The Passion of Perpetua and Felicitas

Martyrium Perpetuae et Felcitatis

The Passion of S. Perpetua. Robins, J. Armitage, editor. Cambridge: Cambridge University Press, 1891.

Aὗται αἱ ὁράσεις ἐμφανέσταται τῶν μαρτύρων Σατύρου καὶ Περπετούας ἃς αὑτοὶ συνεγράψαντο· τὸν γὰρ Σεκοῦνδον τάχειον ἐκ τοῦ κόσμου μετεπέμψατο ὁ θεός· ἐν γὰρ τῇ φυλακῇ τῆς κλήσεως ἠξιώθη σὺν τῇ χάριτι πάντως κερδάνας τὸ μὴ θηριομαχῆσαι· πλὴν εἰ καὶ μὴ τὴν ψυχὴν ἀλλοῦνγε τὴν σάρκα αὐτοῦ διεξῆλθεν τὸ ξίφος.

Αλλὰ καὶ τῇ Φηλικητάτῃ ἡ χάρις τοῦ θεοῦ τοιαύτη

ἐδόθη. ἐκείνη γὰρ συλληφθεῖσα ὀκτὼ μηνῶν ἔχουσα γαστέρα, πάνυ ὠδύρετο, διότι οὐκ ἔξεστιν ἐγκύμονα θηριομαχεῖν ἢ τιμωρεῖσθαι, μήπως ὕστερον μετὰ ἄλλων ἀνοσίων ἐκχυθῇ τὸ αἷμα αὐτῆς τὸ ἀθῷον. ἀλλὰ καὶ οἱ συμμμάρτυρες αὐτῆς περίλυποι ἦσαν σφόδρα οὕτω καλὴν συνεργὸν καὶ ὡσεὶ συνοδοιπόρον ἐν ὁδῷ τῆς αὐτῆς ἐλπίδος μὴ θέλοντες καταλείπειν. πρὸ τρίτης οὖν ἡμέρας τοῦ πάθους αὐτῶν κοινῷ στεναγμῷ ἑνωθέντες προσεχὴν πρὸς τὸν κύριον ἐποιήσαντο· καὶ εὐθὺς μετὰ τὴν προσευχὴν ὠδῖνες αὐτὴν συνέσχον, κατὰ τὴν τοῦ ὀγδόου μηνὸς φύσιν χαλεπαί. καὶ μετὰ τὸν τοκετὸν καμοῦσα ἤλγει. ἔφη δέ τις αὐτῇ τῶν παρατηρούντων ὑπηρετῶν· Εἰ νῦν οὕτως ἀλγεῖς, τί ἔχεις ποιῆσαι βληθεῖσα πρὸς θηρία, ὧν κατεφρόνησας ὅτε ἐπιθύειν κατεφρόνησας καὶ οὐκ ἠθέλησας θῦσαι; κἀκείνη ἀπεκρίθη· Νῦν ἐγώ πάσχω ὃ πάσχω· ἐκεῖ δὲ ἄλλος ἐστὶν ὁ πάσχων ὑπὲρ ἐμοῦ· ἔσται ἐν ἐμοὶ ἴνα πάθῃ, διότι ἐγὼ πάσχω ὑπὲρ αὐτοῦ. ἔτεκεν δὲ κοράσιον, ὃ μία τῶν ἀδελφῶν συλλαβοῦσα εἰς θυγατέρα ἀνέθρεψεν αὑτῇ.