Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

Ἐπὶ τούτοις ὁ μαντικώτατος Ἀπόλλων, μαρτυρῶν τῇ δόξῃ τοῦ θεοῦ, λέγειν ἀναγκάζεται περὶ τῆς Ἀθηνᾶς, ἡνίκα ἐπὶ τὴν Ἑλλάδα ἐστράτευον οἱ Μῆδοι, ὡς ἐδεῖτό τε καὶ ἱκέτευε τὸν Δία περὶ τῆς Ἀττικῆς. ἔχει δὲ ὧδε ὁ χρησμὸς

  • οὐ δύναται Πάλλας Δί’ Ὀλύμπιον ἐξιλάσασθαι,
  • λισσομένη πολλοῖσι λόγοις , καὶ μήτιδι πυκνῇ.
  • πολλοὺς δ’ ἀθανάτων νηοὺς μαλερῷ πυρὶ δώσει,
  • οἴ που νῦν ἱδρῶτι ῥεεύμενοι ἑστήκασι,
  • δείματι παλλόμενοι,
  • καὶ τὰ ἐπὶ τούτοις.

    Θεαρίδας δὲ ἐν τῷ Περὶ φύσεως γράφει “‘Α ἀρχὰ τῶν ὄντων ἀρχὰ μὲν ὄντως ἀληθινὰ μία. κείνα γὰρ ἐν ἀρχᾷ τέ ἐστιν ἓν καὶ μόνον.”

  • οὐδέ τις ἔσθ’ ἕτερος χωρὶς μεγάλου βασιλῆος,
  • Ὀρφεὺς λέγει· ᾧ πειθόμενος ὁ κωμικὸς Δίφιλος μικωτατα
  • Τὸν ὄντα πάντων φησὶ) πατέρα, . . . . . .
  • — — τοῦτον διὰ τέλους τίμα, μόνον
  • ἀγαθῶν τοσούτων εὑρετὴν καὶ κτίστορα.
  • εἰκότως τοίνυν ὁ Πλάτων’ ἐθίζει τὰς βελτίστας φύσεις ἀφικνεῖσθαι πρὸς τὸ μάθημα, ὁ ἐν τῷ πρόσθεν ἔφαμεν εἶναι μέγιστον , ἰδεῖν τε τἀγαθὸν καὶ ἀναβῆναι ἐκείνην τὴν ἀνάβασιν. τοῦτο δὴ, ὡς ἔοικεν, οὐκ ὀστράκου ἂν εἴη περιστροφὴ, ἀλλὰ ψυχῆς περιαγωγὴ, ἐκ νυκτερινῆς τινὸς ἡμέρας εἰς ἀληθινὴν τοῦ ὄντος οὖσαν ἐπάνοδον, ἣν δὴ φιλοσοφίαν ἀληθῆ φήσομεν εἶναι, καὶ τοὺς ταύτης μετασχόντας τοῦ χρυσοῦ γένους κρίνει, ἔστε μὲν δὴ πάντες ἀδελφοὶ, λέγων· οἱ δὲ τοῦ χρυσοῦ γένους ἀκριβέστατα , καὶ πάντη εἰς.

    τοῦ πατρὸς ἄρα καὶ ποιητοῦ ξυμπάντων ἐμφύτως καὶ ἀδιδάκτως ἀντιλαμβάνεται πάνταπρὸς πάντων, τὰ

    v.2.p.222
    μὲν ἄψυχα συμπαθοῦντα, τῶν δὲ ζῴων τῶν ἐμψύχων τὰ μὲν ἤδη ἀθάνατα, τὰ δὲ καθ’ ἡμέραν ἐργαζόμενα· τῶν δέ τοι θνητῶν τὰ μὲν ἐν φόβῳ καὶ διὰ τῆς μητρὸς αὐτῶν ἔτι κατὰ γαστρὸς ὀχούμενα, τὰ δὲ αὐτεξουσίῳ λογισμῷ. καὶ τῶν ἀνθρώπων πάντες Ἕλληνές τε καὶ βάρβαροι, γένος δ’ οὐδὲν οὐδαμοῦ τῶν γεωργούντων οὔτε νομάδων, ἀλλ’ οὐδὲ τῶν πολιτικῶν δύναται ζῆν, μὴ προκατειλημμένον τῇ τοῦ κρείττονος πίστει. διὸ πᾶν μὲν ἔθνος ἑῷον , πὰν δὲ ἐσπερίων ἁπτόμενον ᾐόνων , βόρειόν τε καὶ τὰ πρὸς τῷ νότῳ πάντα, μίαν ἔχει καὶ τὴν αὐτὴν πρόληψιν περὶ τοῦ καταστησαμένου τὴν ἡγεμονίαν, εἴ γε καὶ τὰ καθολικώτατα τῶν ἐνεργημάτων αὐτοῦ διαπεφοίτηκεν ἐπ’ ἴσης πάντα.

    Πολὺ δὲ πλέον οἱ παρ’ Ἕλλησι πολυπράγμονες φιλόσοφοι, ἐκ τῆς βαρβάρου ὁρμώμενοι φιλοσοφίας, τῷ ἀοράτῳ καὶ μόνῳ καὶ δυνατωτάτῳ καὶ τεχνικωτάτῳ καὶ τῶν ἄλλων καλλίστων αἰτιωτάτῳ τὴν προνομίαν ἔδωκαν, τὰ ἀκόλουθα τούτοις, εἰ μὴ κατηχηθεῖεν χηθεῖεν πρὸς ἡμῶν, οὐκ ἐπιστάμενοι , ἀλλ’ οὐδ’ αὐτὸν ὅπως νοεῖσθαι πέφυκε τὸν θεὸν , μόνον δὲ, ὼς ἤδη πολλάκις εἰρήκαμεν, κατὰ περίφρασιν ἀληθῆ.”

    Τοσαῦτα καὶ ὁ Κλήμης. ἀλλ’ ἐπειδὴ διὰ μακροτέρων ἡμῖν ἡ κατὰ Πλάτωνα παρέστη φιλοσοφία συνῳδὸς οὖσα κατὰ πλεῖστα τοῖς Ἐβραίων δόγμασιν, (ἐφ᾿ οἷς καὶ ἀγάμεθα τὸν ἄνδρα τῆς τε καὶ τῆς ἄλλης τοῦ ἀληθοῦς εὐγνωμοσύνης,) ὥρα ἐπιθεωρῆσαι τίνα ταῦτ’ εἶναί φαμεν ἐφ’ ὧν οὐκέθ’ ὁμοίως περὶ αὐτὸν διακείμεθα, τὴν δὲ νενομισμένην βάρβαρον τῆς κατ’ αὐτὸν προτιμῶμεν φιλοσοφίας.