The Passion of Perpetua and Felicitas
Martyrium Perpetuae et Felcitatis
The Passion of S. Perpetua. Robins, J. Armitage, editor. Cambridge: Cambridge University Press, 1891.
Ἐπὶ Οὐαλεριάνου καὶ Γαλιηνοῦ διωγμὸς ἐγένετο, ἐν ᾧ ἐμαρτύρησαν οἱ ἅγιοι Σάτυρος, Σατουρνῖλος, Ῥεουκάτος, Περπετούα, Φηλικητάτη, νόναις Φεουρουαρίαις.
Εἰ τὰ παλαιὰ τῆς πίστεως δόγματα, καὶ δόξαν θεοῦ φανεροῦντα καὶ οἰκοδομὴν ἀνθρώποις ἀποτελοῦντα, διὰ τοῦτό ἐστιν γεγρααμμένα, ἴνα τῇ ἀναγνώσει αὑτῶν ὡς παρουσίᾳ τῶν πραγμάτων χρώμεθα καὶ ὁ θεὸς δοξασθῇ, διατί μὴ καὶ τὰ καινὰ παραδείγματα, ἅτε δὴ ἑκάτερα ἐργαζόμενα ὠφέλειαν, ὡσαύτως γραφῇ παραδοθείη; ἢ γὰρ τὰ νῦν πραχθέντα οὐ τὴν αὐτὴν παρρησίαν ἔχει, ἐπεὶ δοκεῖ πως εἶναι τὰ ἀρχαῖα σεμνότερα; πλὴν καὶ ταῦτα ὕστερόν ποτε γενόμενα παλαιά, ὡσαύτως τοῖς μεθ’ ἡμᾶς γενήσεται καὶ ἀναγκαῖα καὶ τίμια. ἀλλʼ ὅψωνται οἵτινες μίαν δύναμιν ἑνὸς ἁγίου πνεύματος κατὰ τὰς ἡλικίας κρίνουσι τῶν χρόνων· ὅτε δὴ δυνατώτερα ἕδει νοεῖσθαι τὰ καινότερα, ώς ἔχοντα αὐξανομένης τῆς χάριτος τῆς εἰς τὰ τέλη τῶν καιρῶν ἐπηγγελμένης. Ἐν ἐσχάταις γὰρ ἡμέραις, λέγει ὁ κύριος, ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου ἐπὶ πᾶσαν σάρκα, καὶ προφητεύσουσιν οἱ υἱοὶ ὑμῶν καὶ αἱ θυγατέρες ὑμῶν· καὶ οἱ
νεανίσκοι ὑμῶν ὁράσες ὄψονται, καὶ οἱ πρεσβῦται ὑμῶν ἐνυπνίοις ἐνυπνιασθήσονται. ἡμεῖς δὲ οἵτινες προφητείας καὶ ὁράσεις καινὰς δεχόμεθα καὶ ἐπιγινώσκομεν καὶ τιμῶμεν πάσας τὰς δυνάμεις τοῦ ἁγίου πνεύματος, ὡς χορηγεῖ τῇ ἁγίᾳ ἐκκλησίᾳ πρὸς ἣν καὶ ἐπέμφθη πάντα τὰ χαρίσματα ἐν πᾶσιν διοικοῦν, ἑκάστῳ ὡς ἐμέρισεν ὁ θεός, ἀναγκαίως καὶ ἀναμιμνήσκομεν καὶ πρὸς οἰκοδομὴν εἰσάγομεν, μετά ἀγάπης ταῦτα ποιοῦντες εἰς δόξαν θεοῦ, καὶ ἵνα μή πως ᾖ ἀβέβαιός τις καὶ ὀλιγόπιστος, ἢ καὶ τοῖς παλαιοῖς μόνον τὴν χάριν καὶ τὴν δύναμιν δίδοσθαι νομίσῃ, εἴτε ἐν τοῖς τῶν μαρτύρων εἴτε ἐν τοῖς τῶν άποκαλύψeεων ἀξιώμασιν· πάντοτε ἐργαζομένου τοῦ θεοῦ ἃ ἐπηγγείλατο εἰς μαρτύριον μὲν τῶν ἀπίστων εἰς ἀντίληψιν δὲ τῶν πιστῶν. καὶ ἡμεῖς ἃ ἠκοῦσαμεν καὶ ἑωράκαμεν καὶ ἐψηλαφήσαμεν εὐαγγελιζόμεθα ὑμῖν, ἀδελφοὶ καὶ τέκνα· ἵνα καὶ οἱ συμτπαρόντες ἀναμνησθῶσιν δόξης θεοῦ, καὶ οἱ νῦν δι᾽ ἀκοῆς γινώσκοντες κοινωνίαν ἔχητε μετὰ τῶν ἁγίων μαρτύρων, καὶ δἰ αὐτῶν μετὰ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.