The Passion of Perpetua and Felicitas
Martyrium Perpetuae et Felcitatis
The Passion of S. Perpetua. Robins, J. Armitage, editor. Cambridge: Cambridge University Press, 1891.
Ἐν πόλει Θουρβιτάνων τῇ μικροτέρᾳ συνελήφθησαν νεανίσκοι κατηχούμενοι, ῾Ρεουκάτος καὶ Φηλικητάτη σύνδουλοι, καὶ Σατουρνῖλος καὶ Σεκοῦνδος· μετʼ αὐτῶν δὲ καὶ Οὐιβία Περπετούα, ἥτις ἦν γεννηθεῖσα εὐγενῶς καὶ τραφεῖσα πολυτελῶς γαμηθεῖσά τε ἐξόχως. αὕτη εἶχεν πατέρα καὶ μητέρα καὶ δύο ἀδελφοὺς, ὧν ὁ ἕτερος ἦν ὡσαύτως κατηχούμενος· εἶχεν δὲ καὶ τέκνον, ὅ πρὸς τοῖς μασθοῖς ἔτι ἐθήλαζεν· ἦν δὲ αὕτη ἐτῶν εἴκοσι δύο· ἥτις πᾶσαν τὴν τάξιν τοῦ μαρτυρίου ἐντεῦθεν διηγήσατο, ὡς καὶ τῷ νοὶ αὐτῆς καὶ τῇ χειρὶ συγγράψασα κατέλιπεν οὕτως εἰποῦσα.
Ἔτι, φησίν, ἡμῶν παρατηρουμένων ἐπεχείρει ὁ πατήρ μοι λόγοις πείθειν με κατὰ τὴν ἑαυτοῦ εὐσπλαγχνίαν τῆς
προκειμένης ὁμολογίας ἐκπεσεῖν· κἀγὼ πρὸς αὐτόν· Πάτερ, ἔφην, ὁρᾶς λόγου χάριν σκεῦος κείμενον ἢ ἄλλο τι τῶν τοιούτων; κἀκεῖνος ἀπεκρίθη· Ὁρῶ. κἀγώ· Ἄλλο ὀνομάζειν αὐτὸ μὴ θέμις; οὐδὲ δύναμαι, εἰ μή ὃ εἰμί, τουτέστι χριστιανή. τότε ὁ πατήρ μου ταραχθεὶς τῷδε τῷ λόγῳ ἐπελθὼν ἠθέλησεν τοὺς ὀφθαλμούς μου ἐξορύξαι· ἔπειτα μόνον κράξας, ἐξῆλθεν νικηθεὶς μετὰ τῶν τοῦ διαβόλου μηχανῶρ. τότε ὀλίγας ἡμέρας ἀποδημήσαντος αὐτοῦ, ηὐχαρίστησα τῷ κυρίῳ καὶ ἥσθην ἀπόντος αὐτοῦ· καὶ ἐν αὐταῖς ταῖς ἡμέραις ἐβατπτίσθημεν· καὶ ἐμὲ ὑπηγόρευσεν τὸ πνεῦμα τὸ ἅγιον μηδὲν ἄλλο αἰτήσασθαι ἀπὸ τοῦ ὕδατος τοῦ βαπτίσματος εἰ μὴ σαρκὸς ὑπομονήν. μετὰ δὲ ὀλίγας ἡμέρας ἐβλήθημεν εἰς φυλακὴν, καὶ ἐξενίσθην· οὐ γὰρ πώποτε τοιοῦτον ἑωράκειν σκότος· ὡς δεινὴν ἡμέραν καῦμά τε σφοδρόν· καὶ γὰρ ἀνθρώπων πλῆθος ἦν ἐκεῖ ἄλλως τε καὶ στρατιωτῶν συκοφαντίαις πλείσταις· μεθ᾽ ἃ δὴ πάντα κατεπονούμην διὰ τὸ νήπιον τέκνον. τότε Τέρτιος καὶ Πομπόνιος, εὐλογημένοι διάκονοι οἳ διηκόνουν ἡμῖν, τιμὰς δόντες ἐποίησαν ἡμᾶς εἰς ἡμερώτερον τόπον τῆς φυλακῆς μεταχθῆναι τότε ἀναπνοῆς ἐτύχομεν, καὶ δὴ ἕκαστοι προσαχθέντες ἐσχόλαζον ἑαυτοῖς· καὶ τὸ βρέφος ἠνέχθη πρός με, καὶ ἐπεδίδουν αὐτῷ γάλα, ἤδη αὐχμῷ μαρανθέν· τῇ μητρὶ προσελάλουν, τὸν ἀδελφὸν προετρεπόμην, τὸ νήπιον παρετιθέμην· ἐτηκόμην δὲ ὅτι ἐθεώρουν αὐτοὺς δι᾽ ἐμὲ λυπουμένους· οὕτως περίλυπος πλείσταις ἡμέραις οὖσα, ᾔτησα καὶ τὸ βρέφος ἐν τῇ φυλακῇ μετ᾽ ἐμοῦ μένειν· κἀκεῖνο ἀνέλαβεν καὶ ἐγώ ἐκουφίσθην ἀπὸ ἀνίας καὶ πόνου, καὶ ἰδοὺ ἡ φυλακὴ ἐμοὶ γέγονεν πραιτώριον, ὡς μᾶλλόν με ἐκεῖ θέλειν εἶναι, καὶ οὐκ ἀλλαχοῦ.