Historia Ecclesiastica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 4. Dindorf, Luwdig, editor. Leipzig: Teubner, 1871.

[Nic. II. E. III, 34-35] Ἐν τούτῳ δὲ ὁ Πολύκαρπος μεγίστων τὴν Ἀσίαν ἀναθορυβησάντων διωγμῶν μαρτυρίῳ τελειοῦται ἀναγκαιότατον δὲ αὐτοῦ τὸ τέλος ἐγγράφως ἔτι φερόμενον ἡγοῦμαι δεῖν μνήμῃ τῆς ἱστορίας καταθέσθαι.

ἔστι δὲ ἡ γραφὴ ἐκ προσώπου ἧς αὐτὸς ἐκκλησίας ἡγεῖτο ταῖς κατὰ Πόντον παροικίαις τὰ κατ’ αὐτὸν ἀποσημαίνουσα διὰ τούτων

“ἡ ἐκκλησία τοῦ θεοῦ ἡ παροικοῦσα Σμύρναν τῇ ἐκκλησίᾳ τοῦ θεοῦ τῇ παροικούσῃ ἐν Φιλομηλίῳ [*](6 Tit. 3, 10. 28 διὰ τούτων] Integrius in codicibus apud lacobson. vol. 2. p. 604 seqq. edit. quartae.)

v.4.p.154
“καὶ πάσαις ταῖς κατὰ πάντα τόπον τῆς ἁγίας καθο “λικῆς ἐκκλησίας παροικίαις ἔλεος, εἰρήνη καὶ ἀγάκ “ θεοῦ πατρὸς καὶ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ πλν ‘θυνθείη. ἐγράψαμεν ὑμῖν , ἀδελφοὶ, τὰ κατὰ του “ μαρτυρήσαντας καὶ τὸν μακάριον Πολύκαρπον, ὅστι ὥσπερ ἐπισφραγίσας διὰ τῆς μαρτυρίας αὐτοῦ κα τέπαυσε τὸν διωγμόν.”

τούτοις ἑξῆς πρὸ τῆς ἀμο τοῦ Πολυκάρπου διηγήσεως τὰ κατὰ τοὺς λοιποὺς ἀνι στοροῦσι μάρτυρας, οἵας ἐνστάσεις πρὸς τὰς ἀλγηδο νας ἐνεδείξαντο, διαγράφοντες. καταπλῆξαι γάρ φαο τοὺς ἐν κύκλῳ περιεστῶτας καὶ θεωμένους τοτὲ μὲ μάστιξι μέχρι καὶ τῶν ἐνδοτάτω φλεβῶν καὶ ἀρτηριῶν καταξαινομένους, ὡς ἤδη καὶ τὰ ἐν μυχοῖς ἀπόρρητα τοῦ σώματος σπλάγχνα τε αὐτῶν καὶ μέλη κατοπτεύεσθαι, τοτὲ δὲ τοὺς ἀπὸ θαλάττης κήρυκας καί τινας ὀξεῖς ὀβελίσκους ὑποστρωννυμένους, καὶ διὰ παντὸς εἴδους κολάσεων καὶ βασάνων προϊόντας, καὶ τέλος θηρσὶν εἰς βορὰν παραδιδομένους.

μάλιστα δὲ ἱστοροῦσιν διαπρέψαι τὸν γενναιότατον Γερμανι κὸν, ὑπορρωννύντα σὺν θείᾳ χάριτι τὴν ἔμφυτο περὶ τὸν θάνατον τοῦ σώματος δειλίαν. βουλομένο γέ τοι τοῦ ἀνθυπάτου πείθειν αὐτὸν , προβαλλομε νου τε τὴν ἡλικίαν καὶ ἀντιβολοῦντος κομιδή νέο ὄντα καὶ ἀκμαῖον οἶκτον ἑαυτοῦ λαβεῖν , μὴ μελλη σαι, προθύμως δὲ ἐπισπάσασθαι εἰς ἑαυτὸν τὸ θη ῥίον, μονονουχὶ βιασάμενον καὶ παροξύναντα, ὡς τάχιον τοῦ ἀδίκου καὶ ἀνόμου βίου αὐτῶν ἀπαλλα γείη.

τούτου δὲ ἐπὶ τῷ διαπρεπεῖ θανάτῳ τὸ πό πλῆθος ἀποθαυμάσαν τῆς ἀνδρείας τὸν θεοφιλῆ μάρ τυρα καὶ τὴν καθόλου τοῦ γένους τῶν Χριστιανο ἀρετὴν, ἀθρόως ἐπιβοᾶν ἄρξασθαι “αἶρε τοὺς ἀθέους ζητείσθω Πολύκαρπος.’’

καὶ δὴ πλείστης ἐπὶ ταῖ

v.4.p.155
βοαῖς γενομένης ταραχῆς Φρύγα τινὰ τὸ γένος, Κόϊντον τοὔνομα, νεωστὶ ἐκ τῆς Φρυγίας ἐπιστάντα, ἰδόντα τοὺς θῆρας καὶ τὰς ἐπὶ τούτοις ἀπειλὰς καταπτῆξαι τὴν ψυχὴν μαλακισθέντα, καὶ τέλος τῆς σωτηρίας ἐνσθῦναι.

ἐδήλου δὲ τοῦτον ὁ τῆς προειρημένης γραφῆς λόγος προπετέστερον, ἀλλ᾿ οὐ κατ᾿ εὐλάβειαν ἐπιπηδῆσαι τῷ δικαστηρίῳ σὺν ἑτέροις, ἁλόντα δ᾿ οὖν ὅμως καταφανὲς ὑπόδειγμα τοῖς πᾶσι παρασχεῖν, ὅτι μὴ δέοι τοῖς τοιούτοις ῥιψοκινδύνως καὶ ἀνευλαβῶς ἐπιτολμᾶν. ἀλλὰ ταύτῃ μὲν εἶχε πέρας τὰ κατὰ τούτους.

τόν γε μὴν θαυμασιώτατον Πολύκαρπον τὰ μὲν πρῶτα τούτων ἀκούσαντα ἀτάραχον διαμεῖναι, εὐσταθὲς τὸ ἦθος καὶ ἀκίνητον φυλάξαντα, βούλεσθαί τε αὐτοῦ κατὰ τὴν πόλιν περιμένειν· πεισθέντα γε μὴν ἀντιβολοῦσι τοῖς ἀμφ᾿ αὐτὸν, καὶ ὡς ἂν ὑπεξέλθοι παρακαλοῦσι, προελθεῖν εἰς οὐ πόρρω διεστῶτα τῆς πόλεως ἀγρὸν, διατρίβειν τε σὺν ὀλιγοις ἐνταῦθα, νύκτωρ καὶ μεθ᾿ ἡμέραν οὔτε ἕτερον πράττοντα ἢ ταῖς πρὸς τὸν κύριον διακαρτεροῦντα εὐχαῖς, δι᾿ ὧν δεῖσθαι καὶ ἱκετεύειν, εἰρήνην ἐξαιτούμενον ταῖς ἀνὰ πᾶσαν τὴν οἰκουμένην ἐκκλησίαις· τοῦτο γὰρ καὶ εἶναι ἐκ τοῦ παντὸς αὐτῷ σύνηθες.

καὶ δὴ εὐχόμενον ἐν ὀπτασίᾳ τριῶν πρότερον ἡμερῶν τῆς συλλήψεως νύκτωρ ἰδεῖν τὸ ὑπὸ κεφαλῆς αὐτῷ στρῶμα ἀθρόως οὕτως ὑπὸ πυρὸς φλεχθὲν δεδαπανῆσθαι, ἔξυπνον δὲ ἐπὶ τούτῳ γενόμενον εὐθὺς ὑφερμηνεῦσαι τοῖς παροῦσι τὸ φανὲν, μονονουχὶ τὸ μέλλον προθεσπίσαντα, σαφῶς τε ἀνειπόντα τοῖς ἀμφ᾿ αὐτὸν ὅτι δέοι αὐτὸν διὰ Χριστὸν πυρὶ τὴν ζωὴν μεταλλάξαι.

ἐπικειμένων δὴ οὖν σὺν πάσῃ σπουδῇ τῶν ἀναζητούντων αὐτὸν αὖθις πρὸς τῆς τῶν ἀδελφῶν διαθέσεως καὶ στοργῆς ἐκβεβιασμένον μεταβῆ-

v.4.p.156
ναί φασιν ἐφ’ ἕτερον ἀγρὸν, ἔνθα μετ’οὐ πλεῖστον τοὺσ συνελαύνοντας ἐπελθεῖν, δύο δὲ τῶν αὐτόθι συλλαβεῖν παίδων, ὧν θάτερον αἰκισαμένους ἐπι– στῆναι δι’αὐτοῖ τῇ τοῦ Πολυκάρπου καταγωγῇ.

ὀψὲ δὲ τῆς ὥρας ἐπελθόντας αὐτὸν μὲν εὑρεῖν ἐν ὑπερᾠῳ κατακείμενον, ὅθεν δυνατὸν ὄν αὐτῷ ἐφ’ ἑτέραν μεταστῆναι οὀκίαν μὴ βεβουλῆσθαι, εἰπόντα “τὸ θέλημα τοῦ θεοῦ γινέσθω.”

Καὶ δὴ μαθὼν πα– ρόντας, ὡς ὁλόγος φηςὶ, καταβὰς αὐτοῖς διελέξατο, εὖ μάλα φαιδρῷ καὶ πραοτάτῳ προσώπῳ, ὡς καὶ θαῦμα δοκεῖν ὁρᾶν τοὺς πάλαι τοῦ ἀνδρὸς ἀγνῶτας, ἐναποβλέποντας τῷ τῆς ἡλικίας αὐτοῦ παλαιῷ καὶ τῷ σεμνῷ καὶ εὐσταθεῖ τοῦ προσώπου, καὶ εἰ το– σαύτη γένοιτο σπουδὴ ὑπὲρ τοῦ τοιοῦτον συλληφθῆ– ναι πρεσβύτην.

ὁ δ’ οὐ μελλήσας εὐθέως τρά– πεζαν αὐτοῖς παρατεθῆναι προστάττει, εἶτα τροφῆς ἀφθόνου μεταλαβεῖν ἀξιοῖ, μίαν τε ὥραν, ὡς ἄν προσεύξοιτο ἀδεῶς, παρ’αὐτῶν αἰτεπῖαι. ἐπιτρεψάν– των δὲ ἀναστὰς ηὔχετο, ἔμπλεως τῆς χάριτος ὤν τοῦ κυρίου, ὡς ἐκπληττεσθαι τοὺς παρόντας εὐχομένου αὐτοῦ ἀκροωμένους, πολλούς τε αὐτῶν μετανοεῖν ἤδη ἐπὶ τῷ τοιοῦτον ἀναιρεῖσθαι μέλλειν σεμνὸν καὶ θεοπρεπῆ πρεσβύτην,

ἐπὶ τούτοις ἡ περὶ αὐτοῦ γραφὴ κατὰ λέξιν ὧδέ πως τὰ ἑξῆς τῆς ἱστορίας ἔχει “ἐπεὶ δέ ποτε κατέπαυσε τὴν προσευχὴν, μνημονεύ– “σας ἁπάντων καὶ τῶν πώποτε συμβεβληκότων αὐτῷ “μικρῶν τε καὶ μεγόλων, ἐνδόξων τε καὶ ἀδόξων, “καὶ πάσης τῆς κατὰ τὴν οἰκουμένην καθολικῆς “ἐκκλησίας, τῆς ὥρας ἐλθούσης τοῦ ἐξιέναι, ὄνῳ “καθίσαντες αὐτὸν ἤγαγον εὶν πόλιν, ὄντος “σαββάτου μεγάλου, καὶ ὑπήντα αὐτῷ ὁ εἰρήναρ– “χος Ἡρώδης καὶ ὁ πατὴρ αὐτοῦ Νικήτης, οἳ καὶ

v.4.p.157
“μεταθέντες αὐτὸν εἰς τὸ ὄχημα ἔπειθον παρακαθεζό- “ μενοι καὶ λέγοντες· τί γὰρ κακόν ἐστιν εἰπεῖν, κύριε ῾Καῖσαρ , καὶ θῦσαι καὶ διασώζεσθαι;

ὁ δὲ τὰ “μὲν πρῶτα οὐκ ἀπεκρίνατο , ἐπιμενόντων δὲ αὐ- “τῶν ἔφη, οὐ μέλλω πράττειν ὃ συμβουλεύετέ μοι. οἱ “δὲ ἀποτυχόντες τοῦ πεῖσαι αὐτὸν δεινὰ ῥήματα ἔλε- “γον, καὶ μετὰ σπουδῆς καθῄρουν , ὡς κατιόντα ἀπὸ “ τοῦ ὀχήματος ἀποσῦραι τὸ ἀντικνήμιον. ἀλλὰ γὰρ “μὴ ἐπιστραφεὶς , οἷα μηδὲν πεπονθὼς , προθύμως “μετὰ σπουδῆς ἐπορεύετο , ἀγόμενος εἰς τὸ στάδιον. “

θορύβου δὲ τηλικούτου ὄντος ἐν τῷ σταδίῳ, ὡς μηδὲ πολλοῖς ἀκουσθῆναι , τῷ Πολυκάρπῳ εἰσιόντι “ εἰς τὸ στάδιον φωνὴ ἐξ οὐρανοῦ γέγονεν ἴσχυε , Πο- “λύκαρπε, καὶ ἀνδρίζου.’ καὶ τὸν μὲν εἰπόντα οὐδεὶς “εἶδεν, τὴν δὲ φωνὴν τῶν ἡμετέρων πολλοὶ ἤκουσαν.

προσαχθέντος οὑν αὐτοῦ θόρυβος ἠν μέ- “γας, ἀκουσάντων ὅτι Πολύκαρπος συνείληπται. λοι- “πὸν οὖν προσελθόντα ἀνηρώτα ὁ ἀνθύπατος εἰ αὐτὸς εἴη Πολύκαρπος. καὶ ὁμολογήσαντος ἔπειθεν ἀρνεῖσθαι λέγων ‘αἰδέσθητί σου τὴν ἡλικίαν᾿ καὶ ἕτερα τούτοις ἀκόλουθα, ἃ σύνηθες αὐτοῖς λέγειν ἐστίν ῾ὄμοσον τὴν Καίσαρος τύχην , μετανόησον εἶ- ‘πον· ‘αἶρε τοὺς ἀθέους.’

ὁ δὲ Πολύκαρπος ἐμβριθεῖ τῷ προσώπῳ εἰς πάντα τὸν ὄχλον τὸν ἐν τῷ σταδίῳ ἐμβλέψας , ἐπισείσας αὐτοῖς τὴν χεῖρα, στενάξας τε καὶ ἀναβλέψας εἰς τὸν οὐρανὸν εἶπεν ῾ αἶρε τοὺς ἀθέους.’

ἐγκειμένου δὲ τοῦ ἡγουμένου καὶ λέγοντος ‘ὄμοσον, καὶ ἀπολύσω σε, λοιδόρησον τὸν Χριστόν,’ ἔφη ὁ Πολύκαρπος· ‘ὀγδοήκοντα καὶ ἓξ ἔτη δουλεύω αὐτῷ , καὶ οὐδέν με ἠδίκησε · καὶ πῶς δύναμαι βλασφημῆσαι τὸν βασιλέα μου, τὸν σώσαντά με;