Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

τί οὖν δεῖ συντετάσθαι πρὸς ἃ οὐδὲ προ- θυμεῖσθαι δυνήσομαι, εἰ μὴ καὶ τοῦτο καθείμαρταί μοι; προθυμήσομαι δὲ, εἰ καθείμαρται, καὶ ἄνευ τῆς σῆς διδασκαλίας ὑπὸ τῆς εἱμαρμένης ἀγόμενος. τί οὖν μάτην σεαυτῷ ἐνοχλεῖς;

ἀλλ’ εἰ καὶ τὸ σὲ παραινεῖν καὶ διδάσκειν φήσεις κατὰ ἀνάγκην ἐπιτελεῖδθαι εἰς τὸ παραινεῖν καὶ πείθειν ἐμὲ τοιαῦτα, ἀλλὰ κἀν τούτῳ τί χρὴ σπουδάζειν; ἀργὴ γὰρ καὶ ἀνωφελὴς ἡ παραίνεσις. εἰ γὰρ εἵμαρταί μοι , φιλο- πονήσω ’ εἰ δὲ μὴ εἵμαρται , ματαίαν ποιεῖσθαι τὴν σπουδὴν ἀμφοτέρους συμβήσεται.

πῶς δὲ οὐ μᾶλλον ἀπορρᾳθυμῶν εἴποι ἂν πρὸς ἑαυτὸν ὁ ταύτην ἔχων τὴν δόξαν, ἄγε μηδαμῶς φιλοπονήσω , μηδὲ μάτην ἐνοχλήσω ἐμαυτῷ· γενήσεται γὰρ τὸ εἱμαρτὸν ἐξ ἀνάγκης· κης· ὁ δὲ περί τι σπουδάζων, ἢ διδάσκων ἢ προτρέιτςε τρέπων ἑαυτὸν ἢ ἄλλον καὶ τὸ πείθεσθαι καὶ τὸ μὴ

v.1.p.278
πείθεσθαι , καὶ τὸ ἁμαρτάνειν καὶ μὴ, τό τε ἐπιτιμᾶν. ἁμαρτάνουσι , καὶ τὸ ἐπαινεῖν τοὺδθοῦντααα θοῦντας, πῶς οὐκ ἐναργῶς ἐλέγχεται τὸ μὲν ἔργον καταλιπὼν τοῦ παρ’ ἡμῖν καὶ τοὐ αὐτεξουσίου, τὸ δὲ τῆς εἱμαρμένης ὄνομα αὐτῷ συνάπτων μόνον;

ὥσπερ εἰ τις τὴν τοῦ ἀγαθοῦ φύσιν, ἧς κατὰ τὴν παρουσίαν ἄριστα διοικεῖται τὸ ζῷον, τῷ τοῦ κακοῦ προσαγορεύοι ὀνόματι. οὕτω γὰρ ἐπεὶ ἐναργῶς ἑαυτῶν αἰσθανόμεθα μὴ βιαζομένων ὑπ’ ἄλλης τινὸς αἰτίας ἐν τῷ παιδεύειν τοὺς υἱεῖς καὶ μαστίζειν τοὺς οἰκέτας ἁμαρτήσαντας , καὶ ἐν τῷ τόδε τι βούλεσθαι καὶ μὴ βούλεσθαι, ἀλλ’ αὐτοτελῶς ἐκ τῆς ἰδίας ἐξουσίας σίας εἰς τὰς τοιαύτας κινήσεις ἀφικνουμένων, ἁμαρτάνοι ἂν ὁ ταῦτα λέγων γίνεσθαι καθ’ εἱμαρμένην, πρὸς τὸ παραλύειν τάς τε ἡμῶν αὐτῶν προθυμίας καὶ τὰς εἰς ἄλλους γινομένας παρακλήσεις καὶ νουθετήσεις, ἐξ ὧν ὁρῶμεν μάλιστα κατορθούμενα τὰ τῶν ἀνθρώπων πράγματα.

καὶ μὴν καὶ νόμους ἀνατρέποι ἂν οὗτος ὁ λόγος τοὺς τοῦ συμφέροντος ἕνεκεν ἀνθρώποις κειμένους. τί γὰρ δεῖ προστάττειν ἢ ἀπαγορεύειν τοῖς ὑφ’ ἑτέρας ἀνάγκης κατεσχημένοις ; ἀλλ’ οὐδὲ τοὺς ἁμαρτάνοντας δεήσει κολάζειν μὴ παρὰ τὴν αὐτὴν αἰτίαν ἡμαρτηκότας, οὐδὲ τοῖς τὰ κάλλιστα πράττουσι τιμὰς ἀπονέμειν, ὧν ἑκάτερον πολλὴν αἰτίαν παρέσχηκεν εἰς ἀναστολὴν ἀδικίας καὶ εἰς εὐποιίας ἑτοιμότητα.