Demonstratio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

καὶ ταῦτα δ’ ἡμῖν ἑρμηνεύεται εἰς τὸ παραστῆσαι ὡς ποτὲ μὲν κατὰ λέξιν, ποτὲ δὲ δι’ αἰνιγμῶν τὰ πλεῖστα τῶν προφητειῶν ἐκλαμβάνειν δεῖ.

ἔνθεν δὲ ὁρμωμένους προσήκει καὶ τὰ λοιπὰ τῆς ἐν χερσὶ προφητείας ὁμοίως ἐπιθεωρεῖν.

εἰ δὲ ἔτι καὶ νῦν εἰς μέλλοντά ποτε χρόνον γενήσεσθαι ταῦτα οἶ ἐκ περιτομῆς φασιν, ἐπὶ τοῦ προσθοκωμένου αὐτοῖς Χριστοῦ ῥητῶς μόνον καὶ πρὸς λέξιν ἔσεσθαι αὐτὰ προσδεχόμενοι, ἐρωτητέον αὐτοὺς πῶς ὁ μέλλων ἥξειν κατ' αὐτοὺς λήψεται δύναμιν Δαμασκοῦ καὶ τὰ σκῦλα Σαμαρείας ἔναντι βασιλέως Ἀσσυρίων, καθῃρημένης μὲν ἤδη τῆς Σαμαρείας κατὰ τὸν παρόντα καιρὸν, καὶ μηκέτι οὔσης, ἀλλὰ καὶ τῆς ὀνο- μαζομένης δυνάμεως Δαμάσκου μηδαμῶς ὑπαρχούσης, μηδὲ τῆς τῶν Ἀσσυρίων δυναστείας, ἣν Μῆδοι καὶ Πέρσαι καθελόντες πάλαι ποτὲ διεδέξαντο, ὧν ὁμοῦ πάντων κατὰ τὸν ἐνεστῶτα καιρὸν μηδὲ τὴν ἀρχὴν ὑφεστώτων, πῶς δυνατὸν εἰς μέλλοντα χρόνον τὴν καθαίρεσιν αὐτῶν προσδοκᾶν; ἀλλ’ οὐδὲ ἄλλοτε πώποτε πάλαι πρότερον γεγενῆσθαι τὰ προφητευόμενα ἔστιν εἰπεῖν.

οὐδεὶς γοῦν παρ’ Ἑβραίοις πώποτε ἐκ προφήτιδος μητρὸς καὶ Ἠσαίου τοῦ προφήτου γεννηθεὶς σκῦλα Σαμαρείας καὶ δύναμιν Δαμάσκου, κατὰ τοῦ βασιλέως Ἀσσυρίων στρατεύσας, ὡς πρὸς ῥητὴν διάνοιαν λαβὼν ἱστόρηται

ὥστε ἐξ ἅπαντος ὁμολογεῖν αὐτὰ κατὰ τὴν ἀποδοθεῖσαν διάνοιαν μόνως πεπληρῶσθαι, οὐκ ἄλλοτε δηλαδὴ ἢ κατὰ τὴν γενομένην παρουσίαν Ἰησοῦ τοῦ σωτῆρος ἡμῶν, καθ’ ὃν ἀπεδείξαμεν τέλος εἰληφέναι τὰ προηγορευμένα.

ἐγράφη δ’ οὖν κατὰ τὴν προφητείαν καὶ ὁ καὶ νὸς τόμος ἐπὶ τῆς αὐτοῦ παρουσίας, ὁ τῆς καινῆς

v.3.p.451
διαθήκης λόγος τὴν γένεσιν περιέχων τοὐ τῆς προφήτιδος υἱοῦ, ὅς καὶ πρὸς λέξιν καὶ Δαμάσκου καὶ Συρίας ἁπάσης τὴν βασιλικὴν δύναμιν τά τε ἑρμηνευθέντα ἡμῖν σκῦλα Σαμαρείας ἀρρήτῳ καὶ ἐνθέῳ δυνάμει εἰς χεῖρας τῆς Ῥωμαίων βασιλείας οὐ μὴν ἀλλὰ καὶ κατὰ διάνοιαν, τοὺς ἐξ Ἰουδαίων αὐτοῦ μαθητὰς, ὥσπερ τινὰ σκῦλα περιπεποιημένος, νοητοῖς καὶ λογικοῖς ὅπλοις περιφράξας, εἰς πρόσωπον τοῦ δηλωθέντος βασιλέως Ἀσσυρίων κατεστήσατο, καὶ τούτους μὲν ὡς οἰκείους στρατιώτας ὁπλίτας παρεσκεύασεν,

τούς γε μὴν παραιτησαμένους τὸ γόνιμον καὶ ζωτικὸν ὕδωρ τῆς αὐτοῦ διδασκαλίας τὸ πορευόμενον ἡσυχῆ, ἑλομένους δὲ τὰ πολεμικὰ καὶ ἐχθρὰ τῷ θεῷ, τῷ τῶν Ἀσσυρίων ἐξέδωκε βασιλεῖ, ᾧ καὶ εἰσέτι νῦν τυγχάνουσι δεδουλωμένοι.

ἀνέβη γοῦν οὗτος ἐπὶ πᾶσαν φάραγγα αὐτῶν, καὶ ἐπὶ πᾶν τεῖχος αὐτῶν, καὶ ἀφεῖλεν ἀπὸ τῆς Ἰουδαίας πάντα ἄρχοντα καὶ βασιλέα, κεφαλὴν ὀνομαζόμενον, καὶ πάντα δυνατὸν συντελέσασθαί τι· ὥστε ἐξ ἐκείνου καὶ εἰς δεῦρο μήτε κεφαλὴν αὐτοὺς κεκτῆσθαι μήτε τινὰ δυνατὸν ἐν τοῖς θείοις, οἶος ἦν ὁ πάλαι διαπρέπων ἐν αὐτοῖς εἴτε προφήτης εἴτε ἄλλως δίκαιος καὶ θεοφιλὴς ἀνήρ.

πρόδηλον δὲ ὅπως καὶ πᾶσα αὐτῶν ἡ χώρα ὑποχείριος τοῖς αὐτῶν ἐχθροῖς καὶ πολεμίοις εἰσέτι νῦν καθέστηκε, καὶ ὡς ταῦτα πάντα ἐπὶ τῇ παρουσίᾳ τοῦ Ἐμμανουὴλ τετέλεσται. οὕτω γοῦν ἡ Ἐβραίων γραφὴ περιέχει, μονονουχὶ σημαίνουσα τὸν Ἐμμανουὴλ τὸν ἀπιστηθέντα μὲν ὑπὸ Ἰουδαίων καὶ αἴτιον αὐτοῖς τῶν τοσούτων γενόμενον συμφορῶν, ἡμῖν δὲ τοῖς ἔθνεσι πιστευθέντα σωτηρίας τε καὶ γνώσεως θεοῦ παραίτιον ἀποδειχθέντα.

διὸ ἑξῆς ἐπιλέγεται, μεθ’ ἡμῶν ὁ

v.3.p.452
θεὸς, γνῶτε ἔθνῃ καὶ ἡττᾶσθε. ἡττήμεθα γοῦν ὡς ἀληθῶς ἡμεῖς οἱ ἐξ ἐθνῶν αὐτὸν πεπιστευκότες, νικηθέντες ὑπὸ τῆς ἀληθείας καὶ τῆς τοῦ γενομένου μεθ’ ἡμῶν θεοῦ δυνάμεως, ἡττηθέντες τε ὑπηκού- σαμεν αὐτῷ πάντες ὁμοῦ οἱ μέχρι τῶν ἐσχάτων κατοι- κοῦντες τῆς γῆς, κατὰ τὴν φήσασαν προφητείαν ‘‘ἐπα- κούσατε ἕως ἐσχάτου τῆς γῆς.’’

ἀλλ’ ἡμεῖς μὲν καὶ ἡττήμεθα καὶ καλοῦντι ὑπηκούσαμεν, τοῖς δὲ ἔτι τῶν ἐθνῶν απειθοπυσι τὰ ἑξῆς ἀποτείνεται λέγων ‘‘ἰσχυκότες ἡττᾶσθε. ἐὰν γᾶρ πάλιν ἰσχ;σητε, πάλιν ἡττηθήσεσθε. καὶ λόγον ὃν ἐὰν βουλεύσησθε, οὐ μὴ ἐμμείνῃ ἐν ὑμῖν, ὅτι μεθ’ ἡμῶν ὁ θεός. οὕτω λέγει κύριος τῇ ἰσχυρᾷ χειρὶ ἀπειθοῦσιν’’

δι’ ὦν σαφῶς ὁ λόγος ἀφηνιῶσι καὶ ἀντιταττομένοις τῇ τοῦ Χριστοῦ διδασκαλίᾳ καὶ τοῖς ἀπειθοῦσι τῇ κραταιᾷ αὐτοῦ χειρὶ θεσπίζει, ὅτι μηδὲ ἰσχύσουσι προσπολε- μεῖν τὸν μεθ’ ἡμῶν θεὸν πειρώμενοι, καὶ ὅτι πᾶν ὃ ἐὰν βουλεύσωνται καθ’ ἡμῶν οὐ μὴ ἐμμείνῃ αὐτοῖς, διὰ τὸ μεθ’ ἡμῶν εἶναι τὸν Ἐμμανουήλ. καὶ τούτῳ δὲ τῷ συμπεράσματι ῥᾴδιον ἐπιστῆσαι τὰς καθ’ ἡμῶν ἀπειλὰς καὶ τὰς κατὰ χρόνους τῶν ἀρχόντων ἐπανα- στάσιες συνορῶντας, καὶ ὡς ἄπρακτον αὐτοῖς διὰ τὸν μεθ’ ἡμῶν θεὸν ἀεὶ καθίσταται τῶν ἀπειλῶν τὸ τέλος.

’Απὸ τοῦ αὐτοῦ.

‘‘Τοῦτο πρῶτον, πίε, ταχὺ ποίει, χώρα Ζα- 25 βουλὼν καὶ γῆ Νεφθαλεὶμ, καὶ οἱ λοιποὶ οἱ τὴν παρα- λίαν κατοικοῦντες, πέραν τοῦ Ἰορδάνου, Γαλιλαία τῶν ἐθνῶν. ὁ λαὸς ὁ καθήμενος ἐν σκότει ἴδετε φῶς [*](25 Εs. 9, 1.)

v.3.p.453
μέγα, καὶ τοῖς καθημένοις ἐν σκότει καὶ σκιᾷ θανάτου φῶς ἀνέτειλεν αὐτοῖς καὶ τὰ ἐξῆς·

οἶς ἐπιλέγει ‘‘ὅτι πᾶσαν στολὴν ἐπισυνηγμένην δόλῳ, καὶ ἱμάτιον μετὰ καταλλαγῆς ἀποτίσουσιν, καὶ θελήσουσιν, εἰ ἐγενήθησαν πυρίκαυστοι, ὅτι παιδίον ἐγεννήθη ἡμῖν καὶ υἱὸς ἐδόθη ἡμῖν, οὗ ἡ ἀρχὴ ἐπὶ τοῦ ὤμου αὐτοῦ. καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ μεγάλης βουλῆς ἄγγελος, θαυμαστὸς σύμβουλος, θεὸς ἰσχυρὸς, ἐξουσιαστὴς, ἄρχων εἰρήνης, πατὴρ τοῦ μέλλοντος αἰῶνος. ἄξω γὰρ εἰρήνην ἐπὶ τοὺς ἄρχοντας καὶ ὑγείαν αὐτῷ· μεγάλη ἡ ἀρχὴ αὐτοῦ, καὶ τῆς εἰρήνης αὐτοῦ οὐκ ἔστιν ὅριον, ἐπὶ τὸν θρόνον Δαβὶδ καὶ τὴν βασιλείαν αὐτοῦ κατορθῶσαι αὐτὴν καὶ ἀντιλαβέσθαι ἐν κρίματι καὶ δικαιοσύνῃ ἀπὸ τοῦ νῦν καὶ εἰς τὸν αἰῶνα. ὁ ζῆλος κυρίου Σαβαὼθ ποιήσει ταῦτα.”

Τοῦτο τρίτον ἤδη τὸ παιδίον προφητεύεται, τοὐ αὐτοῦ ποικίλως σημαινομένου. ἐπειδὴ τοίνυν πρόκειται νῦν ἡμῖν τὸν τρόπον τῆς εἰς ἀνθρώπους τοῦ θεοῦ παρουσίας ἐπιδεῖξαι, θέα δι’ ὅσων οὗτος καὶ ὅπως παρίσταται. ἐδεικνύετο πρῶτον ὁ ἐπικληθεὶς Ἐμμανουὴλ θεὸς ἐκ παρθένου γεννώμενος· δεύτερον τὸ ἐκ τῆς προφήτιδος καὶ τοῦ ἁγίου πνεύματος παιδίον οὐκ ἄλλο τυγχάνον τοῦ προηγορευμένου· τρίτον ὁ μετὰ χεῖρας, εἶς ὢν καὶ ὁ αὐτὸς τοῖς προτέροις, καὶ τούτῳ γοῦν ὄνομα εἶναι λέγεται κατὰ μὲν τοὺς ἑβδομήκοντα “μεγάλης βουλῆς ἄγγελος,” καὶ τινα τῶν ἀντιγράφων ἔχει “θαυμαστὸς σύμβουλος, θεὸς ἰσχυρὸς, ἐξουσιαστὴς, ἄρχων εἰρήνης, πατὴρ τοῦ μέλλοντος αἰῶνος·”

κατὰ δὲ τὸ Ἑβραικὸν, ὡς ὁ μὲν Ἀκύλας φησὶν, ‘‘ὅτι παιδίον ἐγεννήθη ἡμῖν, υἱὸς ἐδόθη ἡμῖν, καὶ ἐγένετο μέτρον ἐπ’ ὤμου αὐτοῦ

v.3.p.454
καὶ ἐκλήθη τὸ ὄνομα αὐτοῦ θαυμαστὸς σύμβουλος, ἰσχυρὸς, δυνατὸς, πατὴρ, ἔτι ἄρχων εἰρήνης, καὶ τῆς εἰρήνης αὐτοῦ οὐκ ἔστι πέρας·”

ὡς δὲ ὁ Σύμμαχος “νεανίας γὰρ ἐδόθη ἡμῖν, υἱὸς ἐδόθη ἡμῖν. καὶ ἔσται ἡ παιδεία αὐτοῦ ἐπὶ τοῦ ὤμου αὐτοῦ, καὶ κληθήσεται τὸ ὄνομα αὐτοῦ παραδοξασμὸς, βουλευ- τικὸς, ἰσχυρὸς, δυνατὸς, πατὴρ αἰῶνος, ἄρχων εἰρή- νῆς, καὶ τῆς εἰρήνης αὐτοῦ οὐκ ἔστι πέρας.”

οὐκ- οὑν οὐχ ἁπλῶς ἄγγελος κατὰ τοὺς ἑβδομήκοντα, ἀλλὰ “τῆς μεγάλης βουλῆς ἄγγελος, καὶ θαυμαστὸς σύμ- βουλος, καὶ θεὸς ἰσχυρὸς, καὶ ἐξουσιαστὴς καὶ ἄρχων εἰρήνης, καὶ πατὴρ τοῦ μέλλοντος αἰῶνος γεννηθή- σεσθαι,” καὶ παιδίον ἔσεσθαι διὰ τούτων ἐθεσπίζετο. ἔχεις δὲ ἐν τοῖς προτέροις τὸν τοῖ θεοῦ λόγον καὶ θεὸν καὶ κύριον διαφόρως ἀνηγορευμένον, ὁμοῦ δὲ τὸν αὐτὸν ἄγγελον ὠνομασμένον τοῦ πατρὸς, καὶ ἀρχι- στράτηγον δυνάμεως κυρίου.

τίς δ’ ἂν οὖν γέ- νοιτο κατὰ μὲν τὸν Ἀκύλαν καὶ τὰς εἰσέτι νῦν φερο- μἐνας παρ’ Ἑβραίοις μαρτυρίας “ἐν ἀνθρώποις γεν- νώμενος, καὶ παιδίον γινόμενος, θαυμαστὸς σύμβου- λος καὶ ἰσχυρὸς, δυνατὸς, καὶ πατὴρ, ἔτι καὶ ἄρχων εἰρήνης, ἧς εἰρήνης οὔποτέ φησιν ἔσεσθαι τέλος·” κατὰ δὲ τὸν Σύμμαχον‘ παραδοξασμὸς, βουλευτικὸς, ἰσχυρὸς, δυνατὸς, πατὴρ αἰῶνος, ἄρχων εἰρήνης, καὶ ταύτης ἀπείρου καὶ ἀτελευτήτου *" καὶ κατὰ Θεοδο- τίωνα ‘θαυμαστῶς βουλεύων, ἰσχυρὸς, δυνάστης, πατὴρ, ἄρχων εἰρήνης, τῷ πληθύνειν τὴν παιδείαν, οὗ τῆς εἰρήνης οὐκ ἔστι πέρας ’

καὶ αὐτῷ σοι τὰ ἑξῆς καταλείπω σκοπεῖν, τοσοῦτον ἐπισημηνάμμ νος, ὧς ἄρα αὐτὸς οὗτος ὁ λεγόμενος πατὴρ αἰῶνος καὶ ἀπείρου εἰρήνης ἄρχων μεγάλης τε βουλῆς ἄγγε- λος γεννηθήσεσθαι καὶ παιδίον ἔσεσθαι προφητεύ-

v.3.p.455
ἔται, ἐπί τε τῇ εἰς ἀνθρώπους αὐτοῦ γενέσει πυρικαύστους ἐθελήσειν ἔσεσθαι τοὺς ἐπὶ τῇ δι’ αὐτοῦ γενομένῃ σωτηρίᾳ τῶν ἐθνῶν διαφθονουμένους, εἴτε δαίμονας πονηροὺς εἴτε καὶ ἀσεβεῖς ἄνδρας, περὶ ὧν φησιν ὅτι “πᾶσαν στολὴν ἐπισυνηγμένην δόλῳ καὶ ἱμάτιον μετὰ καταλλαγῆς ὰποτίσουσι.”