Enneades

Plotinus

Plotini Enneades, Volumes 1-2. Volkmann, Richard, editor. Leipzig: Teubner, 1883-1884.

πρότερον δὲ περὶ ψυχῆς ζητητέον, εἰ δοτέον αὐτῇ γνῶσιν ἑαυτῆς, καὶ τί τὸ γινῶσκον ἐν αὑτῇ καὶ ὅπως. τὸ μὲν οὖν αἰσθητικὸν αὐτῆς αὐτόθεν ἂν φαῖμεν τοῦ ἔξω μόνον εἶναι: καὶ γὰρ εἰ τῶν ἔνδον ἐν τῷ σώματι γιγνομένων συναίσθησις εἴη, ἀλλὰ τῶν ἔξω αὐτοῦ καὶ ἐνταῦθα ἡ ἀντίληψις: τῶν γὰρ ἐν τῷ σώματι παθημάτων ὑφ̓ ἑαυτοῦ αἰσθάνεται. τὸ δ̓ ἐν αὐτῇ λογιζόμενον παρὰ τῶν ἐκ τῆς αἰσθήσεως παρακειμένων φαντασμάτων τὴν ἐπίκρισιν ποιούμενον καὶ συνάγον καὶ διαιροῦν: ἢ καὶ ἐπὶ τῶν ἐκ τοῦ νοῦ ἰόντων ἐφορᾷ, οἷον τοὺς τύπους, καὶ ἔχει καὶ περὶ τούτους τὴν αὐτὴν δύναμιν καὶ σύνεσιν ἔτι προσλαμβάνει, ὥσπερ ἐπιγινῶσκον καὶ ἐφαρμόζον τοῖς

2.180
ἐν αὐτῷ ἐκ παλαιοῦ τύποις τοὺς νέους καὶ ἄρτι ἥκοντας: ὃ δὴ καὶ ἀναμνήσεις φαῖμεν ἂν τῆς ψυχῆς εἶναι: καὶ νοῦς ὁ τῆς ψυχῆς μέχρι τοῦδε ἱστάμενος τῇ δυνάμει: ἢ καὶ εἰς ἑαυτὸ στρέφεται καὶ γινώσκει ἑαυτό: ἢ ἐπὶ τὸν νοῦν ἀνενεκτέον τοῦτο; γνῶσιν μὲν γὰρ ἑαυτοῦ τούτῳ τῷ μέρει διδόντες νοῦν αὐτὸν φήσομεν, καὶ ὅπῃ διοίσει τοῦ ἐπάνω ζητήσομεν, μὴ δὲ διδόντες ἐπ̓ ἐκεῖνον ἥξομεν τῷ λόγῳ βαδίζοντες, καὶ τὸ αὐτὸ ἑαυτὸ ὅ τί ποτ̓ ἐστὶ σκεψόμεθα. εἰ δὲ καὶ ἐνταῦθα ἐν τῷ κάτω δώσομεν, τίς ἡ διαφορὰ τοῦ νοεῖν ἑαυτὸ σκεψόμεθα: εἰ γὰρ μηδεμία, ἤδη τοῦτο νοῦς ὁ ἄκρατος. τοῦτο τοίνυν τὸ διανοητικὸν τῆς ψυχῆς ἆρα ἐπιστρέφει ἐφ̓ ἑαυτὸ καὶ αὐτό; ἢ οὔ: ἀλλὰ ὧν δέχεται τύπων ἐφ̓ ἑκάτερα τὴν σύνεσιν ἴσχει. καὶ πῶς τὴν σύνεσιν ἴσχει πρῶτον ζητητέον.
498

ἡ μὲν γὰρ αἴσθησις εἶδεν ἄνθρωπον καὶ ἔδωκε τὸν τύπον τῇ διανοίᾳ: ἡ δὲ τί φησιν; ἢ οὔπω οὐδὲν ἐρεῖ, ἀλλ̓ ἔγνω μόνον καὶ ἔστη: εἰ μὴ ἄρα πρὸς ἑαυτὴν διαλογίζοιτο ʽτίς οὗτοσ̓, εἰ πρότερον ἐνέτυχε τούτῳ, καὶ λέγοι προσχρωμένη τῇ μνήμῃ, ὅτι Σωκράτης. εἰ δὲ καὶ ἐξελίττοι τὴν μορφήν, μερίζει ἃ ἡ φαντασία ἔδωκεν: εἰ δέ, εἰ ἀγαθός, λέγοι, ἐξ ὧν μὲν ἔγνω διὰ τῆς αἰσθήσεως εἴρηκεν, ὃ δὲ εἴρηκεν ἐπ̓ αὐτοῖς, ἤδη παῤ αὑτῆς ἂν ἔχοι κανόνα ἔχουσα τοῦ ἀγαθοῦ παῤ αὑτῇ. τὸ δ̓ ἀγαθὸν πῶς ἔχει παῤ αὑτῇ; ἢ ἀγαθοειδής ἐστι, καὶ ἐπερρώσθη δὲ εἰς τὴν αἴσθησιν τοῦ τοιούτου ἐπιλάμποντος αὐτῇ νοῦ: τὸ γὰρ καθαρὸν τῆς ψυχῆς τοῦτο καὶ νοῦ δέχεται ἐπικείμενα ἴχνη. διὰ τί δὲ οὐ τοῦτο νοῦς, τὰ δὲ ἄλλα ψυχὴ ἀπὸ τοῦ αἰσθητικοῦ ἀρξάμενα; ἢ ὅτι ψυχὴν δεῖ ἐν

2.181
λογισμοῖς εἶναι: ταῦτα δὲ πάντα λογιζομένης δυνάμεως ἔργα. ἀλλὰ διὰ τί οὐ τούτῳ τῷ μέρει δόντες τὸ νοεῖν ἑαυτὸ ἀπαλλαξόμεθα; ἢ ὅτι ἔδομεν αὐτῷ τὰ ἔξω σκοπεῖσθαι καὶ πολυπραγμονεῖν, νῷ δὲ ἀξιοῦμεν ὑπάρχειν τὰ αὑτοῦ καὶ τὰ ἐν αὑτῷ σκοπεῖσθαι. ἀλλ̓ εἴ τις φήσει ʽτί οὖν κωλύει τοῦτο ἄλλῃ δυνάμει σκοπεῖσθαι τὰ αὑτοὖ; οὐ τὸ διανοητικὸν οὐδὲ τὸ λογιστικὸν ἐπιζητεῖ, ἀλλὰ νοῦν καθαρὸν λαμβάνει. τί οὖν κωλύει ἐν ψυχῇ νοῦν καθαρὸν εἶναι; οὐδὲν φήσομεν. ἀλλ̓ ἔτι δεῖ λέγειν ψυχῆς τοῦτο; ἀλλ̓ οὐ ψυχῆς μὲν φήσομεν, ἡμέτερον δὲ νοῦν φήσομεν, ἄλλον μὲν ὄντα τοῦ διανοουμένου καὶ ἐπάνω βεβηκότα, ὅμως δὲ ἡμέτερον, καὶ εἰ μὴ συναριθμοῖμεν τοῖς μέρεσι τῆς ψυχῆς: ἢ ἡμέτερον καὶ οὐχ ἡμέτερον: διὸ καὶ προσχρώμεθα αὐτῷ καὶ οὐ προσχρώμεθα, διανοίᾳ δὲ ἀεί: καὶ ἡμέτερον μὲν χρωμένων, οὐ προσχρωμένων δὲ οὐχ ἡμέτερον. τὸ δὴ προσχρῆσθαι τί ἐστιν; ἆρα αὐτοὺς ἐκεῖνο γινομένους, καὶ φθεγγομένους ὡς ἐκεῖνος ἢ κατ̓ ἐκεῖνον; οὐ γὰρ νοῦς ἡμεῖς: κατ̓ ἐκεῖνον οὖν τῷ λογιστικῷ πρώτῳ δεχομένῳ. καὶ γὰρ αἰσθανόμεθα δἰ αἰσθήσεως καὶ ἡμεῖς οἱ αἰσθανόμενοι. ἆῤ οὖν καὶ διανοούμεθα
499
οὕτως; ἢ αὐτοὶ μὲν οἱ λογιζόμενοι καὶ νοοῦμεν τὰ ἐν τῇ διανοίᾳ νοήματα αὐτοί: τοῦτο γὰρ ἡμεῖς: τὰ δὲ τοῦ νοῦ ἐνεργήματα ἄνωθεν οὕτως, ὡς τὰ ἐκ τῆς αἰσθήσεως κάτωθεν, τοῦτο ὄντες τὸ κύριον τῆς ψυχῆς, μέσον δυνάμεως διττῆς, χείρονος καὶ βελτίονος, χείρονος μὲν τῆς αἰσθήσεως, βελτίονος δὲ τοῦ νοῦ. ἀλλ̓ αἴσθησις μὲν ἀεὶ ἡμέτερον δοκεῖ συγκεχωρημένον: ἀεὶ γὰρ αἰσθανόμεθα: νοῦς δὲ ἀμφισβητεῖται, καὶ ὅτι μὴ αὐτῷ ἀεὶ καὶ
2.182
ὅτι χωριστός: χωριστὸς δὲ τῷ μὴ προσνεύειν αὐτόν, ἀλλ̓ ἡμᾶς μᾶλλον πρὸς αὐτὸν εἰς τὸ ἄνω βλέποντας. αἴσθησις δὲ ἡμῖν ἄγγελος, βασιλεὺς δὲ πρὸς ἡμᾶς ἐκεῖνος.

βασιλεύομεν δὲ καὶ ἡμεῖς, ὅταν κατ̓ ἐκεῖνον: κατ̓ ἐκεῖνον δὲ διχῶς, ἢ τοῖς οἷον γράμμασιν ὥσπερ νόμοις ἐν ἡμῖν γραφεῖσιν, ἢ οἷον πληρωθέντες αὐτοῦ, ἢ καὶ δυνηθέντες ἰδεῖν καὶ αἰσθάνεσθαι παρόντος. καὶ γινώσκομεν δὲ ἑαυτοὺς τῷ τοιούτῳ ὁρατῷ τὰ ἄλλα μαθεῖν: ἢ καὶ τὴν δύναμιν τὴν γινώσκουσαν τὸ τοιοῦτον μαθόντες αὐτῇ τῇ δυνάμει ἢ καὶ ἐκεῖνο γινόμενοι, ὡς τὸν γινώσκοντα ἑαυτὸν διττὸν εἶναι, τὸν μὲν γινώσκοντα τῆς διανοίας τῆς ψυχικῆς φύσιν, τὸν δὲ ὑπεράνω τούτου, τὸν γινώσκοντα ἑαυτὸν κατὰ τὸν νοῦν ἐκεῖνον γινόμενον, κἀκείνῳ ἑαυτὸν νοεῖν αὖ οὐχ ὡς ἄνθρωπον ἔτι, ἀλλὰ παντελῶς ἄλλον γενόμενον καὶ συναρπάσαντα ἑαυτὸν εἰς τὸ ἄνω μόνον ἐφέλκοντα τὸ τῆς ψυχῆς ἄμεινον, ὃ καὶ δύναται μόνον πτεροῦσθαι πρὸς νόησιν, ἵνα τις ἐκεῖ παρακαταθεῖτο ἃ εἶδε. τὸ δὴ διανοητικὸν ὅτι διανοητικὸν ἆρα οὐκ οἶδε καὶ ὅτι σύνεσιν τῶν ἔξω λαμβάνει καὶ ὅτι κρίνει ἃ κρίνει τοῖς ἐν αὑτῷ κανόσιν, οὓς παρὰ τοῦ νοῦ ἔχει, καὶ ὡς ἔστι τι βέλτιον αὐτοῦ, ὃ οὐ ζητεῖ, ἀλλ̓ ἔχει πάντως δήπου; ἀλλ̓ ἆρα τί ἐστιν αὐτὸ ὃ οὐκ οἶδεν ἐπιστάμενον οἷόν ἐστι, καὶ οἷα τὰ ἔργα αὐτοῦ; εἰ οὖν λέγει, ὅτι ἀπὸ νοῦ ἐστι καὶ δεύτερον μετὰ νοῦν καὶ εἰκὼν νοῦ, ἔχον ἐν ἑαυτῷ τὰ πάντα οἷον γεγραμμένα, ὡς ἐκεῖ ὁ γράφων καὶ ὁ γράψας: ἆῤ οὖν στήσεται μέχρι τούτων ὁ οὕτως ἑαυτὸν ἐγνωκώς; ἡμεῖς δὲ ἄλλῃ δυνάμει προσχρησάμενοι

2.183
νοῦν αὖ γινώσκοντα ἑαυτὸν κατοψόμεθα ἢ ἐκεῖνον μεταλαβόντες, ἐπείπερ κἀκεῖνος ἡμέτερος καὶ ἡμεῖς
500
ἐκείνου, οὕτω νοῦν καὶ αὑτοὺς γνωσόμεθα; ἢ ἀναγκαῖον οὕτως, εἴπερ γνωσόμεθα, ὅ τι ποτέ ἐστι τὸ ἐν νῷ αὐτὸ ἑαυτό. ἔστι δὴ νοῦς τις αὐτὸς γεγονώς, ὅτε τὰ ἄλλα ἀφεὶς ἑαυτοῦ τούτῳ καὶ τοῦτον βλέπει, αὑτῷ δὲ ἑαυτόν. ὡς δὴ οὖν νοῦς ἑαυτὸν ὁρᾷ.

ἆῤ οὖν ἄλλῳ μέρει ἑαυτοῦ ἄλλο μέρος αὑτοῦ καθορᾷ; ἀλλ̓ οὕτω τὸ μὲν ἔσται ὁρῶν, τὸ δὲ ὁρώμενον: τοῦτο δὲ οὐκ αὐτὸ ἑαυτό. τί οὖν, εἰ πᾶν τοιοῦτον οἷον ὁμοιομερὲς εἶναι, ὥστε τὸ ὁρῶν μηδὲν διαφέρειν τοῦ ὁρωμένου; οὕτω γὰρ ἰδὼν ἐκεῖνο τὸ μέρος αὑτοῦ ὂν ταὐτὸν αὑτῷ εἶδεν ἑαυτόν: διαφέρει γὰρ οὐδὲν τὸ ὁρῶν πρὸς τὸ ὁρώμενον. ἢ πρῶτον μὲν ἄτοπος ὁ μερισμὸς αὑτοῦ: πῶς γὰρ καὶ μεριεῖ; οὐ γὰρ δὴ κατὰ τύχην: καὶ ὁ μερίζων δὲ τίς; ὁ ἐν τῷ θεωρεῖν τάττων ἑαυτὸν ἢ ὁ ἐν τῷ θεωρεῖσθαι; εἶτα πῶς ἑαυτὸν γνώσεται ὁ θεωρῶν ἐν τῷ θεωρουμένῳ τάξας ἑαυτὸν κατὰ τὸ θεωρεῖν; οὐ γὰρ ἦν ἐν τῷ θεωρουμένῳ τὸ θεωρεῖν. ἢ γνοὺς ἑαυτὸν οὕτω θεωρούμενον, ἀλλ̓ οὐ θεωροῦντα, νοήσει: ὥστε οὐ πάντα οὐδὲ ὅλον γνώσεται ἑαυτόν: ὃν γὰρ εἶδε, θεωρούμενον, ἀλλ̓ οὐ θεωροῦντα εἶδε: καὶ οὕτως ἔσται ἄλλον, ἀλλ̓ οὐχ ἑαυτὸν ἑωρακώς. ἢ προσθήσει παῤ αὑτοῦ καὶ τὸν τεθεωρηκότα, ἵνα τέλειον αὑτὸν ᾖ νενοηκώς. ἀλλ̓ εἰ καὶ τὸν τεθεωρηκότα, ὁμοῦ καὶ τὰ ἑωραμένα. εἰ οὖν ἐν τῇ θεωρίᾳ ὑπάρχει τὰ τεθεωρημένα, εἰ μὲν τύποι αὐτῶν, οὐκ αὐτὰ ἔχει: εἰ δ̓ αὐτὰ ἔχοι, οὐκ ἰδὼν αὐτὰ ἐκ τοῦ μερίσαι αὑτὸν ἔχει, ἀλλ̓ ἦν πρὶν

2.184
μερίσαι ἑαυτὸν καὶ θεωρῶν καὶ ἔχων. εἰ τοῦτο, δεῖ τὴν θεωρίαν ταὐτὸν εἶναι τῷ θεωρητῷ, καὶ τὸν νοῦν ταὐτὸν εἶναι τῷ νοητῷ: καὶ γάρ, εἰ μὴ ταὐτόν, οὐκ ἀλήθεια ἔσται: τύπον γὰρ ἕξει ὁ ἔχων τὰ ὄντα ἕτερον τῶν ὄντων, ὅπερ οὐκ ἔστιν ἀλήθεια. τὴν ἄρα ἀλήθειαν οὐχ ἑτέρου δεῖ εἶναι, ἀλλ̓ ὃ λέγει, τοῦτο καὶ εἶναι. ἓν ἄρα οὕτω νοῦς καὶ τὸ νοητὸν καὶ τὸ ὂν καὶ πρῶτον ὂν τοῦτο: καὶ δὴ καὶ πρῶτος νοῦς τὰ ὄντα ἔχων, μᾶλλον δὲ ὁ αὐτὸς
501
τοῖς οὖσιν. ἀλλ̓ εἰ ἡ νόησις καὶ τὸ νοητὸν ἕν, πῶς διὰ τοῦτο τὸ νοοῦν νοήσει ἑαυτό; ἡ μὲν γὰρ νόησις οἷον περιέξει τὸ νοητόν, ἢ ταὐτὸν τῷ νοητῷ ἔσται, οὔπω δὲ ὁ νοῦς δῆλος ἑαυτὸν νοῶν. ἀλλ̓ εἰ ἡ νόησις καὶ τὸ νοητὸν ταὐτόν — ἐνέργεια γάρ τις τὸ νοητόν: οὐ γὰρ δὴ δύναμις οὐδέ γε ζωῆς χωρὶς οὐδ̓ αὖ ἐπακτὸν τὸ ζῆν οὐδὲ τὸ νοεῖν ἄλλῳ ὄντι, οἷον λίθῳ ἢ ἀψύχῳ τινί, καὶ οὐσία ἡ πρώτη τὸ νοητόν: εἰ οὖν ἐνέργεια, καὶ ἡ πρώτη ἐνέργεια καὶ καλλίστη δὴ νόησις ἂν εἴη καὶ οὐσιώδης νόησις: καὶ γὰρ ἀληθεστάτη: νόησις δὲ τοιαύτη καὶ πρώτη οὖσα καὶ πρώτως νοῦς ἂν εἴη ὁ πρῶτος: οὐδὲ γὰρ ὁ νοῦς οὗτος δυνάμει οὐδ̓ ἕτερος μὲν αὐτός, ἡ δὲ νόησις ἄλλο: οὕτω γὰρ ἂν πάλιν τὸ οὐσιῶδες αὐτοῦ δυνάμει. εἰ οὖν ἐνέργεια καὶ ἡ οὐσία αὐτοῦ ἐνέργεια, ἓν καὶ ταὐτὸν τῇ ἐνεργείᾳ ἂν εἴη: ἓν δὲ τῇ ἐνεργείᾳ τὸ ὂν καὶ τὸ νοητόν: ἓν ἄρα ἅμα πάντα ἔσται, νοῦς, νόησις, τὸ νοητόν. εἰ οὖν ἡ νόησις αὐτοῦ τὸ νοητόν, τὸ δὲ νοητὸν αὐτός, αὐτὸς ἄρα ἑαυτὸν νοήσει: νοήσει γὰρ τῇ νοήσει, ὅπερ ἦν αὐτός, καὶ νοήσει τὸ νοητόν, ὅπερ ἦν αὐτός. καθ̓ ἑκάτερον ἄρα ἑαυτὸν νοήσει, καθ̓ ὅ τι καὶ ἡ νόησις
2.185
αὐτὸς ἦν, καὶ καθ̓ ὅ τι τὸ νοητὸν αὐτός, ὅπερ ἐνόει τῇ νοήσει, ὃ ἦν αὐτός.

ὁ μὲν δὴ λόγος ἀπέδειξεν εἶναί τι τὸ αὐτὸ ἑαυτὸ κυρίως νοοῦν. νοεῖ οὖν ἄλλως μὲν ἐπὶ ψυχῆς ὄν, ἐπὶ δὲ τοῦ νοῦ κυριώτερον. ἡ μὲν γὰρ ψυχὴ ἐνόει ἑαυτὴν ὅτι ἄλλου, ὁ δὲ νοῦς ὅτι αὐτὸς καὶ οἷος αὐτὸς καὶ ὅστις καὶ ἐκ τῆς ἑαυτοῦ φύσεως καὶ ἐπιστρέφων εἰς ἑαυτόν. τὰ γὰρ ὄντα ὁρῶν ἑαυτὸν ἑώρα καὶ ὁρῶν ἐνεργείᾳ ἦν καὶ ἡ ἐνέργεια αὐτός: νοῦς γὰρ καὶ νόησις ἕν: καὶ ὅλος ὅλῳ, οὐ μέρει ἄλλο μέρος. ἆῤ οὖν τοιοῦτον ὁ λόγος ἔδειξεν, οἷον καὶ ἐνέργειαν πειστικὴν ἔχειν; ἢ ἀνάγκην μὲν οὕτως, πειθὼ δὲ οὐκ ἔχει: καὶ γὰρ ἡ μὲν ἀνάγκη ἐν νῷ, ἡ δὲ πειθὼ ἐν ψυχῇ. ζητοῦμεν δή, ὡς ἔοικεν, ἡμεῖς πεισθῆναι μᾶλλον, ἢ νῷ καθαρῷ θεᾶσθαι τὸ ἀληθές. καὶ γὰρ καὶ ἕως ἦμεν ἄνω ἐν νοῦ φύσει, ἠρκούμεθα καὶ ἐνοοῦμεν

502
καὶ εἰς ἓν πάντα συνάγοντες ἑωρῶμεν: νοῦς γὰρ ἦν ὁ νοῶν καὶ περὶ αὑτοῦ λέγων, ἡ δὲ ψυχὴ ἡσυχίαν ἦγε συγχωροῦσα τῷ ἐνεργήματι τοῦ νοῦ. ἐπεὶ δὲ ἐνταῦθα γεγενήμεθα πάλιν αὖ καὶ ἐν ψυχῇ, πειθώ τινα γενέσθαι ζητοῦμεν, οἷον ἐν εἰκόνι τὸ ἀρχέτυπον θεωρεῖν ἐθέλοντες. ἴσως οὖν χρὴ τὴν ψυχὴν ἡμῶν διδάξαι, πῶς ποτε ὁ νοῦς θεωρεῖ ἑαυτόν, διδάξαι δὲ τοῦτο τῆς ψυχῆς, ὃ νοερόν πως, διανοητικὸν αὐτὸ τιθέμενοι καὶ τῇ ὀνομασίᾳ ὑποσημαίνοντες νοῦν τινα αὐτὸ εἶναι, ἢ διὰ νοῦ τὴν δύναμιν καὶ παρὰ νοῦ αὐτὸ ἴσχειν. τοῦτο τοίνυν γιγνώσκειν προσήκει, ὡς καὶ αὐτὸ ὅσα ὁρᾷ γινώσκει καὶ οἶδεν ἃ λέγει: καὶ εἰ αὐτὸ εἴη ἃ λέγει, γινώσκοι ἂν ἑαυτὸ οὕτως. ὄντων δὲ ἢ ἄνωθεν αὐτῷ γινομένων ἐκεῖθεν, ὅθεν περ καὶ
2.186
αὐτό, συμβαίνοι ἂν καὶ τούτῳ λόγῳ ὄντι καὶ συγγενῆ λαμβάνοντι καὶ τοῖς ἐν αὑτῷ ἴχνεσιν ἐφαρμόττοντι οὕτω τοι γινώσκειν ἑαυτό. μεταθέτω τοίνυν καὶ ἐπὶ τὸν ἀληθῆ νοῦν τὴν εἰκόνα, ὃς ἦν ὁ αὐτὸς τοῖς νοουμένοις ἀληθέσι καὶ ὄντως οὖσι καὶ πρώτοις, καὶ ὅτι μὴ οἷόν τε τοῦτον τὸν τοιοῦτον ἐκτὸς ἑαυτοῦ εἶναι: ὥστε εἴπερ ἐν ἑαυτῷ ἐστι καὶ σὺν ἑαυτῷ καὶ τοῦτο, ὅπερ ἐστί, νοῦς ἐστιν — ἀνόητος δὲ νοῦς οὐκ ἄν ποτε εἴη — ἀνάγκη συνεῖναι αὐτῷ τὴν γνῶσιν ἑαυτοῦ, καὶ ὅτι ἐν αὑτῷ οὗτος, καὶ οὐκ ἄλλο αὐτῷ τὸ ἔργον καὶ ἡ οὐσία ἢ τὸ νῷ μόνον εἶναι. οὐ γὰρ δὴ πρακτικός γε οὗτος: ὡς πρὸς τὸ ἔξω βλέποντι τῷ πρακτικῷ καὶ μὴ ἐν αὑτῷ μένοντι εἴη ἂν τῶν μὲν ἔξω τις γνῶσις, ἀνάγκη δὲ οὐκ ἔνεστιν, εἴπερ τὸ πᾶν πρακτικὸς εἴη, γινώσκειν ἑαυτόν. ᾧ δὲ μὴ πρᾶξις — οὐδὲ γὰρ ὄρεξις τῷ καθαρῷ νῷ ἀπόντος — τούτῳ ἡ ἐπιστροφὴ πρὸς αὑτὸν οὖσα οὐ μόνον εὔλογον ὑποδείκνυσιν, ἀλλὰ καὶ ἀναγκαίαν ἑαυτοῦ τὴν γνῶσιν: τίς γὰρ ἂν καὶ ἡ ζωὴ αὐτοῦ εἴη πράξεως ἀπηλλαγμένῳ καὶ ἐν νῷ ὄντι;