Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

πάντα δ’ εἱμαρμένης διὰ τῶν χρησμῶν ἀναρτήσας ὁ δαίμων, καὶ τὸ ἐφ’ ἡμῖν ἐκ τῆς αὐτοπροαιρέτου κινήσεως ἀνελὼν, λὼν, ἀνάγκῃ δὲ καὶ τοῦτο καταδουλώσας , θέα εἰς οἷον κακῶν δογμάτων ὄλεθρον τοὺς αὐτῷ πειθομέ-

v.1.p.276
νους καταβέβληκεν.

εἰ γὰρ ἄστροις καὶ εἱμαρμένῃ οὐ μόνα τὰ ἐκτὸς, ἀλλὰ καὶ τὰς κατὰ λογισμὸν προθυμίας ἀναθετέον, καί τις ἀπαραίτητος ἀνάγκη τὰς ἀνθρωπίνας ἐκβιάζεται γνώμας, οἰχήσεταί σοι φιλοσοφία, οἰχήσεται χαὶ εὐσέβεια· οὐδέ τις ἦν τοῖς σπουδαίοις ἔπαινος ἀρετῆς, οὐδέ τις θεοφιλία, οὐδὲ τῶν ἐν ἀσκήσει πόνων καρπὸς ἐπάξιος, ἀνάγκης καὶ εἱμαρμένης τὴν αἰτίαν πάντων ἀναδεδεγμένης.

οὐ δὴ οὖν προσήκει καταμέμφεσθαι τοῖς περὶ τὸν βίον πλημμελοῦσιν, οὐδέ γε τοῖς ἀσεβέσι καὶ ἐπιρρητοτάτοις, ἀλλ᾿ οὐδὲ τοὺς σπουδαίους θαυμάζειν· ταύτῃ δὲ, ὡς ἔφην, οἰχήσεται καὶ τὸ μέγα τῆς φιλοσοφίας κλέος, οὐκ αὐτοπροαιρέτου μελέτης καὶ ἀσκήσεως, ἀλλ᾿ ἐκ τῆς τῶν ἄστρων ἀνάγκης ἀπῃωρημένον.

ὅρα οὖν εἰς οἷον κακῶν δογμάτων βυθὸν οἱ θαυμάσιοι θεοὶ καταβεβλήκασι, καὶ σκέψαι ὡς εἰς ἀσωτίαν καὶ ἀδικίαν καὶ ἄλλα μυρία κακὰ παρορμᾷ καὶ προτρέπει τουτὶ τὸ δόγμα, ἀνατροπὴν τοῦ παντὸς βίου ἀθρόως κατεργαζόμενον.

εἰ γοῦν τις αὐτόθεν πιστεύσειε τοῖς θαυμαστοῖς τῶν θεῶν χρησμοῖς, ὅτι τε τὸ ἀληθεύειν καὶ τὸ ψεύδεσθαι οὐχ ἡμέτερον ἔργον ἦν, ἀλλὰ τῆς ἀπαραιτήτου εἱμαρμένης, καὶ τὸ θέλειν ἐπὶ στρατείαν ἢ ἐπ᾿ ἄλλο τι τῶν πρακτέων ὁρμᾶν, καὶ τὸ μὴ θέλειν τὰ τοιάδε, πῶς οὐκ ἂν ἐθελήσειεν ἀμελεῖν καὶ καταρρᾳθυμεῖν ἐν ἅπασι τοῖς μὴ ἄνευ καμάτων καὶ πόνων καὶ τῆς ἡμῶν αὐτῶν προθυμίας κατορθοῦσθαι δυναμένοις;