The Passion of Perpetua and Felicitas

Martyrium Perpetuae et Felcitatis

The Passion of S. Perpetua. Robins, J. Armitage, editor. Cambridge: Cambridge University Press, 1891.

Πρὸ μιᾶς οὖν τοῦ θηριομαχεῖν ἡμᾶς, βλέπω ὅραμα τοιοῦτον.

Πομπόνιος ὁ διάκονος, φησίν, ἦλθεν πρὸς τὴν θύραν τῆς φυλακῆς καὶ ἔκρουσεν σφόδρα· ἐξελθοῦσα ἥνοιξα αὐτῷ· καὶ ἦν ἐνδεδυμένος ἐσθῆτα λαμπρὰν καὶ περιεζωσμένος· εἶχεν δὲ ποικίλα ὑποδήματα καὶ λέγει μοι· Σὲ περιμένω, ἐλθέ. καὶ ἐκράτησεν τὰς χεῖράς μου, καὶ ἐπορεύθημεν διὰ τραχέαων καὶ σκολιῶν τόπων. καὶ μόλις παρεγενόμεθα εἰς τὸ άμφιθέατρον· καὶ εἰσήγαγέν με εἰς τὸ μέσον καὶ λέγει μοι· Μὴ φοβήθῇς· ἐνθάδε εἰμὶ μετὰ σοῦ, συγκάμνων σοι· καὶ ἀπῆλθεν. καὶ ἰδοὺ βλέπω πλεῖστον ὄχλον ἀποβλέποντα τῇ θεωρίᾳ σφόδρα· κἀγὼ ἥτις εἶδον πρὸς θηρία με καταδικασθεῖσαν ἐθαύμαζον ὅτι οὐκ ἔβαλλόν μοι αὐτά. καὶ ἦλθεν πρός με Αἰγύπτιός τις ἄμορφος τῷ σχήματι μετὰ τῶν ὑπουργούντων αὐτῷ μαχησόμενός μοι. καὶ ἔρχεται πρός με νεανίας τις εὐμορφώτατος τῷ κάλλει ἐξαστράπτων, καὶ ἕτεροι μετ᾽ αὐτοῦ νεανίαι ὡραῖοι, ὑπηρέται τε σπουδασταὶ ἐμοί. καὶ ἐξεδύθην καὶ ἐγενήθην ἄρρην· καὶ ἤρξαντο οἱ ἀντιλήμπτορές μου ἐλαίῳ με ἀλείφειν, ὡς ἔθος ἐστὶν ἐν ἀγῶνι· καὶ ἄντικρυς βλέπω τὸν Αἰγύπτιον ἐκεῖνον ἐν τῷ κονιορτῷ κυλιόμενον. ἐξῆλθεν δέ τις ἀνὴρ θαυμαστοῦ μεγέθους, ὑπερέχων τοῦ ἄκρου τοῦ ἀμφιθεάτρου, διεζωσμένος ἐσθῆτα ἥτις εἶχεν οὐ μόνον ἐκ τῶν δύο ὤμων τὴν πορφύραν, ἀλλὰ καὶ ἀνὰ μέσον ἐπὶ τοῦ στήθους· εἶχεν δὲ καὶ ὑποδήματα ποικίλα ἐκ χρνσίου καὶ ἀργυρίου· ἐβάσταζεν δὲ καὶ ῥάβδον ὡς βραβευτὴς ἢ προστάτης μονομάχων· ἔφερεν δὲ καὶ κλάδους χλωροὺς ἔχοντας μῆλα χρυσᾶ· καὶ αἰτήσας σιγὴν γενέσθαι, ἔφη· Οὗτος ὁ Αἰγύπτιος ἐὰν ταύτην νικήσῃ ἀνελεῖ αὐτὴν μαχαίρᾳ· αὕτη δὲ ἐὰν νικήσῃ αὐτὸν λήψεται τὸν κλάδον τοῦτον· καὶ ἀπέστη. προσήλθομεν
δὲ ἀλλήλοις καὶ ἠρξάμεθα παγκρατιάζειν· ἐκεῖνος ἐμοῦ τοὺς πόδας κρατεῖν ἠβούλετο· ἐγώ δὲ λακτίσμασιν τὴν ὄψιν αὐτοῦ ἔτυπτον· καὶ ἰδοὺ * ἐπῆρα ἀπὸ ἀέρος * καὶ ἠρξάμην αὐτὸν οὕτως τύπτειν ὡς μὴ πατοῦσα τὴν γῆν. ἰδοῦσα δὲ ὡς οὐδέπω ᾔκιζον αὐτὸν ζεύξασα τὰς χεῖράς μου καὶ δακτύλους δακτύλοις ἐμβαλοῦσα τῆς κεφαλῆς αὐτοῦ ἐπελαβόμην· καὶ ἔρριψα αὐτὸν ἐπ᾽ ὄψει καὶ ἐπάτησα τὴν κεφαλὴν αὐτοῦ. καὶ ἤρξατο πᾶς ὁ ὄχλος βοᾶν· καὶ οἱ σπουδασταί μου ἐγαυρίων. καὶ προσῆλθον τῷ βραβευτῇ καὶ ἔλαβον τὸν κλάδον· καὶ ἠσπάσατό με καὶ εἶπεν· Εἰρήνη μετὰ σοῦ, θύγατερ· καὶ ἠρξάμην εὐθὺς πορεύεσθαι μετὰ δόξης πρὸς πύλην τὴν λεγομένην ζωτικήν. καὶ ἐξυπνίσθην· καὶ ἐνόησα ὅτι οὐ πρὸς θηρία μοι ἀλλὰ πρὸς τὸν διάβολόν ἐστιν ἡ ἐσομένη μάχη· καὶ συνῆκα ὅτι νικήσω αὐτόν. ταῦτα ἕως πρὸ μιᾶς τῶν φιλοτιμιῶν ἔγραψα· τὰ ἐν τῷ ἀμφιθεάτρῳ γενησόμενα ὁ θέλων σγγγραψάτω.

᾽Αλλά καὶ ὁ μακάριος Σάτυρος τὴν ἰδίαν ὀπτασίαν αὐτὸς δι᾽ ἑαυτοῦ συγγράψας ἐφανέρωσεν τοιαῦτα εἰρηκώς. Ἤδη, φησίν, ἦμεν ὡς πεπονθότες καὶ ἐκ τῆς σαρκὸς ἐξεληλύθειμεν, καὶ ἠρξάμεθα βαστάζεσθαι ὑπὸ τεσσάρων ἀγγέλων πρὸς ἀνατολάς, καὶ αἱ χεῖρες ἡμῶν οὐχ ἥπτοντο· ἐπορευόμεθα δὲ εἰς τὰ ἀνώτερα, καὶ οὐχ ὕπτιοι ἀλλ᾽ οἷον ὡς δι᾽ ὁμαλῆς ἀναβάσεως ἐφερόμεθα. καὶ δὴ ἐξελθόντες τὸν πρῶτον κόσμον φῶς λαμπρότατον εἴδομεν· καὶ εἶπον πρὸς τὴν Περπετούαν (πλησίον γάρ μου ἦν)· Τοῦτό ἐστιν ὅπερ ὁ κύριος ἡμῶν ἐπηγγείλατο· μετειλήφαμεν τῆς ἐπαγγελίας. αἰωρουμένων δὲ ἡμῶν διὰ τῶν τεσσάρων ἀγγέλων ἐγένετο στάδιον μέγα, ὅπερ ὡσεὶ κῆπος ἦν ἔχων ῥόδου δένδρα καὶ πᾶν γένος τῶν ἀνθέων· τὸ δὲ ὕψος τῶν δένδρων ἦν ὡσεὶ κυπαρίσσου

μῆκος, ἀκαταπαύστως δὲ κατεφέρετο τὰ δένδρα τὰ φύλλα αὐτῶν. ἦσαν δὲ μεθ᾽ ἡμῶν ἐν αὐτῷ τῷ κήπῳ οἱ τέσσαρες ἄγγελοι, ἀλλήλαων ἐνδοξότεροι, ὑφ’ ὧν ἐφερόμεθα· πτοουμένους δὲ ἡμᾶς καὶ θαυμάζοντας * καὶ ἀπέθηκαν, καὶ ἀνέλαβον· καὶ ὁδὸν* λαβόντες διήλθομεν τὸ στάδιον τοῖς ἡμετέροις ποσίν. ἐκεῖ εὕρομμεν ουκοῦνδον καὶ Σάτυρον καὶ Ἀρτάξιον, τοὺς ἐν αὐτῷ τῷ διωγμῷ ζῶντας κρεμασθέντας· εἴδομεν δὲ Κοΐντον τὸν μάρτυρα τὸν ἐν τῇ φυλακῇ ἀποθανόντα· ἐζητοῦμεν δὲ καὶ περὶ τῶν λοιπῶν ποῦ ἄρα εἰσίν· καὶ εἶπον οἱ ἄγγελοι πρὸς ἡμᾶς· Δεῦτε πρῶτον ἔσω ἵνα ἀσπάσησθε τὸν κύριον.