσθαι τοὺς βασιλέας ἐπὶ τῇ γενέσει τοῦ Ἐμμανουῆλ ἐθέσπιζεν.

    αἰσθητῶς μὲν οὖν ἐν ἐν ἡμέραις Ἄχαζβασιλέως Ἰούδα, καὶ κατ’ αὐτὸν Ἡσαΐαν τὸν προφήτην, δύο βασιλεῖς ἐκ συνθήκης τοὺς ὑπὸ τοῖς διαδόχοις Δαβὶδ βασιλευομένους ἐπολιόρκουν, ὡς ἤδη πρότερον δεδήλωται· ὁ μὲν ἐπὶ τῆς Δαμάσκου τῶν εἰδωλολατρῶν ἐθνῶν βασιλεὺς, ὁ δὲ τοῦ πλήθους τῶν Ἰουδαίων, ἐν τῇ καλουμένῃ Σαμαρείᾳ πόλει τῆς Παλαιστίνης, ἣν Σεβαστὴν οἶ καθ’ ἡμᾶς ὀνομάζουσι ’ περὶ ὧν ὁ θεὸς διὰ τοῦ προφήτου τῷ Ἄχαζ εἶπε “ μὴ φοβοῦ, μηδὲ ἡ ψυχή σου ἀσθενείτω ἀπὸ τῶν δύο ξύλων, τῶν δαλῶν τῶν καπνιζομένων τούτων. “