Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

ἤδη δὲ κατ’ εἶδος ἰδίως ἕκαστα τῶν γιγνομένων τὰ μὲν ἔξει, τὰ δὲ φύσει, τὰ δὲ ὁρμῇ καὶ φαντασίᾳ, τὰ δὲ λογισμῷ καὶ οἰκείᾳ κρίσει τε καὶ προαιρέσει κινούμενα , καὶ ἄλλα μὲν κατὰ προηγούμενον λόγον γιγνόμενα, ἕτερα δὲ κατ’ ἐπι-

v.1.p.280
συμβεβηκότα τοῖς προηγουμένως γεγονόσι, ποικίλην καὶ πολύτροπον τὴν τοῦ παντὸς συνεστήσατο διακόσμησιν, ἑκάστῳ γένει τῶν ὄντων ἰδίαν καὶ ἀφωρισμένην τινὰ φύσεως κατασκευὴν τοῦ τῶν ὅλων αἰτίου διανείμαντος.

σχολῇ μὲν οὖν τις τὸν περὶ τῶν ἄλλων διεξέλθοι λόγον, τὸν δὲ περὶ τοῦ αὐτεξουσίου ῥᾷον ἂν καταμάθοι ὡδε

ἐπεὶ μὴ μονογενὲς χρῆμα μηδ’ ἐκ μιᾶς συνεστὼς φύσεως τυγχάνει ὢν ὁ ἄνθρωπος, ἐκ δυοῖν δὲ ἐναντίων εἴληχε τὴν σύνοδον, σώματος καὶ ψυχῆς, τοῦ μὲν κατὰ συμβεβηκὸς ὀργάνου τῇ ψυχῇ δεδεμένου , τῆς δὲ νοερᾶς οὐσίας κατὰ τὸν προηγούμενον ὑποστάσης λόγον, καὶ τοῦ μὲν ἀλόγου, τῆς δὲ λογικῆς τυγχανούσης, καὶ τοῦ μὲν φθαρτοῦ, τῆς δὲ ἀφθάρτου, καὶ θατέρου θνητοῦ, θατέρας δὲ ἀθανάτου, ὥσθ’ ἡμᾶς θηρσὶ μὲν ἀλόγοις ἀδελφὸν φέρειν τὸ σῶμα, ψυχὴν δὲ τῇ λογικῇ καὶ ἀθανάτῳ φύσει συγγενῆ ’ ταύτῃ τοι εἰκὸς τὸ διφυὲς τουτὶ βλάστημα, διττῆς ἅτε φύσεως κεκοινωνηκὸς , διττῷ καὶ διαφόρῳ τὸ ζῆν ἀπευθύνειν τρόπῳ, τοτὲ μὲν φύσει σώματος δουλεῦον, τοτὲ δὲ τῇ θειοτέρᾳ μοίρᾳ τὴν οἰκείαν ἀσπαζόμενον ἐλευθερίαν· ὡς καὶ δοῦλον εἶναι τὸν αὐτὸν καὶ ἐλεύθερον, τοιαύτην τινὰ παρὰ τοῦ θεοῦ, δι’ οὓς οἶδε λόγους αὐτὸς, κεκληρωμένον ψυχῆς καὶ σώματος ἐπιμιξίαν.

εἰ δὴ οὑν τις τὰ κατὰ φύσιν ἤτοι τοῦ σώματος ἢ καὶ τῆς ψυχῆς , εἱμαρμένης ὀνόματι χρώμενος, ὑπ’ αἰτίαν ἀνάγκης καταβάλλοι, διαμάρτοι ἂν τῆς οἰκείας προσηγορίας. εἰ γὰρ εἱμαρμένης ἀνάγκη τις ἦν ἀκώλυτος, πολλὰ δὲ τῶν τῷ σώματι καὶ τῇ ψυχὴ κατὰ φύσιν προσόντων παραποδίζεται, μυρία τε ἔξωθεν ἄλλα συναντᾷ παρὰ φύσιν κατά τι συμβεβηκὸς καὶ ψυχῇ καὶ σώματι παρεπόμενα, επόμενα, πῶς ἂν εἴη ταὐτὸν εἱμαρμένη καὶ φύσις;

v.1.p.281

εἰ γὰρ ἀπαράλλακτόν φασιν εἷναι τὴν εἱξμαρμένην, καὶ μὴ δύνασθαι τι παρ’ αὐτὴν γίνεσθαι (ἀνάγνην, γὰρ εἶναι ἀπαραίτητον·) πολλὰ δὲ, ὡς ἔφην, παρὰ τὰ κατὰ φύσιν καὶ ψυχὴ καὶ σώματι συμβαίνει, οὐκ ἂν ὀρθῶς τις ὀνομάζοι ταὐτὸν εἶναι λέγων εἱμαρμένην καὶ φύσιν.