Enneades

Plotinus

Plotini Enneades, Volumes 1-2. Volkmann, Richard, editor. Leipzig: Teubner, 1883-1884.

ἀλλὰ τὸν θεὸν θεωρεῖ, εἴποιμεν ἄν. ἀλλ̓ εἰ τὸν θεὸν γινώσκειν αὐτόν τις ὁμολογήσει, καὶ ταύτῃ συγχωρεῖν ἀναγκασθήσεται καὶ ἑαυτὸν γινώσκειν. καὶ γὰρ ὅσα ἔχει παῤ ἐκείνου γνώσεται, καὶ ἃ ἔδωκε, καὶ ἃ δύναται ἐκεῖνος. ταῦτα

503
δὲ μαθὼν καὶ γνοὺς καὶ ταύτῃ ἑαυτὸν γνώσεται: καὶ γὰρ ἕν τι τῶν δοθέντων αὐτός, μᾶλλον δὲ πάντα τὰ δοθέντα αὐτός. εἰ μὲν οὖν κἀκεῖνον γνώσεται καὶ τὰς δυνάμεις αὐτοῦ, μαθὼν καὶ ἑαυτὸν γνώσεται ἐκεῖθεν γενόμενος καὶ ἃ δύναται κομισάμενος: εἰ δὲ ἀδυνατήσει ἰδεῖν σαφῶς ἐκεῖνον,
2.187
ἐπειδὴ τὸ ἰδεῖν ἴσως αὐτό ἐστι τὸ ὁρώμενον, ταύτῃ μάλιστα λείποιτ̓ ἂν αὐτῷ ἰδεῖν ἑαυτὸν καὶ εἰδέναι, εἰ τὸ ἰδεῖν τοῦτό ἐστι τὸ αὐτὸ εἶναι τὸ ὁρώμενον. τί γὰρ ἂν καὶ δοίημεν αὐτῷ ἄλλο; ἡσυχίαν, νὴ Δία. ἀλλὰ νῷ ἡσυχία οὐ νοῦ ἐστιν ἔκστασις, ἀλλ̓ ἔστιν ἡσυχία τοῦ νοῦ σχολὴν ἄγουσα ἀπὸ τῶν ἄλλων ἐνέργεια: ἐπεὶ καὶ τοῖς ἄλλοις, οἷς ἐστιν ἡσυχία ἑτέρων, καταλείπεται ἡ αὐτῶν οἰκεία ἐνέργεια καὶ μάλιστα, οἷς τὸ εἶναι οὐ δυνάμει ἐστίν, ἀλλὰ ἐνεργείᾳ. τὸ εἶναι οὖν ἐνέργεια, καὶ οὐδέν, πρὸς ὃ ἡ ἐνέργεια: πρὸς αὑτῷ ἄρα. ἑαυτὸν ἄρα νοῶν οὕτω πρὸς αὑτῷ καὶ εἰς ἑαυτὸν τὴν ἐνέργειαν ἴσχει. καὶ γὰρ εἴ τι ἐξ αὐτοῦ, τῷ εἰς αὑτὸν ἐν ἑαυτῷ. ἔδει γὰρ πρῶτον ἐν ἑαυτῷ, εἶτα καὶ εἰς ἄλλο, ἢ ἄλλο τι ἥκειν ἀπ̓ αὐτοῦ ὁμοιούμενον αὐτῷ: οἷον καὶ πυρὶ ἐν αὑτῷ πρότερον ὄντι πυρὶ καὶ τὴν ἐνέργειαν ἔχοντι πυρός, οὕτω τὸ καὶ ἴχνος αὑτοῦ δυνηθῆναι ποιῆσαι ἐν ἄλλῳ. καὶ γὰρ αὖ καὶ ἔστιν ὁ μὲν νοῦς ἐν αὑτῷ ἐνέργεια, ἡ δὲ ψυχὴ τὸ μὲν ὅσον πρὸς νοῦν αὐτῆς οἷον εἴσω, τὸ δ̓ ἔξω νοῦ πρὸς τὸ ἔξω. κατὰ θάτερα μὲν γὰρ ὡμοίωται ὅθεν ἥκει, κατὰ θάτερα δὲ καίτοι ἀνομοιωθεῖσα ὅμως ὡμοίωται καὶ ἐνταῦθα, εἴτε πράττοι, εἴτε ποιοῖ: καὶ γὰρ καὶ πράττουσα ὅμως θεωρεῖ καὶ ποιοῦσα εἴδη ποιεῖ, οἷον νοήσεις ἀπηρτισμένας, ὥστε πάντα εἶναι ἴχνη νοήσεως καὶ νοῦ κατὰ τὸ ἀρχέτυπον προιόντων καὶ μιμουμένων τῶν μὲν ἐγγὺς μᾶλλον, τῶν δὲ ἐσχάτων ἀμυδρὰν ἀποσωζόντων εἰκόνα.

ποιὸν δέ τι ὁρᾷ τὸ νοητὸν ὁ νοῦς, καὶ ποιόν τι ἑαυτόν; ἢ τὸ μὲν νοητὸν οὐδὲ δεῖ ζητεῖν, οἷον τὸ ἐπὶ τοῖς σώμασι χρῶμα ἢ σχῆμα: πρὶν γὰρ

2.188
504
ταῦτα εἶναι, ἔστιν ἐκεῖνα: καὶ ὁ λόγος δὲ ὁ ἐν τοῖς σπέρμασι τοῖς ταῦτα ποιοῦσιν οὐ ταὐτά: ἀόρατα γὰρ τῇ φύσει καὶ ταῦτα καὶ ἔτι μᾶλλον ἐκεῖνα, καὶ ἔστι φύσις ἡ αὐτὴ ἐκείνων καὶ τῶν ἐχόντων, οἷον ὁ λόγος ὁ ἐν τῷ σπέρματι καὶ ἡ ἔχουσα ψυχὴ ταῦτα. ἀλλ̓ ἡ μὲν οὐχ ὁρᾷ ἃ ἔχει. οὐδὲ γὰρ αὐτὴ ἐγέννησεν, ἀλλ̓ ἔστι καὶ αὕτη εἴδωλον καὶ οἱ λόγοι: ὅθεν δὲ ἦλθε, τὸ ἐναργὲς καὶ τὸ ἀληθινὸν καὶ τὸ πρώτως, ὅθεν καὶ ἑαυτοῦ ἐστι καὶ αὑτῷ: τοῦτο δέ, ἂν μὴ ἄλλου γένηται καὶ ἐν ἄλλῳ, οὐδὲ μένει: εἰκόνι γὰρ προσήκει ἑτέρου οὖσαν ἐν ἑτέρῳ γίγνεσθαι, εἰ μὴ εἴη ἐκείνου ἐξηρτημένη. διὸ οὐδὲ βλέπει, ἅτε δὴ φῶς ἱκανὸν οὐκ ἔχον, κἂν βλέπῃ δέ, τελειωθὲν ἐν ἄλλῳ ἄλλο καὶ οὐχ αὑτὸ βλέπει. ἀλλ̓ οὖν τούτων ἐκεῖ οὐδέν, ἀλλ̓ ὅρασις καὶ τὸ ὁρατὸν αὐτῇ ὁμοῦ καὶ τοιοῦτον τὸ ὁρατὸν οἷον ἡ ὅρασις, καὶ ἡ ὅρασις οἷον τὸ ὁρατόν. τίς οὖν αὐτὸ ἐρεῖ οἷόν ἐστιν; ὁ ἰδών: νοῦς δὲ ὁρᾷ. ἐπεὶ καὶ ἐνταῦθα ἡ ὄψις φῶς οὖσα, μᾶλλον δὲ ένωθεῖσα φωτί, φῶς ὁρᾷ: χρώματα γὰρ ὁρᾷ: ἐκεῖ δὲ οὐ δἰ ἑτέρου, ἀλλὰ δἰ αὑτῆς, ὅτι μηδὲ ἔξω. ἄλλῳ οὖν φωτὶ ἄλλο φῶς ὁρᾷ, οὐ δἰ ἄλλου. φῶς ἄρα φῶς ἄλλο ὁρᾷ: αὐτὸ ἄρα αὑτὸ ὁρᾷ. τὸ δὲ φῶς τοῦτο ἐν ψυχῇ μὲν ἐλλάμψαν ἐφώτισε: τοῦτο δ̓ ἐστὶ νοερὰν ἐποίησε: τοῦτο δ̓ ἐστὶν ὡμοίωσεν ἑαυτῷ τῷ ἄνω φωτί. οἷον οὖν ἐστι τὸ ἴχνος τὸ ἐγγενόμενον τοῦ φωτὸς ἐν ψυχῇ, τοιοῦτον καὶ ἔτι κάλλιον καὶ μεῖζον αὐτὸ νομίζων καὶ ἐναργέστερον ἐγγὺς ἂν γένοιο φύσεως νοῦ καὶ νοητοῦ. καὶ γὰρ αὖ καὶ ἐπιλαμφθὲν τοῦτο ζωὴν ἔδωκε τῇ ψυχῇ ἐναργεστέραν, ζωὴν δὲ οὐ γεννητικήν: τοὐναντίον γὰρ ἐπέστρεψε πρὸς ἑαυτὴν τὴν ψυχήν, καὶ σκίδνασθαι
2.189
οὐκ εἴασεν, ἀλλ̓ ἀγαπᾶν ἐποίησε τὴν ἐν αὐτῷ ἀγλαίαν: οὐ μὴν οὐδὲ αἰσθητικήν, αὕτη γὰρ ἔξω βλέπει καὶ οὗ μᾶλλον αἰσθάνεται: ὁ δ̓ ἐκεῖνο τὸ φῶς τῶν ἀληθῶν λαβὼν οἷον βλέπει οὐ μᾶλλον τὰ ὁρατά, ἀλλὰ τοὐναντίον. λείπεται τοίνυν ζωὴν νοερὰν προσειληφέναι, ἴχνος νοῦ ζωῆς: ἐκεῖ γὰρ τὰ ἀληθῆ. ἡ δὲ ἐν τῷ νῷ ζωὴ καὶ ἐνέργεια, τὸ πρῶτον φῶς ἑαυτῷ λάμπον πρώτως καὶ πρὸς αὑτὸ λαμπηδών, λάμπον ὁμοῦ καὶ λαμπόμενον, τὸ ἀληθῶς νοητόν, καὶ νοοῦν καὶ νοούμενον, καὶ ἑαυτῷ ὁρώμενον καὶ οὐ δεόμενον ἄλλου, ἵνα ἴδῃ, αὑτῷ αὔταρκες πρὸς τὸ ἰδεῖν: καὶ γὰρ ὃ ὁρᾷ αὐτό ἐστι: γιγνωσκόμενον καὶ παῤ ἡμῶν αὐτῷ ἐκείνῳ, ὡς καὶ παῤ ἡμῶν τὴν γνῶσιν αὐτοῦ δἰ αὐτοῦ γίγνεσθαι: ἢ πόθεν ἂν ἔσχομεν λέγειν περὶ αὐτοῦ; τοιοῦτόν ἐστιν, οἷον σαφέστερον μὲν ἀντιλαμβάνεσθαι αὑτοῦ, ἡμᾶς δὲ δἰ αὐτοῦ: διὰ δὲ τῶν τοιούτων λογισμῶν ἀνάγεσθαι καὶ τὴν ψυχὴν ἡμῶν εἰς αὐτὸ εἰκόνα θεμένην ἑαυτὴν εἶναι ἐκείνου, ὡς τὴν αὐτῆς ζωὴν ἴνδαλμα καὶ ὁμοίωμα εἶναι ἐκείνου, καὶ ὅταν νοῇ, θεοειδῆ καὶ νοοειδῆ γίνεσθαι: καὶ ἐάν τις αὐτὴν ἀπαιτῇ, ὁποῖον ὁ νοῦς ἐκεῖνός
505
ἐστιν ὁ τέλειος καὶ πᾶς, ὁ γιγνώσκων πρώτως ἑαυτόν, ἐν τῷ νῷ αὐτὴν πρῶτον γενομένην ἢ παραχωρήσασαν τῷ νῷ τὴν ἐνέργειαν, ὧν ἔσχε τὴν μνήμην ἐπ̓ αὐτῇ, ταὐτὰ δὴ ἔχουσαν δεικνύναι ἑαυτήν, ὡς δἰ αὐτῆς εἰκόνος οὔσης ὁρᾶν δύνασθαι ἀμηγέπη ἐκεῖνον, διὰ τῆς ἐκείνῳ πρὸς τὸ ἀκριβέστερον ὡμοιωμένης, ὅσον ψυχῆς μέρος εἰς ὁμοιότητα νῷ δύναται ἐλθεῖν.

ψυχὴν οὖν, ὡς ἔοικε, καὶ τὸ ψυχῆς θειότατον κατιδεῖν δεῖ τὸν μέλλοντα νοῦν εἴσεσθαι ὅ τι

2.190
ἐστί. γένοιτο δ̓ ἂν τοῦτο ἴσως καὶ ταύτῃ, εἰ ἀφέλοις πρῶτον τὸ σῶμα ἀπὸ τοῦ ἀνθρώπου καὶ δηλονότι σαυτοῦ, εἶτα καὶ τὴν πλάττουσαν τοῦτο ψυχήν, καὶ τὴν αἴσθησιν δὲ εὖ μάλα, ἐπιθυμίας δὲ καὶ θυμοὺς καὶ τὰς ἄλλας τὰς τοιαύτας φλυαρίας, ὡς πρὸς τὸ θνητὸν νευούσας καὶ πάνυ. τὸ δὴ λοιπὸν αὐτῆς τοῦτό ἐστιν, ὃ εἰκόνα ἔφαμεν νοῦ σώζουσάν τι φῶς ἐκείνου, οἷον ἡλίου μετὰ τὴν τοῦ μεγέθους σφαῖραν τὸ περὶ αὐτὴν ἐξ αὐτῆς λάμπον. ἡλίου μὲν οὖν τὸ φῶς οὐκ ἄν τις συγχωρήσειεν ἐφ̓ ἑαυτοῦ περὶ αὐτὸν εἶναι, ἐξ αὐτοῦ ὡρμημένον καὶ περὶ αὐτὸν μεῖναν, ἄλλο δὲ ἐξ ἄλλου ἀεὶ προιὸν τοῦ πρὸ αὐτοῦ, ἕως ἂν εἰς ἡμᾶς καὶ ἐπὶ γῆν ἥκῃ: ἀλλὰ πᾶν καὶ τὸ περὶ αὐτὸν θήσεται ἐν ἄλλῳ, ἵνα μὴ διάστημα διδῷ κενὸν τὸ μετὰ τὸν ἥλιον σώματος. ἡ δὲ ψυχὴ ἐκ νοῦ φῶς τι περὶ αὐτὸν γενομένη ἐξήρτηταί τε αὐτοῦ καὶ οὔτε ἐν ἄλλῳ, ἀλλὰ περὶ ἐκεῖνον, οὔτε τόπος αὐτῇ: οὐδὲ γὰρ ἐκείνῳ. ὅθεν τὸ μὲν τοῦ ἡλίου φῶς ἐν ἀέρι, αὐτὴ δὲ καθαρά, ὥστε καὶ ἐφ̓ ἑαυτῆς ὁρᾶσθαι ὑπό τε αὑτῆς καὶ ἄλλης τοιαύτης. καὶ αὐτῇ μὲν περὶ νοῦ συλλογιστέα οἷος ἀφ̓ ἑαυτῆς σκοπουμένῃ, νοῦς δὲ αὐτὸς αὑτὸν οὐ συλλογιζόμενος περὶ αὑτοῦ: πάρεστι γὰρ ἀεὶ αὑτῷ, ἡμεῖς δέ, ὅταν εἰς αὐτόν: μεμέρισται γὰρ ἡμῖν ἡ ζωὴ καὶ πολλαὶ ζωαί, ἐκεῖνος δὲ οὐδὲν δεῖται ἄλλης ζωῆς ἢ ἄλλων, ἀλλ̓ ἃς παρέχει ἄλλοις παρέχει, οὐχ ἑαυτῷ: οὐδὲ γὰρ δεῖται τῶν χειρόνων, οὐδὲ αὑτῷ παρέχει τὸ ἔλαττον ἔχων τὸ πᾶν, οὐδὲ τὰ ἴχνη ἔχων τὰ πρῶτα, μᾶλλον δὲ οὐκ ἔχων, ἀλλ̓ αὐτὸς ὢν ταῦτα. εἰ δέ τις ἀδυνατεῖ τὴν πρώτην ἔχειν τὴν καθαρῶς
506
νοοῦσαν, δοξαστικὴν λαβέτω, εἶτα ἀπὸ ταύτης ἀναβαινέτω.
2.191
εἰ δὲ μηδὲ τοῦτο, αἴσθησιν ἐμπλατύτερα τὰ εἴδη κομιζομένην, αἴσθησιν δὲ καὶ ἐφ̓ ἑαυτῆς μεθ̓ ὧν δύναται καὶ ἤδη ἐν τοῖς εἴδεσιν οὖσαν. εἰ δὲ βούλεταί τις, καταβαίνων καὶ ἐπὶ τὴν γεννῶσαν ἴτω μέχρι καὶ ὧν ποιεῖ: εἶτα ἐντεῦθεν ἀναβαινέτω ἀπὸ τῶν ἐσχάτων εἰδῶν εἰς τὰ ἔσχατα ἀνάπαλιν εἴδη, μᾶλλον δὲ εἰς τὰ πρῶτα.

ταῦτα μὲν οὖν ταύτῃ. εἰ δὲ τὰ ποιηθέντα μόνον, οὐκ ἂν ἦν ἔσχατα: ἐκεῖ δὲ πρῶτα τὰ ποιοῦντα, ὅθεν καὶ πρῶτα. δεῖ οὖν ἅμα καὶ τὸ ποιοῦν εἶναι καὶ ἓν ἄμφω: εἰ δὲ μή, δεήσει πάλιν ἄλλου. τί οὖν; οὐ δεήσει πάλιν ἄλλου ἐπέκεινα τούτου; ἢ ὁ μὲν νοῦς τοῦτο. τί οὖν οὐχ ὁρᾷ ἑαυτόν; ἢ οὗτος οὐδὲν δεῖται ὁράσεως. ἀλλὰ τοῦτο εἰς ὕστερον: νῦν δὲ πάλιν λέγωμεν: οὐ γὰρ περὶ τοῦ ἐπιτυχόντος ἡ σκέψις. λεκτέον δὴ πάλιν τοῦτον τὸν νοῦν δεηθῆναι τοῦ ὁρᾶν ἑαυτόν, μᾶλλον δὲ ἔχειν τὸ ὁρᾶν ἑαυτόν, πρῶτον μὲν τῷ πολὺν εἶναι, εἶτα καὶ τῷ ἑτέρου εἶναι, καὶ ἐξ ἀνάγκης ὁρατικὸν εἶναι, καὶ ὁρατικὸν ἐκείνου, καὶ τὴν οὐσίαν αὐτοῦ ὅρασιν εἶναι: καὶ γὰρ ὄντος τινὸς ἄλλου ὅρασιν δεῖ εἶναι, μὴ δὲ ὄντος μάτην ἐστί. δεῖ τοίνυν πλείω ἑνὸς εἶναι, ἵνα ὅρασις ᾖ, καὶ συνεκπίπτειν τὴν ὅρασιν τῷ ὁρατῷ, καὶ τὸ ὁρώμενον τὸ ὑπ̓ αὐτοῦ πλῆθος εἶναι, οὐδὲ ἓν πάντη: οὐδὲ γὰρ ἔχει τὸ ἓν πάντη εἰς τί ἐνεργήσει, ἀλλὰ μόνον καὶ ἔρημον ὂν πάντη στήσεται: ᾗ γὰρ ἐνεργεῖ, ἄλλο καὶ ἄλλο. εἰ δὲ μὴ εἴη ἄλλο, τὸ δὲ ἄλλο, τί καὶ ποιήσει; ἢ ποῦ προβήσεται; διὸ δεῖ τὸ ἐνεργοῦν ἢ περὶ ἄλλο ἐνεργεῖν, ἢ αὐτὸ πολύ τι εἶναι, εἰ μέλλοι ἐνεργεῖν ἐν αὑτῷ. εἰ δὲ μή τι προελεύσεται ἐπ̓ ἄλλο, στήσεται: ὅταν δὲ πᾶσαν στάσιν, οὐ νοήσει. δεῖ τοίνυν τὸ νοοῦν,

2.192
ὅταν νοῇ, ἐν δυσὶν εἶναι, καὶ ἢ ἔξω θάτερον ἢ ἐν τῷ αὐτῷ ἄμφω καὶ ἀεὶ ἐν ἑτερότητι τὴν νόησιν
507
εἶναι, καὶ ἐν ταυτότητι δὲ ἐξ ἀνάγκης: καὶ εἶναι τὰ κυρίως νοούμενα πρὸς τὸν νοῦν καὶ τὰ αὐτὰ καὶ ἕτερα. καὶ πάλιν αὖ ἕκαστον τῶν νοουμένων συνεκφέρει τὴν ταυτότητα ταύτην καὶ τὴν ἑτερότητα: ἢ τί νοήσει, ὃ μὴ ἔχει ἄλλο καὶ ἄλλο; καὶ γὰρ εἰ ἕκαστον λόγος, πολλά ἐστι. καταμανθάνει τοίνυν ἑαυτὸ τῷ, ποικίλον ὀφθαλμὸν εἶναι ἢ ποικίλων χρωμάτων. εἰ γὰρ ἑνὶ καὶ ἀμερεῖ προσβάλλοι, ἠλογώθη: τί γὰρ ἂν ἔχοι περὶ αὐτοῦ εἰπεῖν, ἢ τί συνεῖναι; καὶ γὰρ εἰ τὸ ἀμερὲς πάντη εἰπεῖν αὑτὸ δέοι, δεῖ πρότερον λέγειν ἃ μή ἐστιν: ὥστε καὶ οὕτως πολλὰ ἂν εἶναι, ἵνα ἓν εἴη. εἶθ̓ ὅταν λέγῃ ʽεἰμὶ τόδἐ, τὸ τόδε εἰ μὲν ἕτερόν τι αὑτοῦ ἐρεῖ, ψεύσεται: εἰ δὲ συμβεβηκὸς αὑτῷ, πολλὰ ἐρεῖ ἢ τοῦτο ἐρεῖ ʽεἰμὶ εἰμἴ καὶ ʽἐγὼ ἐγὤ. τί οὖν, εἰ δύο μόνα εἴη καὶ λέγοι ʽἐγὼ καὶ τοῦτὀ; ἢ ἀνάγκη πόλλ̓ ἤδη εἶναι: καὶ γὰρ ὡς ἕτερα καὶ ὅπῃ ἕτερα καὶ ἀριθμὸς ἤδη καὶ πολλὰ ἄλλα. δεῖ τοίνυν τὸ νοοῦν ἕτερον καὶ ἕτερον λαβεῖν καὶ τὸ νοούμενον κατανοούμενον ὂν ποικίλον εἶναι: ἢ οὐκ ἔσται νόησις αὐτοῦ, ἀλλὰ θίξις καὶ οἷον ἐπαφὴ μόνον ἄρρητος καὶ ἀνόητος, προνοοῦσα οὔπω νοῦ γεγονότος καὶ τοῦ θιγγάνοντος οὐ νοοῦντος. δεῖ δὲ τὸ νοοῦν μηδὲ αὐτὸ μένειν ἁπλοῦν, καὶ μάλιστα ὅσῳ ἂν αὑτὸ νοῇ. διχάσει γὰρ αὐτὸ ἑαυτό, κἂν σύνεσιν δῷ τὴν σιωπήν. εἶτα οὐδὲ δεήσεται οἷον πολυπραγμονεῖν ἑαυτό: τί γὰρ καὶ μαθήσεται νοῆσαν; πρὸ γὰρ νοῦ νοῆσαι ὑπάρχει ὅπερ ἐστὶν ἑαυτῷ. καὶ γὰρ αὖ πόθος τις καὶ ἡ γνῶσίς ἐστι καὶ οἷον ζητήσαντος εὕρεσις. τὸ τοίνυν ἀδιάφορον πάντη
2.193
αὐτὸ πρὸς αὑτὸ μένει, καὶ οὐδὲν ζητεῖ περὶ αὑτοῦ, ὃ δ̓ ἐξελίττει ἑαυτό, καὶ πολλὰ ἂν εἴη.

διὸ καὶ ὁ νοῦς οὗτος πολύς, ὅταν τὸ ἐπέκεινα

508
ἐθέλῃ νοεῖν. νοεῖ μὲν οὖν αὐτὸ ἐκεῖνο, ἀλλ̓ ἐπιβάλλειν θέλων ὡς ἁπλῷ ἔξεισιν ἄλλο ἀεὶ λαμβάνων ἐν αὑτῷ πληθυνόμενον: ὥστε ὥρμησε μὲν ἐπ̓ αὐτὸ οὐχ ὡς νοῦς, ἀλλ̓ ὡς ὄψις οὔπω ἰδοῦσα, ἐξῆλθε δὲ ἔχουσα ὅπερ αὐτὴ ἐπλήθυνεν: ὥστε ἄλλου μὲν ἐπεθύμησεν ἀορίστως ἔχουσα ἐπ̓ αὐτῇ φάντασμά τι, ἐξῆλθε δὲ ἄλλο λαβοῦσα ἐν αὑτῇ αὐτὸ πολὺ ποιήσασα. καὶ γὰρ αὖ ἔχει τύπον τοῦ ὁράματος, ἢ οὐ παρεδέξατο ἐν αὑτῇ γενέσθαι: οὗτος δὲ πολὺς ἐξ ἑνὸς ἐγένετο, καὶ οὕτως γνοὺς εἶδεν αὐτό, καὶ τότε ἐγένετο ἰδοῦσα ὄψις. τοῦτο δὲ ἤδη νοῦς, ὅτε ἔχει καὶ ὡς νοῦς ἔχει: πρὸ δὲ τούτου ἔφεσις μόνον καὶ ἀτύπωτος ὄψις. οὗτος οὖν ὁ νοῦς ἐπέβαλε μὲν ἐκείνῳ, λαβὼν δὲ ἐγένετο νοῦς, ἀεὶ δὲ ἐνδιαθέμενος καὶ γενόμενος καὶ νοῦς καὶ οὐσία καὶ νόησις, ὅτε ἐνόησε: πρὸ γὰρ τούτου οὐ νόησις ἦν τὸ νοητὸν οὐκ ἔχων, οὐδὲ νοῦς οὔπω νοήσας. τὸ δὲ πρὸ τούτων ἡ ἀρχὴ τούτων, οὐχ ὡς ἐνυπάρχουσα: τὰ γὰρ ἀφ̓ οὗ οὐκ ἐνυπάρχει, ἀλλ̓ ἐξ ὧν: ἀφ̓ οὗ δὲ ἕκαστον, οὐχ ἕκαστον, ἀλλ̓ ἕτερον ἁπάντων. οὐ τοίνυν ἕν τι τῶν πάντων, ἀλλὰ πρὸ πάντων, ὥστε καὶ πρὸ νοῦ: καὶ γὰρ αὖ νοῦ ἐντὸς τὰ πάντα: ὥστε καὶ ταύτῃ πρὸ νοῦ, καὶ εἰ τὰ μετ̓ αὐτὸν δὲ τὴν τάξιν ἔχοι τὴν τῶν πάντων, καὶ ταύτῃ πρὸ πάντων. οὐ δεῖ δή, πρὸ ὧν ἐστι, τούτων ἕν τι εἶναι, οὐδὲ νοῦν αὐτὸν προσερεῖς: οὐδὲ τἀγαθὸν οὖν, εἰ σημαίνοι ἕν τι τῶν πάντων τἀγαθόν, ʽοὐδὲ τοῦτὀ: εἰ δὲ τὸ πρὸ πάντων, ἔστω οὕτως ὠνομασμένον. εἰ οὖν νοῦς, ὅτι
2.194
πολύς ἐστι, καὶ τὸ νοεῖν αὐτὸν οἷον παρεμπεσόν, κἂν ἐξ αὐτοῦ ᾖ, πληθύνει, δεῖ τὸ πάντη ἁπλοῦν καὶ πρῶτον ἁπάντων ἐπέκεινα νοῦ εἶναι. καὶ γὰρ εἰ νοήσει, οὐκ ἐπέκεινα νοῦ, ἀλλὰ νοῦς ἔσται: ἀλλὰ εἰ νοῦς ἔσται, καὶ αὐτὸ πλῆθος ἔσται.
509