Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

εἰ γὰρ ἐξ εἱμαρμένης τόδε τι γενήσεσθαι νομίζοι, εἴτε πονοίημεν ἡμεῖς περὶ αὐτὸ καὶ σπουδάζοιμεν εἴτε καὶ μὴ, πῶς οὐκ ἄν τις ἐθελήσειε τὸ ῥᾷον αἱρεῖσθαι, παρεὶς ἑαυτὸν καὶ ἀμελῶν, ὡς ἐξ εἱμαρμένης καὶ ἀνάγκης γενησομένου τοῦ πραχθησομένου;

ὅθεν καὶ λεγόν-

v.1.p.277
τῶν ἔστιν ἀκοῦσαι τῶν πολλῶν ὅτι ἄρα πραχθήσεται τοῦτο , εἴ γε εἵμαρταί μοι , καὶ τί με χρὴ παρέχειν ἐμαυτῷ πράγματα;

εἰ γὰρ ὁ ἐπὶ στρατείαν ὁρμῶν οὐκ ἐκ προαιρέσεως οἰκείας τοῦτ’ ἔπραττεν, ελαυνόμενος δὲ ὑπὸ τῆς ἔξωθεν ἀνάγκης , δῆλον ὅτι καὶ ὁ ἐπὶ λῃστείαν καὶ τυμβωρυχίας καὶ ἐπὶ τὰς ἄλλας ἤτοι ἀνοσιουργίας καὶ ἀκολασίας ἢ κοσμίους καὶ σώφρονας ἐπιτηδεύσεις ’ τοῦτο γὰρ ἂν εἴη ἀκόλουθον τῷ περὶ εἱμαρμένης λόγῳ.

πῶς οὖν ὁ ταῦτα μὴ ἐξ αὑτοῦ ἡγούμενος ἐγχειρεῖν, ἀλλ’ ὑπὸ τῆς ἐξωθεν ἀνάγκης προσέξοι ἄν ποτε τῷ νουθετοῦντι καὶ διδάσκοντι σκοντι μὴ ἑαυτὸν ἐπιδιδόναι ἔκδοτον τοῖς προειρημένοις ;

εἴποι γὰρ ἂν πρὸς τὸν νουθετοῦντα ὡς καὶ τῶν πρὸ ἡμῶν τισὶν εἴρηται, τί με, ὦ ἄνθρωπε, νουθετεῖς ; ταῦτα γὰρ οὐ δήπου ἐστὶν ἐπ’ ἐμοὶ, τὸ μεταβάλλειν βάλλειν τὴν προαίρεσιν· ἡ γὰρ εἱμαρμένη προκατεί ληφε.