Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

Ποῖον;

Ἥλιον εἰ περιάγει ψυχὴ, τριῶν αὐτὴν ἴν λέγοντες δρᾶν σχεδὸν οὐκ ἀποτευξόμεθα.

Τίνων;

Ὡς ἢ ἐνοῦσα ἐντὸς τῷ περιφερεῖ τούτῳ φαινομένῳ σώματι πάντη διακομίζει τὸ τοιοῦτον, καθάπερ ἡμὰς ἡ παρ’ ἡμῖν ψυχὴ πάντη περιφέρει· ἤ ποθεν ἔξωθεν σῶμα αὑτῇ πορισαμένη πυρὸς ἤ τινος ἀέρος, ὡς λόγος ἐστί τινων, ὠθεῖ βίᾳ σώματι σῶμα· ἢ τρίτον αὐτὴ ψιλὴ σώματος οὖσα, ἔχουσα δὲ δυνάμεις ἄλλας τινὰς ὑπερβαλλούσας, θαύματι ποδηγεῖ.

Ναί.

Τοῦτο μὲν ἀνάγκη, τούτων ἔν γέ τι δρῶσαν ψυχὴν πάντα διάγειν.”

v.2.p.149

Ταῦτα μὲν οὖν ἐν τῷ δεκάτῳ τῶν Νόμων εἴρηται τῷ φιλοσόφῳ. καὶ ἐν τῷ Φιλήβῳ δὲ ἐπάκουσον ὅπως τὴν αὐτὴν κατασκευάζει διάνοιαν

῾Πάντες γὰρ συμφωνοῦσιν οἶ σοφοὶ, ὄντως σεμνύνοντες, ὡς νοῦς ἐστι βασιλέ’ ὗς ἡμῖν οὐρανοῦ τε καὶ γῆς. καὶ ἴσως εὑ λέγουσι· διὰ μακροτέρων δ’, εἰ βούλει, τὴν σκέψιν αὐτοῦ τοῦ γένους ποιησώμεθα.

Λέγε ὅπως βούλει, μηδὲν μῆκος ὑπολογιζόμενος ἡμῖν, ὦ Σώκρατες, ὡς οὐκ ἀπεχθησόμενος.

Καλῶς εἶπας. ἀρξώμεθα δέ πως ὧδε ἐπανερωτῶντες.

Πῶς;

Πότερον, ὢ Πρώταρχε, τὰ ξύμπαντα καὶ τόδε τὸ καλούμενον ὅλον ἐπιτροπεύειν φῶμεν τὴν τοῦ ἀλόγου καὶ εἰκῆ δύναμιν καὶ τὸ ὅπη ἔτυχεν, ἢ τἀναντία, καθάπερ οἶ πρόσθεν ἡμῶν ἔλεγον, νοῦν καὶ φρόνησίν τινα θαυμαστὴν συντάττουσαν διακυβερναν;

Οὐδὲν τῶν αὐτῶν, ὢ θαυμάσιε Σώκρατες· ὃ μὲν γὰρ δὴ σὺ λέγεις, νῦν] οὐδ’ ὅσιον εἶναί μοι φαίνεται· τὸ δὲ νοῦν πάντα διακοσμεῖν αὐτὰ φάναι καὶ τῆς ὄψεως τοῦ κόσμου καὶ ἡλίου καὶ σελήνης καὶ ἄστρων καὶ πάσης τῆς περιφορᾶς ἄξιον, καὶ οὐκ ἄλλως ἔγωγ’ ἄν ποτε περὶ αὐτῶν εἴποιμι, οὐδ’ ἂν δόξαιμι.

Βούλει δή τι καὶ ἡμεῖς τοῖς ἔμπροσθεν ὁμολογούμενον ξυμφήσωμεν, ὡς ταῦθ’ οὕτως ἔχει; καὶ μὴ μόνον οἰώμεθα δεῖν τὰ ἀλλότρια ἄνευ κινδύνου λέγειν, ἀλλὰ καὶ συγκινδυνεύωμεν καὶ μετέχωμεν [*](2 ἐν τῷ Φιλήβῳ] p. 28.)

v.2.p.150
τοῦ ψόγου, ὅταν ἀνὴρ δεινὸς φῇ ταῦτα μὴ οὕτως, ἀλλ’ ἀτάκτως ἔχειν;

Πῶς γὰρ οὐκ ἄν βουλοίμην;

Ἴθι δὴ, τὸν ἐπιόντα περὶ τούτων λὀγον νῦν ἡμῖνἄθρει.

δέγε μόνον.

Τὰ περὶ τὴν τῶν σωμάτων φύσιν ἁπάντων τῶν Ξᾠων, πῦρ καὶ ὕδωρ καὶ πνεῦμα, καθορῶμέν που, Καὶ γῆν, κθάπερ οἰ χειμαζόμενοί φασιν, ἐνόντα ἐν τῇ συστάσει;

Καὶ μάλα. Χειμαζόμεθα γὰρ ὄντως ὑπὸ ἀπορίας ἐν τοῖς νῦν λόγοις.

Φέρε δὴ περὶ ἑκάστου τῶν παρ’ἡμῖν λάβε τὸ Τοιόνδε.

Ποῖον;

Ὅτι σμικρόν τε τούτων ἕκαστον παρ’ἡμῖν ἕνεστι καὶ φαῦλον καὶ οὐδαμῆ οὐδαμῶς εἰλικρινές ὄν καὶ τὴν δύναμιν οὐκ ἀξίαν τῆς φύσεως ἔχον. ἐν ἐνὶ δὲ λαβὼν περὶ πάντων νόει ταὐτόν. Οἶον πῦρ ἔστι μέν που παρ’ἡμῖν, ἔστι δ’ἐν τῷ παντἰ.