Historia Ecclesiastica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 4. Dindorf, Luwdig, editor. Leipzig: Teubner, 1871.

ἐπιμένοντος δὲ πάλιν αὐτοῦ καὶ λέγοντος

v.4.p.158
“‘ὄμοσον τὴν Καίσαρος τύχην; ὁ Πολύκαρπος ῾ εἰ κε “νοδοξεῖς’ φησὶν, ‘ἵνα ὀμόσω τὴν Καίσαρος τύχη “ὡς λέγεις, προσποιούμενος ἀγνοεῖν ὅστις εἰμὶ, μεη παρρησίας ἄκουε· Χριστιανός εἰμι. εἰ δὲ θέλεις το “τοῦ Χριστιανισμοῦ μαθεῖν λόγον , δὸς ἡμέραν κα ‘ἄκουσον.’

ἔφη ὁ ἀνθύπατος πεῖσον τὸν δῆμον “ Πολύκαρπος ἔφη ‘σὲ μὲν καὶ λόγου ἠξίωσα· δε(??) “δάγμεθα γὰρ ἀρχαῖς καὶ ἐξουσίαις ὑπὸ θεοῦ τετα ‘γμέναις τιμὴν κατὰ τὸ προσῆκον τὴν μὴ βλάπτο(??) “σαν ἡμᾶς ἀπονέμειν, ἐκείνους δὲ οὐκ ἀξίους ἡγοῦμα “τοῦ ἀπολογεῖσθαι αὐτοῖς.’

ὁ δὲ ἀνθύπατος ἔς “ “θηρία ἔχω · τούτοις σε παραβαλῶ, ἐὰν μὴ μετανοή- ῾σῃς.’ ὁ δὲ εἶπεν ‘κάλει, ἀμετάθετος γὰρ ἡμῖν ἡ ἀπὸ τῶν κρειττόνων ἐπὶ τὰ χείρω μετάνοια , καλὸν δὲ “ μετατίθεσθαι ἀπὸ τῶν χαλεπῶν ἐπὶ τὰ δίκαια.’

ὁ δὲ πάλιν πρὸς αὐτὸν ‘πυρί σε ποιήσω δαμασθ(??) “ ναλ, ἐὰν τῶν θηρίων καταφρονῇς , ἐὰν μὴ μετανο(??) “σῃς.’ Πολύκαρπος εἶπε ῾πῦρ ἀπειλεῖς πρὸς ὥρα “ καιόμενον καὶ μετ’ ὀλίγον σβεννύμενον· ἀγνοεῖς γα “τὸ τῆς μελλούσης κρίσεως καὶ αἰωνίου κολάσεως τοῖ “ἀσεβέσι τηρούμενον πῦρ. ἀλλὰ τί βραδύνεις ; φέρ “ἃ βούλει.’

ταῦτα δὲ καὶ ἕτερα πλείω λέγων θάρ σους καὶ χαρᾶς ἐνεπίμπλατο , καὶ τὸ πρόσωπον αυ τοῦ χάριτος ἐπληροῦτο , ὥστε μὴ μόνον μὴ συμπε “σεῖν ταραχθέντα ὑπὸ τῶν λεγομένων πρὸς αὐτὸν “ἀλλὰ τοὐναντίαν τὸν ἀνθύπατον ἐκστῆναι, πέμψα “ τε τὸν κήρυκα καὶ ἐν μέσῳ τῷ σταδίῳ κηρῦξαι τρὶ Πολύκαρπος ὡμολόγησεν ἑαυτὸν Χριστιανὸν εἶναι “

τούτου λεχθέντος ὑπὸ τοῦ κήρυκος πᾶν τὸ πλῆ “θος τῶν ἐθνῶν τε καὶ Ἰουδαίων τῶν τὴν Σμύρνα “ κατοικούντων ἀκατασχέτῳ θυμῷ καὶ μεγάλῃ φων “ ἐβόα οὗτός ἐστιν ὁ τῆς Ἀσίας διδάσκαλος , ὁ πατη

v.4.p.159
“τῶν Χριστιανῶν, ὁ τῶν ἡμετέρων θεῶν καθαιρέ- “της, ὁ πολλοὺς διδάσκων μὴ θύειν μηδὲ προσκυ- “νεῖν.᾿

ταῦτα λέγοντες ἐπεβόων καὶ ἠρώτων τὸν “ἀσιάρχην Φίλιππον, ἵνα ἐπαφῇ τῷ Πολυκάρπῳ λέ- “οντα. ὁ δὲ ἔφη μὴ εἶναι ἐξὸν αὐτῷ, ἐπειδὴ πεπλη- “ρώκει τὰ κυνηγέσια. τότε ἔδοξεν αὐτοῖς ὁμοθυμα- “δὸν ἐπιβοῆσαι, ὥστε ζῶντα τὸν Πολύκαρπον κατα- “καῦσαι.

ἔδει γὰρ τὸ τῆς φανερωθείσης αὐτῷ “ἐπὶ τοῦ προσκεφαλαίου ὀπτασίας πληρωθῆναι, ὅτε “ἰδὼν αὐτὸ καιόμενον προσευχόμενος εἶπεν ἐπιστρα- “φεὶς τοῖς μετ᾿ αὐτοῦ πιστοῖς προφητικῶς ῾δεῖ με “ζῶντα κατακαῆναι.᾿

ταῦτα οὖν μετὰ τοσούτου “τάχους ἐγένετο, θᾶττον ἢ ἐλέγετο, τῶν ὄχλων πα- “ραχρῆμα συναγόντων ἐκ τῶν ἐργαστηρίων καὶ ἐκ “τῶν βαλανείων ξύλα καὶ φρύγανα, μάλιστα Ἰου- “δαίων προθύμως, ὡς ἔθος αὐτοῖς, εἰς ταῦτα ὑπουρ- “γούντων.

ἀλλὰ ὅτε ἡ πυρὰ ἡτοιμάσθη, ἀποθέ- “μενος ἑαυτῷ πάντα τὰ ἱμάτια καὶ λύσας τὴν ζώνην “ἐπειρᾶτο καὶ ὑπολύειν ἑαυτὸν, μὴ πρότερον τοῦτο “ποιῶν, διὰ τὸ ἀεὶ ἕκαστον τῶν πιστῶν σπουδάζειν “ὅστις τάχιον τοῦ χρωτὸς αὐτοῦ ἐφάψηται· ἐν παντὶ “γὰρ ἀγαθῆς ἕνεκεν πολιτείας καὶ πρὸ τῆς πολιᾶς “ἐκεκόσμητο.

εὐθέως οὖν αὐτῷ περιετίθετο τὰ “πρὸς τὴν πυρὰν ἡρμοσμένα ὄργανα, μελλόντων δὲ “αὐτῶν καὶ προσηλοῦν αὐτὸν εἶπεν ῾ἄφετέ με οὕτως· “ὁ γὰρ διδοὺς ὑπομεῖναι τὸ πῦρ δώσει καὶ χωρὶς τῆς “ὑμετέρας ἐκ τῶν ἥλων ἀσφαλείας ἀσκύλτως ἐπιμεῖ- “ναι τῇ πυρᾷ.᾿ οἱ δὲ οὐ καθήλωσαν, προσέδησαν δὲ “αὐτόν.

ὁ δὲ ὀπίσω τὰς χεῖρας ποιήσας, καὶ “προσδεθεὶς ὥσπερ κριὸς ἐπίσημος ἀναφερόμενος “ἐκ μεγάλου ποιμνίου ὁλοκαύτωμα δεκτὸν θεῷ παν- “τοκράτορι, εἶπεν

῾ὁ τοῦ ἀγαπητοῦ καὶ εὐλογη-

v.4.p.160
“τοῦ παιδός σου Ἰησοῦ Χριστοῦ πατὴρ , δι’ οὗ τὴν “περὶ σὲ ἐπίγνωσιν εἰλήφαμεν, ὁ θεὸς ἀγγέλων κα “ δυνάμεων καὶ πάσης τῆς κτίσεως παντός τε τοῦ γε νους τῶν δικαίων, οἳ ζῶσιν ἐνώπιόν σου, εὐλογῶ “ὅτι ἠξίωσάς με τῆς ἡμέρας καὶ ὥρας ταύτης, το “λαβεῖν μέρος ἐν ἀριθμῷ τῶν μαρτύρων, ἐν τῷ ποτη ῾ρίῳ τοῦ Χριστοῦ , εἰς ἀνάστασιν ζωῆς αἰωνίου ψυ “ χῆς τε καὶ σώματος, ἐν ἀφθαρσίᾳ πνεύματος ἁγίον “

ἐν οἷς προσδεχθείην ἐνώπιόν σου σήμερον “ θυσίᾳ πίονι καὶ προσδεκτῇ, καθὼς “ προφανερώσας καὶ πληρώσας ὁ ἀψευδὴς καὶ ἀληθι “νὸς θεός.

διὰ τοῦτο καὶ περὶ πάντων σὲ αἰνο “σὲ εὐλογῶ, σὲ δοξάζω , διὰ τοῦ αἰωνίου ἀρχιερέο ῾ Ἰησοῦ Χριστοῦ τοῦ ἀγαπητοῦ σου παιδὸς, δι “σοι σὺν αὐτῷ ἐν πνεύματι ἁγίῳ δόξα, καὶ νῦν καὶ εἰ “ τοὺς μέλλοντας αἰῶνας, ἀμήν.’

ἀναπέμψαντα δὲ αὐτοῦ τὸ ἀμὴν καὶ πληρώσαντος τὴν προσευχη “οἱ τοῦ πυρὸς ἄνθρωποι ἐξῆψαν τὸ πῦρ, μεγάλης “ ἐκλαμψάσης φλογὸς θαῦμα εἴδομεν οἶς ἰδεῖν ἐδόθη “ οἳ καὶ ἐτηρήθησαν εἰς τὸ ἀναγγεῖλαι τοῖς λοιποῖς γενόμενα.

τὸ γὰρ πῦρ καμάρας εἶδος ποιῆσαη “ὥσπερ ὥσπερ ὀθόνης πλοίου ὑπὸ πνεύματος πληρουμένης “κύκλῳ περιετείχισε τὸ σῶμα τοῦ μάρτυρος, καὶ ἦη “ εἰς μέσον οὐχ ὡς σὰρξ καιομένη, ἀλλ’ ὡς χρυσο “καὶ ἄργυρος ἐν καμίνῳ πυρούμενος. καὶ γὰρ εὐα “ δίας τοιαύτης ἀντελαβόμεθα, ὡς λιβανωτοῦ πνέοη “τος ἢ ἄλλου τινὸς τῶν τιμίων ἀρωμάτων.

πε ῾ρας γοῦν ἰδόντες οἱ ἄνομοι μὴ δυνάμενον τὸ σῶμα ὑπὸ τοῦ πυρὸς δαπανηθῆναι ἐκέλευσαν προσελ- “θόντα αὐτῷ κομφἐκτορα παραβῦσαι τὸ ξίφος.

“καὶ τοῦτο ποιήσαντος ἐξῆλθε πλῆθος αἵματος, ὥστε ῾κατασβέσαι τὸ πῦρ, καὶ θαυμάσαι πάντα τὸν ὄχλον,

v.4.p.161
“εἰ τοσαύτη τις διαφορὰ μεταξὺ τῶν τε ἀπίστων καὶ “τῶν ἐκλεκτῶν, ὧν εἷς καὶ οὗτος γέγονεν ὁ θαυμα- “σιώτατος ἐν τοῖς καθ’ ἡμᾶς χρόνοις διδάσκαλος ἀπο- “στολικὸς καὶ προφητικὸς , γενόμενος ἐπίσκοπος τῆς “ἐν Σμύρνῃ καθολικῆς ἐκκλησίας. πᾶν γὰρ ῥῆμα, ὃ “ἀφῆκεν ἐκ τοῦ στόματος αὐτοῦ, καὶ ἐτελειώθη καὶ “τελειωθήσεται.

ὁ δὲ ἀντίζηλος καὶ βάσκανος καὶ “πονηρὸς, ὁ ἀντικείμενος τῷ γένει τῶν δικαίων, ἰδὼν “τὸ μέγεθος αὐτοῦ τῆς μαρτυρίας καὶ τὴν ἀπ’ ἀρχῆς “ ἀνεπίληπτον αὐτοῦ πολιτείαν, ἐστεφανωμένον τε τὸν ῾τῆς ἀφθαρσίας στέφανον καὶ βραβεῖον ἀναντίρρη- “ ’τον ἀπενηνεγμένον , ἐπετήδευσεν ὡς μηδὲ τὸ σω- “μάτιον αὐτοῦ ὑφ’ ἡμῶν ληφθείη, καίπερ πολλῶν ἐπιθυμούντων τοῦτο ποιῆσαι, καὶ κοινωνῆσαι τῷ ἁγίῳ αὐτοῦ σαρκίῳ.