Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

γένοιτ’ ἂν οὑν τῶν ὄντων ἐν ἡμῖν τὰ μὲν κατὰ λογισμὸν καὶ προαίρεσιν τὴν ἐφ’ ἡμῖν γιγνόμενα, οἶα τὰ κατὰ φύσιν ψυχῆς, τὰ δὲ κατὰ φύσιν τοῦ σώματος, τὰ δὲ τούτοις μὲν συμβεβηκότα, ψυχῇ λέγω καὶ σώματι, ἑτέροις δὲ συντελούμενα κατὰ φύσιν· ἀλλ’ οὔτε τῆς ψυχῆς τὸ ἐφ’ ἡμῖν οὔτε τοῦ σώματος τὸ κατὰ φύσιν , οὐδὲ μὴν τῶν ἔξωθεν τὸ κατὰ συμβεβηκὸς, ἐνδίκως ἄν τις ἀποστεροίη τὸν αἴτιον.

θεὸς γὰρ αὐτὸς ὁ τῶν ὅλων καὶ τῶν ἐφ’ ἡμῖν, καὶ τῶν κατὰ φύσιν, καὶ τῶνκατὰ κατὰ συμβεβηκὸς δημιουργὸς ὢν ἀποπέφανται. καθόλου γὰρ περὶ πάντων ἀκουστέον τῆς θείας γραφῆς, τὸ “ αὐτὸς εἶπεν , καὶ ἐγενήθησαν· αὐτὸς ἐνετείλατο, καὶ ἐκτίσθησαν” ἀποφηναμένης.

εἰ δὴ οὖν βουλομένοις ποτέ τινα ἕτερα παρὰ τὴν ἡμετέραν γνώμην συμβαίνει, ὑπομνηστέον αὐτοὺς ὡς ἄρα τοῦτ’ ἦν ἐκεῖνο τὸ διττὸν καὶ ἑτερογενὲς τῆς ἐν ἡμῖν συμπλοκῆς, λέγω δὴ ψυχῆς καὶ σώματος, παρ’ ὃ καὶ ψυχῆς οὐσία, τὴν φύσιν οὖσα νοερὰ καὶ λογικὴ , ἐν νηπιάζοντι κατὰ φύσιν σώματι παρὰ φὐσιν αὐτὴ χώραν ἀλόγου μετείληφε· καὶ νοῦς ὁ φρονήσεως οἰκεῖος ἀφραίνει πολλάκις κατά τι συμβεβηκὸς, παρατραπεὶς ἐν ὑπερβαλλούσαις φέρε σώματος ἀρρωστίαις.

πολλάκις δὲ καὶ γήρας ἐπελθὸν σώματι κατὰ φύσιν τῶν κατὰ τὴν ἀκμὴν κατορθωμάτων τὴν διάνοιαν ἀπεστέρησε, τῆς νοερᾶς ψυχῆς τὸ λογικὸν παρὰ φύσιν ἀμβλῦναν.

αἰκίαι δ’ αὖ πάλιν

v.1.p.282
καὶ ἀλγηδόνες σώματι πηρώσεις τε ἐπισυμβᾶσαι πάρα φύσιν, τὸ αὐθεκούσιον τῆς ψυχῆς παρὰ τὸ συμβεβη- κὸς ἐξενίκησαν, ἐνδούσης ταῖς ἀλγηδόσι διὰ τὴν πρὸς τὸ σῶμα συμπλοκήν ’ ὡς ἁλίσκεσθαι δεσμὸν ἄφυκτον ἐμποδὼν προβεβλῆσθαι τῷ κατὰ ψυχὴν ἐλευθέρῳ τοτὲ μὲν τὴν τοῦ σώματος φύσιν, τοτὲ δὲ τὰ ἐκτὸς ἐπισυμβαίνοντα.