Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

Τὰ Ἑβραίων λόγια θεοπρόπια καὶ χρησμοὺς θείας ἢ κατὰ ἄνθρωπον δυνάμεως περιέχοντα , θεόν

v.2.p.223
τε αὐθέντην ἐπιγραφόμενα, καὶ πιστούμενά γε τὴν ἐπαγγελίαν διὰ τῆς τῶν μελλόντων προρρήσεως , διά τε τῶν συμφώνων τοῖς θεσπίσμασιν ἀποτελεσμάτων, πάσης λέγεται διεψευσμένης διανοίας ἐκτὸς τυγχάνειν. τὰ γοῦν θεῖα λόγια ἁγνὰ, καὶ ἀργύριον πεπυρωμένον, δοκίμιον τῇ γῇ, κεκαθαρισμένον ἑπταπλασίως, ἀνείρηται.

ἀλλ᾿ οὐ καὶ τὰ Πλάτωνος τοιαῦτα, οὐδὲ μὴν ἑτέρου του τῶν έν ἀνθρώποις σοφῶν, οἳ θνητῆς διανοίας ὄμμασιν ἐπικήροις τε στοχασμοῖς καὶ εἰκασίαις, ὄναρ ὥσπερ , ἀλλ᾿ οὐχ ὕπαρ, τῆς τῶν ὄντων φύσεως ἐπὶ φαντασίαν ἐλθόντες πολὺ τὸ κρᾶμα τοῦ ψεύδους τῷ τῆς φύσεως ἀληθεῖ συνεπηνέγκαντο, ὡς μὴ ἀνευρεῖν ἀπάτης καθαρὸν ἐν αὐτοῖς μάθημα.

αὐτίκα γοῦν βραχύ τι τῆς φιλαυτίας εἰ ἐθελήσαίς ὑφεῖναι , καὶ φῶς αὐτὸ δυνάμει λογικῆς οὐσίας ἐπιθεωρῆσαι, γνοίης ἂν τὸν θαυμάσιον φιλόφιλόσοφον αὐτὸν ἐκεῖνον, τὸν δὴ μόνον πάντων ῾Ελλήνων ἀληθείας προθύρων ψαύσαντα, ὕλῃ φθαρτῇ καὶ ξοάνοις βαναύσων χερσὶν εἰς ἀνδρείκελον σχῆμα κατεσκευασμένοις τὴν τῶν θεῶν προσηγορίαν καται- σχύνοντα, καὶ μετὰ τὸ μέγα τῆς μεγαλοφωνίας ὕψος, δι᾿ ἧς τὸν πατέρα καὶ δημιουργὸν εἰδέναι τοῦδε τοῦ παντὸς διετείνατο, ἄνωθέν ποθεν ἐξ ὑπερκοσμίων ἁψίδων εἰς τὸν κατωτάτω βυθὸν τῆς θεομισοῦς εἰδωλολατρίας τῷ δήμῳ τῶν Ἀθηναίων συνωθούμενον· ὡς μὴ διατρέπεσθαι τὸν Σωκράτην καταβῆναι φάντα εἰς Πειραιᾶ προσευξόμενον τῇ θεῷ, καὶ τὴν βάρβαρον ἑορτὴν τοὺς πολίτας τότε πρῶτον ἐπιτελοῦντας θεασόμενον, καὶ τὸν ἀλεκτρυόνα τῷ Ἀσκληπιῷ θῦσαι ὁμολογοῦντα προστάξαι , τόν τε πάτριον Ἑλλήνων ἐξηγητὴν, τὸν ἐγκαθήμενον ἐν Δελφοῖς δαίμονα, θειάζοντα.

διὸ καὶ εἰκότως τῆς ἀφιλοσόφου πλη-

v.2.p.224
EUSEBII θύος τὴν αἰτίαν τῆς δεισιδαίμονος πλάνης ἐπιγράψαιτο ἄν. ἀνάλαβε γοῦν σμικρὸν ἄνωθεν τὸν λόγον, καὶ θέα οἷά σοι ὁ πάνσοφος μετὰ τὰς ἀσωμάτους καὶ ἀφθάρτους ἰδέας, καὶ μετὰ θεὸν πρῶτον καὶ δεύτερον αἴτιον, καὶ μετὰ νοερὰς καὶ ἀθανάτους οὐσίας, περὶ τῆς πανδήμου δόξης ἐνομοθέτει, λέγων

“Περὶ δὲ τῶν ἄλλων δαιμόνων εἰπεῖν καὶ γνῶναι τὴν γένεσιν μεῖζον ἢ καθ᾿ ἡμᾶς. πιστευτέον δὲ τοῖς εἰρηκόσιν ἔμπροσθεν, ἐκγόνοις μὲν θεῶν οὖσιν, ὡς ἔφασαν , σαφῶς δέ που τοὺς ἑαυτῶν προγόνους εἰδόσιν· ἀδύνατον οὖν θεῶν παισὶν ἀπιστεῖν, καίπερ ἄνευ εἰκότων καὶ ἀναγκαίων ἀποδείξεων λέγουσιν, ἀλλ᾿ ὡς οἰκεῖα φασκόντων ἀπαγγέλλειν ἑπομένους τῷ νόμῳ πιστευτέον. οὕτως οὖν κατ᾿ ἐκείνους ἡμῖν ἡ γένεσις περὶ τούτων τῶν θεῶν ἐχέτω καὶ λεγέσθω· Γῆς τε καὶ Οὐρανοῦ παῖδες Ὠκεανός τε καὶ Τηθὺς ἐγενέσθην, τούτων δὲ Φόρκυς Κρόνος τε καὶ ῾Ρέα, καὶ ὅσοι μετὰ τούτων , ἐκ δὲ Κρόνου καὶ ῾Ρέας Ζεὺς Ἥρα τε καὶ πάντες ὅσους ἴσμεν πάντας ἀδελφοὺς λεγομένους αὐτῶν, ἔτι τε τοὺς τούτων ἄλλους ἐκγόνους.”

Διὰ δὴ ταῦτα ἀπολειπτέος ἡμῖν ὁ φιλόσοφος, οὐ κατὰ φιλόσοφον , οὐδ᾿ αὐτὸς αὑτῷ συμφώνως, τὰς μυθικὰς τῶν ποιητῶν γενεαλογίας καθυποκρινάμενος. αὐτοῦ μὲν γὰρ ἦν ἀκοῦσαι φάντος ἐν Πολιτείᾳ τάδε. “ἐν τοῖς μείζοσιν, ἦν δ᾿ ἐγὼ, μύθοις ὀψόμεθα καὶ τοὺς ἐλάττους. δεῖ γὰρ δὴ τὸν αὐτὸν τύπον εἶναι καὶ ταὐτὸν δύνασθαι τούς τε μείζους καὶ τοὺς ἐλάττους· ἢ οὐκ οἴει; Ἔγωγε, ἔφη· ἀλλὰ οὐκ ἐννοῶ οὐδὲ [*](7 Περὶ δὲ — ] Plato Tim. p. 40.) [*](26 Ἐν τοῖς μείζοσιν — ] Plato Rep. 2 p. 377.)

v.2.p.225
τοὺς μείζους τίνας λέγεις. οὓς Ἡσίοδός τε καὶ Ὅμηρος, εἷπον, ἡμῖν ἐλεγέτην καὶ οἱ ἄλλοι ποιηταί. οὗτοι γάρ που μύθους τοῖς ἀνθρώποις ψευδεῖς συντιθέντες ἔλεγόν τε καὶ λέγουσι,” τὰ μικρῷ πρόσθεν τεθειμένα.