Praeparatio Evangelica
Eusebius of Caesarea
Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.
Δεηθέντος γάρ τινος καταδέξασθαι θεὸν,
δι’ ὧν καὶ σαφῶς δεδήλωται ὅτι ἡ μαγεία ἐν τῷ λύειν τὰ τῆς εἱμαρμένης παρὰ θεῶν ἐδόθη εἰς τὸ ὁπωσοῦν ταύτην παρατρέπειν. ”
Ταῦτά σοι ὁ Πορφύριος , οὐκ ἐγώ. ὁ τοίνυν μαγείαις παραινῶν λύειν τὰ τῆς εἱμαρμένης πῶς αὐτὸς θεὸς ὢν τὰ πεπρωμένα κατὰ τοῦ ἰδίου ναοῦ κεραυνῷ πιμπραμένου μὴ ἔλυσεν ; ὁ δὲ δὴ μαγεύειν, ἀλλὰ μὴ φιλοσοφεῖν παρορμῶν, πῶς οὐκ ἂν εἴη δῆλος ὁποῖος ὢν τυγχάνει τὸν τρόπον; ἐπὶ πᾶσι τούτοις καὶ ψεύδεσθαι τοὺς θεοὺς ὁ αὐτὸς ὁμολογεῖ.
“ ‘Αλλ’ ἤδη καὶ τὴν γνῶσιν τῆς φορὰς τὴν ἀκριβῆ καὶ τὰς ἐκ τούτων συμβάσεις ἀκατάληπτον εἶναι ἀνθρώποις , καὶ οὐ μόνον τούτοις, ἀλλὰ καί τισι τῶν δαιμονίων ’ ὅθεν καὶ ψεύδονται περὶ πολλῶν ἐρωτηθέντες. ”
Τούτοις αὖθις ἐπιλέγει
“ Καὶ τὸ περιέχον ἀναγκάζον ψευδῆ γίνεσθαι τὰ μαντεῖα, οὐ τοὺς παρόντας ἑκόντας προστιθέναι τὸ ψεῦδος. πολλάκις γοῦν προλέγουσιν ὅτι ψεύσονται· οἱ δὲ μένουσι καὶ λέγειν ἀναγκάζουσι διὰ τὴν ἀμαθίαν.