The Passion of Perpetua and Felicitas

Martyrium Perpetuae et Felcitatis

The Passion of S. Perpetua. Robins, J. Armitage, editor. Cambridge: Cambridge University Press, 1891.

Καὶ εὐθὺς ἐν τῇ ἑσπέρᾳ ἐν ᾗ ἐν νέρβῳ ἐμείναμεν ἐδείχθη μοι τοῦτο. ὁρῶ * τόπῳ * ἐν ᾧ ἑωράκειν τὸν Δεινοκρά την, καθαρῷ σώματι ὄντα, καὶ καλῶς ἠμφιεσμένον καὶ ἀναψύχοντα· καὶ ὅπου τὸ τραῦμα ἦν οὐλὴν ὁρῶ· καὶ ἡ κρηπὶς τῆς κολυμβήθρας κατήχθη ἕως τοῦ ὀμφαλίου αὐτοῦ· ἔρρεεν δὲ ἐξ αὐτῆς ἀδιαλείπτως ὕδωρ· καὶ ἐπάνω τῆς κρηπῖδος ἦν χρυσῆ φιάλη μεστή· καὶ προσελθὼν ὁ Δεινοκράτης ἤρξατο ἐξ αὐτῆς πίνειν· ἡ δὲ φιάλη οὐκ ἐνέλειπεν. καὶ ἐμπλησθεὶς ἤρξατο παίζειν ἀγαλλιώμενος ὡς τὰ νήπια· καὶ ἐξυπνίσθην. καὶ ἐνόησα ὅτι μετετέθη ἐκ τῶν τιμωριῶν.

Καὶ μετ᾽ ὀλίγας ἡμέρας Π ούδης τις στρατιώτης ὁ τῆς φυλακῆς προιστάμενος μετὰ πολλῆς τῆς σπουδῆς ἤρξατο ἡμᾶς τιμᾶν καὶ δοξάζειν τὸν θεόν, ἐννοῶν δύναμιν μεγάλην εἶναι περὶ ἡμᾶς· διὸ καὶ πολλοὺς εἰσελθεῖν πρὸς ἡμᾶς οὐκ ἐκώλυεν εἰς τὸ ἡμᾶς διὰ τῶν ἐπαλλήλαων παραμυθιῶν παρηγορεῖσθαι. ἤγγισεν δὲ ἡ ἡμέρα τῶν φιλοτιμιῶν καὶ εἰσέρχεται πρός με ὁ πατήρ, τῇ ἀκηδιᾳ μαρανθείς, καὶ ἤρξατο τὸν πώγωνα τὸν ἴδιον ἐκτίλλειν ῥίπτειν τε ἐπὶ γῆς καὶ πρηνὴς κατακείμενος κακολογεῖν τὰ ἑαυτοῦ ἔτη κατηγορῶν καὶ λέγων τοιαῦτα ῥήματα ὡς πᾶσαν δύνασθαι τὴν κτίσιν σαλεῦσαι· ἐγὼ δὲ ἐπένθουν διὰ τὸ ταλαίπωρον γῆρας αὐτοῦ.