Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

ἀλλὰ καὶ τὴν πρὸς τὸ θεῖον εὐσέβειαν ἀνατρέποι ἂν ἥδε ἡ δόξα , εἴ γε μηδὲν ἡμῖν ὁ θεὸς, μηδὲ μὴν αὐτοὶ οἶ τῶνδε χρησμῳδοὶ, δοὶ, μήτ’ εὐχομένοις μήτ’ εὐσεβοῦσι συμβάλλονται εἱμαρμένης ἀνάγκαις πεπεδημένοις.

τὸ δὲ δίκην ἀψύχων λέγειν κινεῖσθαι ἡμὰς, τῇδε καὶ τῇδε ὑπό τινος ἔξωθεν δυνάμεως νευροσπαστουμένους , εἰς τὸ

v.1.p.279
ἐπάναγκες ἐθελῆσαι τάδε πρᾶξαι, καὶ ἑλέσθαι παρὰ προαίρεσιν ἕτερα, πῶς οὐκ ἂν εἴη ἀναιδὲς καὶ ἀναισχυντότατον, ἐπείπερ ἐναργῶς αἰσθανόμεθα ἑαυτῶν ἡμετέρᾳ ὁρμῇ καὶ κινήσει τάδε τινὰ προθυμουμένων, καὶ ἀμελούντων, πάλιν ἑαυτῶν ἀντιλαμβανόμεθα, καὶ παρὰ ταύτην τὴν αἰτίαν κατορθούντων ἢ μὴ κατορθούντων, καὶ ἐξ οὐδενὸς ἑτέρου βιαζομένων, ἀλλὰ τὰ μὲν ἑκουσίῳ γνώμῃ αἱρουμένων, τὰ δὲ φευγόντων καὶ παραιτουμένων ἐκ τῆς ἡμῶν αὐτῶν προαιρέσεως ;

οὕτ’ ὢ δὲ ἄρα ἐναργὴς ἦν ὁ τοῦ αὐθεκουσίου λόγος ὥστε ὁμοίως τὸ ἀλγεῖν καὶ τὸ ἥδεσθαι, καὶ τὸ τόδε τι ὁρᾶν, καὶ τόδ’ ἀκούειν, οὐ συλλογισμῷ, ἀλλ’ ἐνεργείᾳ καταλαμβανομένων , συναισθέσθαι ἑαυτῶν ἐξ ἡμῶν αὐτῶν καὶ τῆς ἡμετέρας βουλῆς ὁρμώντων, καὶ τάδε τινὰ αἱρουμένων, τινὰ δὲ ἀποστρεφομένων, ὥστε ἐξ ἅπαντος τὸ ἐλεύθερον καὶ τὸ αὐτεξούσιον τῆς ἐν ἡμῖν λογικῆς καὶ νοερὰς φύσεως ἐνδίκως ὁμολογεῖσθαι.

εἰ δὲ καὶ παρὰ προαίρεσιν μυρία συμβαίνοντα ἡμῖν τοὺς πολλοὺς τῶν ἀνθρώπων ταρἀττεο. διαιρετέον ἐνταῦθα τὴν τῶν ἐν οἷς ἐσμὲν φύσιν, καὶ τὸν λόγον, καθ’ ὃν τὰ οὐκ ἐφ’ ἡμῖν γίνεται, ἐπιθεωρητέον. οὕτω γὰρ καὶ τούτων τὸ αἴτιον οὔτις ἄλογος ἀναδέξεται εἱμαρμένη, λόγος δὲ πάλιν ἄλλος τῆς τῶν ὅλων προνοίας ἀπηρτημένος. φέρ’ οὖν ἐπιμενλῶς τὸ πρόβλημα ἐπισκεψώμεθα.

Πάντα μὲν ἀθρόως ἐκ θεοῦ προνοίας εἶναί τε καὶ διοικεῖσθαι οἱ τῆς ἀληθοῦς εὐσεβείας θεσμοὶ διαγορεύουσιν.