Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

Τί μήν;

Οὐκοῦν σμικρὸν μέν τι τὸ παρ’ἡμῖν καὶ ἀσθενὲς Καὶ φαῦλον, τὸ δ’ἐν τῷ παντὶ πλήθει τε θαυμαστὸν καὶ καἀλλει καὶ πάςῃ δυνάμει τῇ περὶ τὸ πῦρ οὔσῃ.

Καὶ μάλα ἀληθὲς ὅ λέγεις.

Τί δέ;τρέφεται καὶ γίνεται ἐκ τούτου καὶ ἄρχεται τὸ τοῦ παντὸς πῦρ ὐπὸ τοῦ παρ’ἡμῖν πυρὸς , ἤ τοὐναντίον ὑπ’ἐκείνου τό τε ἐμὸν καὶ τὸ σὸν καὶ τὸ τῶν ἄλλων ξᾠων ἅπαντ’ἴσχει ταῦτα;

Τοῦτο μὲν οὐδὲ ἀποκρίσεως ἄξιον ἐρωτᾷς.

Ὀρθῶς. Ταῦτα γὰρ ἐρεῖς, οἶμαι, περί τε τῆς

v.2.p.151
ἐν τοῖς ζῴοις γῆς τῆς ἐνθάδε καὶ τῆς ἐν τῷ παντὶ, καὶ τῶν ἄλλων δὴ ὅσων ἠρώτησα ὀλίγον ἔμπροσθεν, οὕτως ἀποκρινῇ.

Τίς γὰρ ἀποκρινόμενος ἄλλως ὑγιαίνων ἄν ποτε φανείη;

Σχεδὸν οὐδ’ ὁστισοῦν. ἀλλὰ τὸ μετὰ τοῦτο ἑξῆς ἕπου. πάντα γὰρ ταῦτα ἡμεῖς τὰ νῦν δὴ λεχθέντα ἆρ’ οὐκ εἰς ἓν συγκείμενα ἰδόντες ἐπωνομάσαμεν σῶμα;

Τί μήν;

Ταὐτὸν δὴ λάβε καὶ περὶ τοῦδε ὃν κόσμον λέγομεν· διὰ τὸν αὐτὸν γὰρ τρόπον ἂν εἴη που σῶμα, σύνθετον ὂν ἐκ τῶν αὐτῶν.

Ὀρθότατα λέγεις.

Πότερον οὖν ἐκ τούτου τοῦ σώματος ὅλως τὸ παρ’ ἡμῖν σῶμα, ἢ ἐκ τοῦ παρ’ ἡμῖν τοῦτο τρέφεταί τε καὶ ὅσα νῦν δὴ περὶ αὐτῶν ἐπείπομεν εἴληφέ τε καὶ ἔχει;

Καὶ τοῦθ’ ἕτερον, ὠ Σώκρατες, οὐκ ἄξιον ἐρωτησεως.

Τί δέ; ἀ όδε τρα ἄξιον ἐρωτήσεως; ἢ πῶς ἐρεῖς,.

Λέγε τὸ ποῖον.

Τὸ παρ’ ἡμῖν σῶμα ἆρ’ οὐ ψυχὴν φήσομεν ἔχειν;

Δῆλον ὅτι φήσομεν.

Πόθεν, ὠ φίλε Πρώταρχε, λαβὸν, εἴπερ μὴ τό γε τοῦ παντὸς σῶμα ἔμψυχον ὂν ἐτύγχανε, ταὐτά γε ἔχον τούτῳ καὶ ἔτι πάντη καλλίονα;

Δῆλον ὡς οὐδαμόθεν ἄλλοθεν, ὦ Σώκρατες.

Οὐ γάρ που δοκοῦμέν γε, ὠ Πρώταρχε, τὰ τέτταρα ἐκεῖνα, πέρας καὶ ἄπειρον καὶ κοινὸν καὶ τὸ τῆς αἰτίας γένος ἐν ἅπασι τέταρτον ἐνὸν, τοῦτ’ ἐν

v.2.p.152
μὲν τοῖς παρ᾿ ἡμῖν ψυχήν τε παρέχον καὶ σωμασκίαν ἐμποιοῦν καὶ πταίσαντος σώματος ἰατρικὴν καὶ ἐν ἄλλοις ἄλλα συντιθὲν καὶ ἀσκούμενον πᾶσαν καὶ παντοίαν σοφίαν ἐπικαλεῖσθαι , τῶν δὲ αὐτῶν τούτων ὄντων ἐν ὅλῳ τε οὐρανῷ καὶ κατὰ μεγάλα μέρη, καὶ προσέτι καλῶν καὶ εἰλικρινῶν, ἐν τούτοις δὲ οὐκ ἄρα μεμηχανῆσθαι τὴν τῶν καλλίστων καὶ τιμιωτάτων φύσιν.

Ἀλλ’ οὐδαμῶς τοῦτό γ᾿ ἂν λόγον ἔχοι.

Οὐκοῦν εἰ μὴ τοῦτο, μετ᾿ ἐκείνου τοῦ λόγου ἂν ἑπόμενοι βέλτιον λέγοιμεν, ὡς ἔστιν, ἃ πολλάκις εἰρήκαμεν, ἄπειρόν τε ἐν τῷ παντὶ πολὺ καὶ πέρας ἱκανὸν, καί τις ἐπ᾿ αὐτοῖς αἰτία οὐ φαύλη, κοσμοῦσά τε καὶ συντάττουσα ἐνιαυτοὺς καὶ ὥρας καὶ μῆνας, σοφία καὶ νοῦς λεγομένη δικαιότατα.

Δικαιότατα δῆτα.

Σοφία μὴν καὶ νοῦς ἄνευ ψυχῆς οὐκ ἄν ποτε γενοίσθην.

Οὐ γὰρ οὖν.

Οὐκοῦν ἐν μὲν τῇ τοῦ Δῖός ἐρεῖς φύσει βασιλικὴν μὲν ψυχὴν, βασιλικὸν δὲ νοῦν ἐγγίνεσθαι διὰ τὴν τῆς αἰτίας δύναμιν , ἐν δὲ ἄλλοις ἄλλα καλὰ, καθότι φίλον ἑκάστοις λέγεσθαι.”