Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

εἶπε γοῦν ὁ Ἀπόλλων ποτὲ, τοιαύτης οὒσης τῆς καταστάσεως, ὡς ἐδείξαμεν, πονηρᾶς τοῦ περιέχοντος, κλεῖε βίην κάρτος τε λόγων · ψευδηγόρα λέξω. καὶ ὅτι ταῦτα ἀληθῆ ἐστιν ἅπερ ἔφαμεν δηλώσει τὰ ὢ λόγια.

ἔφη γοῦν τις κληθεὶς τῶν θεῶν

v.1.p.275
  • σήμερον οὐκ ἐπέοικε λέγειν ἄστρων ὁδὸν ἱρήν ’
  • ἕδρανα μαντοσύνης γὰρ ἐν ἄστρασι νῦν πεπέδηται.
  • καὶ ἐπιλέγει

    “ Πέφηνεν ἄρα πόθεν πολλάκις τὸ ψεῦδος συνί- σταται.”

    Ἀρά σοι πέπαυται λοιπὸν τὰ τῆς ἀμφιβόλου γνώμης, ὅτι μηδέν τι ἢν θεῖον ἐν τοῖς τῶν θεῶν χρησμοῖς. πῶς γάρ ποτε τὸ θεῖον ψεύσαιτ’ ἂν, τὴν φύσιν ὂν ἀψευδέστατον , εἴ γε ἀψευδὲς τὸ θεῖον; πῶς δὲ ἀγαθὸς δαίμων ταῖς ψευδολογίαις ἀπατήσειέ ποτε τοὺς χρωμένους ; πῶς δ’ ἂν εἴη κρεῖττον ἀνθρώπου τὸ τῇ τῶν ἄστρων φορᾷ πεπεδημένον;

    θνητὸς μὲν οὑν ἀνὴρ βραχεῖαν ἀρετῆς σπουδὴν εἰσενεγκάμενος οὔποτ’ ἂν ψεύσαιτο, τἀληθὲς προτιμᾶν προθέμενος, οὐδ’ εἱμαρμένης ἀνάγκην οὐδ’ ἄστρων φορὰν αἰτιάσαιτο ψευσάμενος· ἀλλ’ εἰ καὶ τῷ σώματι πῦρ τις ἢ σίδηρον προσφέροι, διαφθείρειν ἐξαναγκάζων τὸν ἀληθῆ λόγον, ἀλλὰ καὶ πρὸς τοῦτο ἐλευθε- ροστομῶν ἀντιφθέγξεται,

  • ἴτω μὲν πῦρ , ἴτω δὲ φάσγανα ·
  • τέμνε, κάταιθε σάρκας , ἐμπλήσθητί μου
  • πίνων κελαινὸν αἷμα· πρόσθε γὰρ κάτω
  • γῆς εἶσιν ἄστρα, γῆ δ’ ἄνεισ’ ἐς οὐρανὸν,
  • πρὶν ἐξ ἐμοῦ σοι θῶπ’ ἀπαντῆσαι λόγον.
  • τὸ δέ γε λαοπλάνον καὶ ἀπατηλὸν δαιμόνιον σκήπτεται τοὺς ἄφρονας σοφιζόμενον, ἔν ἐν οἶς ἂν τῆς τοῦ μέλλοντος προρρήσεως ἀποπίπτοι καταφυγὴν αὐτῷ τῆς ἀλογίας τὴν εἱμαρμένην πορίζοιτο.