The Passion of Perpetua and Felicitas
Martyrium Perpetuae et Felcitatis
The Passion of S. Perpetua. Robins, J. Armitage, editor. Cambridge: Cambridge University Press, 1891.
Καὶ ἤλθομεν πλησίον τοῦ τόπου ἐκείνου τοῦ ἔχοντος τοίχους ὡσανεὶ ἐκ φωτὸς ᾠκοδομημένους, καὶ πρὸ τῆς θύρας τοῦ τόπου ἐκείνου εἰσελθόντες οἱ τέσσαρες ἄγγγελοι ἐνέδυσαν ἡμᾶς λευκὰς στολάς· καὶ εἰσήλθομεν καὶ ἠκούσαμεν φωνὴν ἡνωμένην λεγόντων· Ἅγιος, ἅγιος, ἅγιος, ἀκαταπαύστως. καὶ εἴδομεν ἐν μέσῳ τοῦ τόπου ἐκείνου καθεζόμενον ὡς ἄνθρωπον πολιόν· οὗ αἱ τρίχες ὅμοιαι χιόνος καὶ νεαρὸν τὸ πρόσωπον αὐτοῦ· πόδας δὲ αὐτοῦ οὐκ ἐθεασάμεθα. πρεσβύτεροι δὲ τέσσαρες ἐκ δεξιῶν καὶ τέσσαρες ἐξ εὐωνύμων ἦσαν αὐτοῦ· ὀπίσω δὲ τῶν τεσσάρων πολλοὶ πρεσβύτεροι. ὡς δὲ θαυμάζοντες εἰσεληλύθαιεν καὶ ἔστημεν ἐνώπιον τοῦ θρόνου, οἱ τέσσαρες ἄγγελοι ἐπῆραν ἡμᾶς, καὶ ἐφιλήσαμεν αὐτόν, καὶ τῇ χειρὶ περιέλαβεν τὰς ὄψεις ἡμῶν· οἱ δὲ λοιποὶ πρεσβυτεροὶ εἶπον πρὸς ἡμᾶς· Σταθῶμεν καὶ προσευξώμεθα. καὶ εἰρηνοποιήσαντες ἀπεστάλημεν ὑπὸ τῶν πρεσβυτέρων, λεγόντων· Πορεύεσθε καὶ χαίρεσθε. καὶ εἶπον· Περπετούα, ἔχεις ὃ ἐβούλου. καὶ εἶπεν· Τῷ θεῷ χάρις, ἵνα, ὡς ἐν σαρκὶ μετὰ χαρᾶς ἐγενόμην, πλείονα χαρῶ νῦν.
Ἐξήλθομεν δὲ καὶ εἴδομεν πρὸ τῶν θυρῶν Ὀπτάτον
τὸν ἐπίσκοπον καὶ Ἀσπάσιον τὸν πρεσβύτερον πρὸς τὰ ἀριστερὰ μέρη διακεχαωρισμένους καὶ περιλύπους. καὶ πεσόντες πρὸς τοὺς πόδας ἡμῶν ἔφασαν ἡμῖν· Διαλλάξατε ἡμᾶς πρὸς ἀλλήλους ὅτι ἐξεληλύθατε καὶ οὕτως ἡμᾶς ἀφήκατε. καὶ εἴπαeν πρὸς αὐτούς· Οὐχὶ σὺ πάπας ἡμέτερος εἶ, καὶ σὺ πρεσβύτερος; ἵνα τί οὕτος προσεπέσατε τοῖς ἡμετέροις ποσίν; καὶ σπλαγχνισθέντες περιελάβομεν αὐτοὺς καὶ ἤρξατο ἡ Περπετούα Ἑλληνιστὶ μετ᾽ αὐτῶν ὁμιλεῖν, καὶ ἀνεχωρήσαμεν σὺν αὐτοῖς εἰς τὸν κῆπον ὑπὸ τὸ δένδρον τοῦ ῥόδου. καὶ λαλούντων αὐτῶν μεθ᾽ ἡμῶν ἀπεκρίθησαν οἱ ἄγγελοι πρὸς αὐτούς· Ἐάσατε αὐτοὺς ἀναψύξαι, καὶ εἴ τινας διχοστασίας ἔχετε μεθ᾽ ἑαυτῶν, ἄφετε ὑμεῖς ἀλλήλοις. καὶ ἐπέπληξαν αὐτοὺς καὶ εἶπαν Ὀπτάτῳ· Ἐπανόρθωσαι τὸ πλῆθός σου· οὕτω γὰρ συνέρχονται πρός σε, ὡσεὶ ἀπὸ ἱπποδρομιῶν ἐπανερχόμενοι καὶ περὶ αὐτῶν φιλονεικοῦντες. ἐνομίζομεν δὲ αὐτοὺς ὡς θέλειν ἀποκλεῖσαι τὰς πύλας. καὶ ἠρξάμεθα ἐκεῖ πολλοὺς τῶν ἀδελφῶν ἐπιγινώσκειν, ἀλλάγε καὶ τοὺς μάρτυρας· ἐτρεφόμεθα δὲ πάντες ὀσμῇ ἀνεκδιηγήτῳ ἥτις οὐκ ἐχόρταζεν ἡμᾶς· καὶ εὐθέως χαίρων ἐξνπνίσθην.