Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

“ Τὸν δ᾿ ἡγούμενον μὲν θεοὺς εἶναι , μὴ φροντίζειν δὲ αὐτοὺς τῶν ἀνθρωπίνων πραγμάτων, παραμυθητέον. ὦ ἄριστε δὴ, φῶμεν, ὅτι μὲν ἡγῇ θεοὺς, συγγένειά τις ἴσως σε θεία πρὸς τὸ ξύμφυτον ἄγει τιμᾶν καὶ νομίζειν εἶναι· κακῶν δὲ ἀνθρώπων καὶ ἀδίκων τύχαι ἰδίᾳ καὶ δημοσίᾳ, ἀληθείᾳ μὲν οὐκ εὐδαίμονες, δόξαις δὲ εὐδαιμονιζόμεναι σφόδρα, ἀλλ᾿ [*](23 Τὸν δ᾿ ἡγούμενον — ] Plato Leg. 10. p. 899.)

v.2.p.153
οὐκ ἐμμελῶς ἄγουσί σε πρὸς ἀσέβειαν, ἔν τε Μούσαις οὐκ ὀρθῶς ὑμνούμεναι ἅμα καὶ ἐν παντοίοις λόγοις.

ἢ καὶ πρὸς τέλος ἴσως [ἀνοσίους] ἀνθρώπους ὁρῶν ἐλθόντας γηραιοὺς, παῖδας παίδων καταλιπόντας ἐν τιμαῖς ταῖς μεγίσταις, ταράττῃ τανῦν ὅταν ἐν ἅπασι τούτοις ἰδὼν ἢ δι’ ἀκοῆς αἰσθόμενος, ἢ καὶ παντάπασιν αὐτὸς αὐτῶν τινι αὐτόπτης προστυχὼν πολλῶν ἀσεβημάτων καὶ δεινῶν γενομένων τισὶ δι’ αὐτὰ ταῦτα ὁρᾷς,] ἐκ σμικρῶν εἰς τυραννίδας τε καὶ τὰ μέγιστα ἀφικομένους· τότε διὰ πάντα τὰ τοιαῦτα δῆλος εἶ μέμφεσθαι μὲν θεοὺς ὡς αἰτίους ὄντας τῶν τοιούτων διὰ ξυγγένειαν οὐκ ἂν ἐθέλων, ἀγόμενος δὲ ὑπό τε ἀλογίας ἅμα καὶ οὐ δυνάμενος δυσχεραίνειν θεοὺς εἰς τοῦτο νῦν τὸ πάθος ἐλήλυθας, ὥστ’ εἶναι μὲν δοκεῖν αὐτοὺς, τῶν δ’ ἀνθρωπίνων καταφρονεῖν καὶ ἀμελεῖν πραγμάτων.

ἵνα οὖν μὴ ἐπὶ μεῖζον ἔλθῃ σοι πάθος πρὸς ἀσέβειαν τὸ νῦν παρὸν δόγμα, ἀλλ’ ἐάν πως οἶον ἀποδιοπομπήσασθαι λόγοις αὐτὸ προσιὸν γενώμεθα δυνατοὶ, πειρώμεθα, συνάψαντες τὸν ἐξῆς λόγον, ᾧ πρὸς τὸν παράπαν οὐχ ἡγούμενον θεοὺς ἐξ ἀρχῆς διεπερανάμεθα, τούτῳ τανῦν προσχρήσασθαι.

σὺ δ’, ὦ Κλεινία τε καὶ Μέγιλλε, ὑπὲρ τοῦ νέου, καθάπερ ἐν τοῖς ἔμπροσθεν, ἀποκρινόμενοι διαδέχεσθε· ἐὰν δέ τι δύσκολον ἐγγίγνηται τοῖς λόγοις, ἐγὼ σφῶν, ὥσπερ νῦν δὴ, δεξάμενος διαβιβῶ τὸν ποταμόν. Ὀρθῶς λέγεις· καὶ σύ τε οὕτω ταῦτα δρᾶ ποιήσομέν τε ἡμεῖς εἰς τὸ δυνατὸν ἃ λέγεις.

Ἀλλ’ οὐδὲν τάχ’ ἂν ἴσως εἴη χαλεπὸν ἐνδείξασθαι τοῦτό γε, ὡς ἐπιμελεῖς σμικρῶν εἰσὶ θεοὶ οὐχ ἧττον, μᾶλλον δὲ, ἢ τῷ μεγέθει διαφερόντων. ἤκουε γάρ που καὶ παρῆν τοῖς νῦν δὴ λεγομένοις ὡς ἀγα-

v.2.p.154
θοῖ γε ὄντες πᾶσαν ἀρετὴν τὴν τῶν πάντων ἐπιμέλειαν οἰκειοτάτην αὑτῶν οὖσαν κέκτηνται.

Καὶ σφόδρα γε ἐπήκουε.

Τὸ μετὰ τοῦτο τοίνυν κοινῇ συνεξεταζόντων τίνα λέγοντες ἀρετὴν αὐτῶν ὁμολογοῦμεν αὐτοὺς ἀγαθοὺς εἶναι. φέρε, τὸ σωφρονεῖν νοῦν τε κεκτῆσθαι φαμὲν ἀρετῆς, τὰ δὲ ἐναντία κακίας;

Φαμέν.

Τί δέ; ἀρετῆς μὲν ἀνδρείαν εἶναι, δειλίαν δὲ κακίας;

Πάνυ μὲν οὑν.

Καὶ τὰ μὲν αἰσχρὰ τούτων, τὰ δὲ καλὰ φήσομεν;

Ἀνάγκη.

Καὶ τῶν μὲν προσήκειν ἡμῖν, εἴπερ, ὁπόσα φλαῦρα, θεοῖς δὲ οὔτε μέγα οὔτε σμικρὸν τῶν τοιούτων μετὸν ἐροῦμεν;

Καὶ ταῦθ’ οὕτως ὁμολογοῖ πᾶς ἄν.

Τί δέ; ἀμέλειάν τε καὶ ἀργίαν καὶ τρυφὴν εἰς ἀρετὴν ψυχῆς θήσομεν; ἢ πῶς λέγεις;

Καὶ πῶς;

Ἀλλ' εἰς τοὐναντίον;

Ναί.

Τἀναντία ἄρα τούτοις εἰς τοὐναντίον;

Τοὐναντίον.

Τί οὖν; τρυφῶν δὴ καὶ ἀμελὴς ἀργός τε, ὃν ὁ ποιητὴς κηφῆσι κοθούροισι μάλιστα εἴκελον ἔφασκεν εἶναι, γίγνοιτ’ ἂν ὁ τοιοῦτος πᾶς ἡμῖν;