Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

καλῶς οὖν καὶ Φιλήμων ὁ κωμικὸς τὴν εἰδωλολατρίαν ἐκκόπτει διὰ τούτων

  • οὐκ ἔστιν ἡμῖν οὐδεμία τύχη θεὸς,
  • v.2.p.219
  • οὐκ ἔστιν, ἀλλὰ ταὐτόματον ὃ γίγνεται
  • ὡς ἔτυχ’ ἑκάστῳ, προσαγορεύεται τύχη.
  • Σοφοκλῆς δὲ ὁ τραγῳδοποιὸς
  • οὐδὲ θεοῖς λέγει) αὐθαίρετα πάντα πέλονται,
  • νόσφι Δῖός· κεῖνος γὰρ ἔχει τέλος ἠδὲ καὶ ἀρχήν.
  • ὅ τε Ὀρφεὺς
  • ἱὲν κράτος, εἶς δαίμων γένετο, μέγας οὐρανὸς αἴθων,
  • ἐν δὲ τὰ πάντα τέτυκται , ἐν ᾧ τάδε πάντα κυκλεῖται,
  • πῦρ καὶ ὕδωρ καὶ γαῖα,
  • καὶ τὰ ἐπὶ τούτοις.

    Πίνδαρος δὲ ὁ μελοποιὸς οἶον ἐκβακχεύεται ἄντικρυς εἰπὼν

  • τί θεός ; ὅ τι τὸ πὰν
  • καὶ πάλιν
  • θεὸς ὁ πάντα τεύχων βροτοῖς.
  • ἐπὰν δὲ εἴπῃ
  • τί ἔλπεαι σοφίαν ὀλίγον τοι ἀνὴρ ὑπὲρ ἀνδρὸς ἔχειν;
  • τὰ θεῶν βουλεύματα ἐρευνᾶσαι βροτέᾳ φρενὶ δύσκολον·
  • θνατᾶς δ’ ἀπὸ ματρὸς ἔφυ ,
  • ἐκεῖθεν ἔσπακε τὴν διάνοιαν τίς ἔγνω νοῦν κυρίου ; ἢ τίς σύμβουλος αὐτοῦ ἐγένετο;

    ἀλλὰ καὶ Ἡσίοδος δι’ ὧν γράφει συνᾴδει τοῖς προειρημένοις ,

  • μάντις δ’ οὐδείς ἐστιν ἐπιχθονίων ἀνθρώπων
  • ὅστις ἂν εἰδείη Ζῆνός νόον αἰγιόχοιο.
  • εἰκότως ἄρα Σόλων ὁ Ἀθηναῖος ἐν ταῖς ἐλεγείαις, καὶ αὐτὸς κατακολουθήσας Ἡσιόδῳ ,
  • πάμπαν δ’ ἀθανάτων ἀφανὴς νόος ἀνθρώποισι,
  • γράφει.

    Πάλιν τοῦ Μώσεως εἰς μόχθους καὶ πόνους διὰ τὴν παράβασιν τέξεσθαι τὴν γυναῖκα προφητεύσαντος ποιητής τις οὐκ ἄσημος γράφει

    v.2.p.220
  • Οὐδέ ποτ᾿ ἦμαρ
  • Παύσονται καμάου καὶ ὀϊζύος, οὐδέ τι νύκτωρ
  • Στεινόμενοι· χαλεπὰς δὲ θεοὶ δώσουσι μερίμνας.
  • ἓτι Ὃμηρος μὲν εἰπὼν

  • αὐτὸς δὲ χρύσεια παὴρ ἐπίταινε τάλαντα·
  • δίκαιον τὸν θεὸν μηνύει. Μένανδρος δὲ ὁ κωμικὸς ἀγαθὸν ἑρμηνεύων τὸν θεόν φησιν,
  • ἃπαντι δαίμων άνδρὶ συμπαρίσταται
  • εὐθὺς γενομένῳ μυσταγωγὸς τοῦ βίου
  • ἀγαθός· κακὸν γὰρ δαίμον οὐ νομιστέον
  • εἶναι, βίον βλάπτοντα χρηστόν.
  • εἶται ἐπιφέρει
  • ἃπαντα δ᾿ ἀγαθὸν εἶναι τὸν θεόν·
  • ἢτοι πάντα θεὸν ἀγαθὸν λέγων, ἢ, ὃπερ καὶ μᾶλλον, ἐν πᾶσι τὸν θεὸν ἀγαθὸν εἶναι.

    Πάλιν αὖ Λἰσχύλος μὲν ὁ τραγῳδοποιὸς τὴν Δύναμιν τοῦ θεοῦ παρατιθέμενος οὐκ ὀκνεῖ καὶ ὓψιστον Αὐτὸν προσαγορεύειν διὰ τούτων

  • χώριζε θνητῶν τὸν θεὸν, καὶ μὴ δόκει
  • ὃμοιον αὐῷ σάκινον καθεστάναι.
  • οὐκ οἶσθά γ᾿ αὐτόν. ποτὲ μὲν ὡς πῦρ φαίνεται,
  • ἂπλατος ὁρμῇ, ποτὲ δ᾿ ὓδωρ, ποτὲ γνόφος,
  • καὶ θηρςὶν αὐτὸς γίνεται παρεμφερὴς,
  • καὶ θηρςὶν αὐτὸς γίνεται παρεμφερὴς,
  • ἀνέμῳ, νεφέλῃ τε, κἀστραπῇ, βροντῇ, βροχῇ.
  • ὑπηρετεῖ δ᾿ αὐτῷ θάλασσα, καὶ πετραι,
  • καὶ πᾶσα πηγὴ, χὒδατος συστήματα·
  • τρέμει δ’ ὂρη καὶ γαῖα, καὶ πελώριος
  • βυθὸς θαλάσσης, καὶ ὀρέων ὓψος, [ἐπὶ] μέγα
  • ἐπὰν ἐπιβλέψῃ γοργὸν ὂμμα δεσπότου·
  • πάντα δυνατὴ γὰρ δόξα ὑψίστου θεοῦ.
  • ἆρ᾿ ού δοκεῖ σοι ἐκεῖνο παραφράζειν τὸ “ἀπὸ παροςώπου κυρίου τρέμει ἡ γῆ;”

    v.2.p.221