The Passion of Perpetua and Felicitas

Martyrium Perpetuae et Felcitatis

The Passion of S. Perpetua. Robins, J. Armitage, editor. Cambridge: Cambridge University Press, 1891.

Τότε εἶπέν μοι ὁ ἀδελφός· Κυρία ἀδελφή, ἤδη ἐν μεγάλῳ ἀξιώματι ὑπάρχεις, τοσαύτη οὖσα ὡς εἰ αἰτήσειας ὀπτασίας ὀπτασίαν λάβοις ἂν εἰς τὸ δειχθῆναί σοι εἴπερ ἀναβολὴν ἔχεις ἢ παθεῖν μέλλεις. κἀγὼ ἥτις ᾔδειν με ὁμιλοῦσαν θεῷ, οὗ γε δὴ τοσαύτας εὐεργεσίας εἶχον, πίστεως πλήρης οὖσα ἐπηγγειλάμην αὐτῷ εἰποῦσα· Αὔριόν σοι ἀπαγγελῶ. ᾐτησάμην δέ, καὶ ἐδείχθη μοι τοῦτο· εἶδον κλίμακα χαλκῆν θαυμαστοῦ μήκους· ἧς τὸ μῆκος ἄχρις οὐρανοῦ· στενὴ δὲ ἦν ὡς μηδένα δι᾽ αὐτῆς δύνασθαι εἰ μὴ μοσχὸν ἕνα ἀναβῆναι· ἐξ ἑκατέρων δὲ τῶν τῆς κλίμακος μερῶν πᾶν εἶδος ἦν ἐμπεπηγμένον ἐκεῖ ξιφῶν, δοράτων, ἀγκίστρων, μαχαιρῶν, ὀβελίσκων· ἵνα πᾶς ὁ ἀναβαίνων ἀμελῶς καὶ μὴ ἀναβλέπων τοῖς ἀκοντίοις τὰς σάρκας σπαραχθείη· ἦν δὲ ὑπ᾽ αὐτῇ τῇ κλίμακι δράκων ὑπερμεγέθης, ὃς δὴ τοὺς άἀναβαίνοντας ἐνήδρευεν, ἐκθαμβῶν ὅπως μὴ τολμῶσιν ἀναβαίνειν. ἀνέβη δὲ ὁ Σάτυρος· ὃς δὴ ὕστερον δι᾽ ἡμᾶς ἑκὼν παρέδωκεν ἑαυτόν· αὐτοῦ γὰρ καὶ οἰκοδομὴ ἦμεν· ἀλλʼ ὅτε συνελήφθημεν ἀπῆν. ὡς οὖν πρὸς τὸ ἄκρον τῆς κλίμακος παρεγένετο, ἐστράφη καὶ εἶπεν· Περπετούα, περιμένω σε· ἀλλὰ βλέπε μή σε ὁ δράκων δάκῃ· καὶ εἶπον· Οὐ μή με βλάψῃ, ἐν ὀνόματι Ἰησοῦ Χριστοῦ. καὶ ὑποκάτω τῆς κλίμακος ὡσεὶ φοβούμενός με ἠρέμα τὴν

κεφαλὴν προσήνεγκεν· καὶ ὡς εἰς τὸν πρῶτον βαθμὸν ἠθέλησα ἐπιβῆναι, τὴν κεφαλὴν αὐτοῦ ἐπάτησα. καὶ εἶδον ἐκεῖ κῆπον μέγιστον, καὶ ἐν μέσῳ τοῦ κήπου ἄνθρωπον πολιὸν καθεζόμενον ποιμένος σχῆμα ἔχοντα ὑπερμεγέθη, ὃς ἤλμευγε τὰ πρόβατα· περιειστήκεισαν δὲ αὐτῷ πολλαὶ χιλιάδες λευχειμονοίντων· ἐπαάρας δὲ τὴν κεφαλὴν ἐθεάσατό με καὶ εἶπεν· Καλῶς ἐλήλυθας, τέκνον. καὶ ἐκάλεσέν με, καὶ ἐκ τοῦ τυροῦ οὗ ἤλμευγεν ἔδωκέν μοι ὡσεὶ ψωμίον· καὶ ἔλαβον ζεύξασα τὰς χεῖράς μου καὶ ἔφαγον· καὶ εἶπαν πάντες οἱ παρεστῶτες· Ἀμήν. καὶ πρὸς τὸν ἦχον τῆς φωνῆς ἐξυπνίσθην ἔτι τί ποτε μασωμένη γλυκύ· καὶ εὐθέως διηγησάμην τῷ ἀδελφῷ καὶ ἐνοήσαμεν ὅτι δέοι παθεῖν· καὶ ἠρξάμην ἔκτοτε μηδεμίαν ἐλπίδα ἐν τῷ αἰῶνι τούτῳ ἔχειν.

Μετὰ δὲ ἡμέρας ὀλίγας ἔγνωμεν μέλλειν ἡμᾶς ἀκουσθήσεσθαι· παρεγένετο δὲ καὶ ὁ πατὴρ ἐκ τῆς πολλῆς ἀποδημίας μαραινόμενος, καὶ ἀνέβη πρός με προτρεπόμενός με καταβαλεῖν, λέγων· Θύγατερ, ἐλέησον τὰς πολιάς μου· ἐλέησον τὸν πατέρα σου, εἴπερ ἄξιός εἰμι ὀνομασθῆναι πατήρ σου· μνήσθητι ὅτι ταῖς χερσὶν ταύταις πρὸς τὸ τοιοῦτον ἄνθος τῆς ἡλικίας ἀνήγαγόν σε· καὶ προειλόμην σε ὑπὲρ τοὺς ἀδελφούς σου· ὅρα τὴν σὴν μητέρα καὶ τὴν τῆς μητρός σου ἀδελφήν, ἴδε τὸν υἱόν σου ὃς μετὰ σὲ ζῆν οὐ δύναται· ἀπόθου τοὺς θυμοὺς καὶ μὴ ἡμᾶς πάντας ἐξολοθρεύσῃς· οὐδεὶς γὰρ ἡμῶν μετὰ παρρησίας λαλήσει, ἐάν τί σοι συμβῇ. ταῦτα ἔλεγεν ὡς πατὴρ κατὰ τὴν τῶν γονέων εὔνοιαν· καὶ κατεφίλει μου τὰς χεῖρας καὶ ἑαυτὸν ἔρριπτεν ἔμπροσθεν τῶν ποδῶν μου καὶ ἐπιδακρύων οὐκέτι με θυγατέρα ἀλλὰ κυρίαν

ἐπεκάλει· ἐγὼ δὲ περὶ τῆς διαθέσεως τοῦ πατρὸς ἤλγουν, ὅτι ἐν ὅλῳ τῷ ἐμῷ γένει μόνος οὐκ ἠγαλλιᾶτο ἐν τῷ ἐμῷ πάθει. παρεμυθησάμην δὲ αὐτὸν εἰποῦσα· Τοῦτο γενήσεται ἐν τῷ βήματι ἐκείνῳ ὃ ἐάν θέλῃ ὁ κύριος· γνῶθι γὰρ ὅτι οὐκ ἐν τῇ ἡμετέρᾳ ἐξουσίᾳ, ἀλλ’ ἐν τῇ τοῦ θεοῦ ἐσόμεθα· καὶ ἐχωρίσθη ἀπ᾽ ἐμοῦ ἀδημονῶν.