The Passion of Perpetua and Felicitas
Martyrium Perpetuae et Felcitatis
The Passion of S. Perpetua. Robins, J. Armitage, editor. Cambridge: Cambridge University Press, 1891.
Ἡμῖν δὲ ἀναξίοις οὖσιν ἐπέτρεψεν τὸ ἅγιον πνεῦμα ἀναγράψαι τὴν τάξιν τὴν ἐπὶ ταῖς φιλοτιμίαις παρακολουθήσασαν· πλὴν ὡς ἐντάλματι τῆς μακαρίας Περπετούας μᾶλλον δὲ ὡς κελεύσματι ὑπηρετοῦντες ἀναπληροῦμεν τὸ προσταχθὲν ἡμῖν. ὡς δὲ πλείους ἡμέραι διεγίνοντο ἐν τῇ φυλακῇ ὄντων αὐτῶν, ἡ μεγαλόφρων καὶ ἀνδρεία ὡς ἀληθῶς Περπετούα, τοῦ χλιάρχου ἀπηνέστερον αὐτοῖς προσφερομένου, τινῶν πρὸς αὐτὸν ματαίως διαβεβαιωσαμένων τὸ δεῖν φοβεῖσθαι μήπως ἐπῳδαῖς μαγικαῖς τῆς φυλακῆς ὑπεξέλθωσιν, ἐνώπιον ἀπεκρίθη λέγουσα·
Διατί ἡμῖν ἀναλαμβάνειν οὐκ ἐπιτρέπεις ὀνομαστοῖς καταδίκοις Καίσαρος γενεθλίοις ἀναλωθησομένοις; μὴ γὰρ οἰχὶ σὴ δόξα ἐστίν, ἐφ᾽ ὅσον πίονες προσερχόμεθα; πρὸς ταῦτα ἔφριξεν καὶ ἐδυσωπήθη ὁ χιλίαρχος, ἐκέλευσέν τε αὐτοὺς φιλανθρωπότερον διάγειν, ὡς καὶ τὸν ἀδελφὸν αὐτῆς καὶ λοιπούς τινας δεδυνῆσθαι εἰσελθεῖν καὶ ἀναλαμβάνειν μετ᾽ αὐτῶν. τότε καὶ αὐτὸς ὁ τῆς φυλακῆς προεστώς ἐπίστευσεν.Ἀλλά καὶ πρὸ μιᾶς ὅτε τὸ ἔσχατον ἐκεῖνο δεῖπνον ὅπερ ἐλεύθερον ὀνομάζουσιν, ὅσον δὲ ἐφ᾽ ἑαυτοῖς οὐκ ἐλεύθερον δεῖπνον ἀλλ᾽ ἀγάπην ἐπεκάλουν τῇ αὐτῶν παρρησίᾳ· πρὸς δὲ τὸν ὄχλον τὸν ἐκεῖσε παρεστῶτα ῥήματα ἐξέπεμτπον μετὰ πολλῆς παρρησίας αὐτοῖς ἀπειλοῦντες κρίσιν θεοῦ, αάνθομολογούμενοι τὸν μακαρισμὸν τοῦ πάθους ἑαυτῶν, καταγελῶντες τὴν περιεργείαν τῶν συντρεχόντων, Σατύρου λέγοντος· Ἦ αὔριον ἡμέρα ὑμῖν οὐκ ἐπαρκεῖ; τί ἡδέως ὁρᾶτε σὓς μισεῖτε· σήμερον φίλοι· αὔριον ἐχθροί; πλὴν ἐπισημειώσασθε τὰ πρόσωπα ἡμῶν ἐπιμελῶς ἵνα καὶ ἐπιγνῶτε ἡμᾶς ἐν ἐκείνῃ τῇ ἡμέρᾳ. οὕτως ἅπαντες ἐκεῖθεν ἐκπληττόμενοι ἐχαωρίζοντο· ἐξ ὧν πλεῖστοι ἐπίστευσαν.