καὶ τί κωλύει οὕτω πλῆθος εἶναι, ἕως ἐστὶν οὐσία μία; τὸ γὰρ πλῆθος οὐ συνθέσει, ἀλλ̓ αἱ ἐνέργειαι αὐτοῦ τὸ πλῆθος. ἀλλ̓ εἰ μὲν αἱ ἐνέργειαι αὐτοῦ μὴ οὐσίαι, ἀλλ̓ ἐκ δυνάμεως εἰς ἐνέργειαν ἔρχεται, οὐ πλῆθος μέν, ἀτελὲς δὲ πρὶν ἐνεργῆσαι τῇ οὐσίᾳ. εἰ δὲ ἡ οὐσία αὐτοῦ ἐνέργεια, ἡ δὲ ἐνέργεια αὐτοῦ τὸ πλῆθος, τοσαύτη ἔσται ἡ οὐσία αὐτοῦ, ὅσον τὸ πλῆθος. τοῦτο δὲ τῷ μὲν νῷ συγχωροῦμεν, ᾧ καὶ τὸ νοεῖν ἑαυτὸ ἀπεδίδομεν, τῇ δὲ ἀρχῇ πάντων οὐκέτι. δεῖ δὲ πρὸ τοῦ πολλοῦ τὸ ἓν εἶναι, ἀφ̓ οὗ καὶ τὸ πολύ: ἐπ̓ ἀριθμοῦ γὰρ παντὸς τὸ ἓν πρῶτον. ἀλλ̓ ἐπ̓ ἀριθμοῦ μὲν οὕτως φασί: σύνθεσις γὰρ τὰ ἑξῆς: ἐπὶ δὲ τῶν ὄντων τίς ἀνάγκη ἤδη καὶ ἐνταῦθα ἕν τι εἶναι, ἀφ̓ οὗ τὰ πολλά; ἢ διεσπασμένα ἔσται ἀπ̓ ἀλλήλων τὰ πολλά, ἄλλο ἄλλοθεν ἐπὶ τὴν σύνθεσιν κατὰ τύχην ἰόν. ἀλλ̓ ἐξ ἑνὸς τοῦ νοῦ ἁπλοῦ ὄντος φήσουσι τὰς ἐνεργείας προελθεῖν. ἤδη μὲν οὖν τι ἁπλοῦν τὸ πρὸ τῶν ἐνεργειῶν τίθενται: εἶτα τὰς ἐνεργείας μενούσας ἀεὶ καὶ ὑποστάσεις θήσονται: ὑποστάσεις δὲ οὖσαι ἕτεραι ἐκείνου, ἀφ̓ οὗ εἰσιν, ἔσονται, μένοντος μὲν ἐκείνου ἁπλοῦ, τοῦ δὲ ἐξ αὐτοῦ ἐφ̓ ἑαυτοῦ πλήθους ὄντος καὶ ἐξηρτημένου ἀπ̓ ἐκείνου. εἰ μὲν γὰρ ἐκείνου ποθὲν ἐνεργήσαντος αὗται ὑπέστησαν, κἀκεῖ πλῆθος ἔσται: εἰ δ̓ αὗταί εἰσιν αἱ πρῶται ἐνέργειαι τὸ δεύτερον ποιήσασαι, ποιήσασαι δὲ ἐκεῖνο
2.195
πρὸ τούτων τῶν ἐνεργειῶν ὂν ἐφ̓ ἑαυτοῦ μένειν, τῷ δευτέρῳ τῷ ἐκ τῶν ἐνεργειῶν συστάντι τὰς ἐνεργείας παρεχώρησαν: ἄλλο γὰρ αὐτό, ἄλλο αἱ ἐνέργειαι αἱ ἀπ̓ αὐτοῦ, ὅτι μὴ αὐτοῦ ἐνεργήσαντος. εἰ δὲ μή, οὐκ ἔσται ἡ πρώτη ἐνέργεια ὁ νοῦς: οὐ γὰρ οἷον προυθυμήθη νοῦν γενέσθαι, εἶτα ἐγένετο νοῦς τῆς προθυμίας μεταξὺ αὐτοῦ τε καὶ τοῦ γεννηθέντος νοῦ γενομένης: οὐδ̓ αὖ ὅλως προυθυμήθη, οὕτω τε γὰρ ἂν ἦν ἀτελής, καὶ ἡ προθυμία οὐκ εἶχεν ὅ τι προθυμηθῇ: οὐδ̓ αὖ τὸ μὲν εἶχε τοῦ πράγματος, τὸ δὲ οὐκ εἶχεν: οὐδὲ γὰρ ἦν τι, πρὸς ὃ ἡ ἔκτασις. ἀλλὰ δῆλον, ὅτι, εἴ τι ὑπέστη μετ̓ αὐτό, μένοντος ἐκείνου ἐν τῷ αὑτοῦ ἤθει ὑπέστη. δεῖ οὖν, ἵνα τι ἄλλο ὑποστῇ,
510
ἡσυχίαν ἄγειν ἐφ̓ ἑαυτοῦ πανταχοῦ ἐκεῖνο: εἰ δὲ μή, ἢ πρὸ τοῦ κινηθῆναι κινήσεται, καὶ πρὸ τοῦ νοῆσαι νοήσει, ἢ ἡ πρώτη ἐνέργεια αὐτοῦ ἀτελὴς ἔσται ὁρμὴ μόνον οὖσα. ἐπὶ τί οὖν ὧδε τυχοῦσά του ἐφορμᾷ; ἢ κατὰ λόγον θησόμεθα τὴν μὲν ἀπ̓ αὐτοῦ οἷον ῥυεῖσαν ἐνέργειαν ὡς ἀπὸ ἡλίου φῶς. φῶς τι οὖν θησόμεθα καὶ πᾶσαν τὴν νοητὴν φύσιν, αὐτὸν δὲ ἐπ̓ ἄκρῳ τῷ νοητῷ ἑστηκότα βασιλεύειν ἐπ̓ αὐτοῦ οὐκ ἐξώσαντα ἀπ̓ αὐτοῦ τὸ ἐκφανέν. ἢ ἄλλο φῶς πρὸ φωτὸς ποιήσομεν, ἐπιλάμπειν δὲ ἀεὶ μένον ἐπὶ τοῦ νοητοῦ. οὐδὲ γὰρ ἀποτέτμηται τὸ ἀπ̓ αὐτοῦ οὐδ̓ αὖ ταὐτὸν αὐτῷ οὐδὲ τοιοῦτον, οἷον μὴ οὐσία εἶναι, οὐδ̓ αὖ οἷον τυφλὸν εἶναι: ἀλλ̓ ὁρῶν καὶ γινῶσκον ἑαυτὸ καὶ πρῶτον γινῶσκον. τὸ δὲ ὥσπερ ἐπέκεινα νοῦ, οὕτως καὶ ἐπέκεινα γνώσεως, οὐδὲν δεόμενον ὥσπερ οὐδενός, οὕτως οὐδὲ τοῦ γινώσκειν: ἀλλ̓ ἔστιν ἐν δευτέρᾳ φύσει τὸ γινώσκειν. ἓν γάρ
2.196
τι καὶ τὸ γινώσκειν: τὸ δέ ἐστιν ἄνευ τοῦ τὶ ἕν: εἰ γὰρ τὶ ἕν, οὐκ ἂν αὐτοέν: τὸ γὰρ αὐτὸ πρὸ τοῦ τί.
διὸ καὶ ἄρρητον τῇ ἀληθείᾳ: ὅ τι γὰρ ἂν εἴπῃς, τὶ ἐρεῖς. ἀλλὰ τὸ ἐπέκεινα πάντων καὶ ἐπέκεινα τοῦ σεμνοτάτου νοῦ ἐν τοῖς πᾶσι μόνον ἀληθὲς ὂν οὔτε τὶ τῶν πάντων, οὔτε ὄνομα αὐτοῦ, ὅτι μηδὲν κατ̓ αὐτοῦ: ἀλλ̓ ὡς ἐνδέχεται, ἡμῖν αὐτοῖς σημαίνειν ἐπιχειροῦμεν περὶ αὐτοῦ. ἀλλ̓ ὅταν ἀπορῶμεν ʽἀναίσθητον οὖν ἑαυτοῦ καὶ οὐδὲ παρακολουθοῦν ἑαυτῷ οὐδὲ οἶδεν αὑτὄ, ἐκεῖνο χρὴ ἐνθυμεῖσθαι, ὅτι ταῦτα λέγοντες ἑαυτοὺς
511
περιτρέπομεν ἐπὶ τὰ ἐναντία. πολὺ γὰρ αὐτὸ ποιοῦμεν γνωστόν, καὶ γνῶσιν ποιοῦντες καὶ διδόντες νοεῖν δεῖσθαι τοῦ νοεῖν ποιοῦμεν: κἂν σὺν αὐτῷ τὸ νοεῖν ᾖ, περιττὸν ἔσται αὐτῷ τὸ νοεῖν. κινδυνεύει γὰρ ὅλως τὸ νοεῖν πολλῶν εἰς αὐτὸ συνελθόντων συναίσθησις εἶναι τοῦ ὅλου, ὅταν αὐτό τι ἑαυτὸ νοῇ: ὃ δὴ καὶ κυρίως ἐστὶ νοεῖν: ἓν δὲ ἕκαστον αὐτό τί ἐστι καὶ οὐδὲν ζητεῖ. εἰ δὲ τοῦ ἔξω ἔσται ἡ νόησις, ἐνδεές τε ἔσται καὶ οὐ κυρίως τὸ νοεῖν. τὸ δὲ πάντη ἁπλοῦν καὶ αὔταρκες ὄντως οὐδὲν δεῖται: τὸ δὲ δευτέρως αὔταρκες, δεόμενον δὲ ἑαυτοῦ, τοῦτο δεῖται τοῦ νοεῖν ἑαυτό: καὶ τὸ ἐνδεὲς πρὸς αὑτὸ ὂν τῷ ὅλῳ πεποίηκε τὸ αὔταρκες ἱκανὸν ἐξ ἁπάντων γενόμενον, συνὸν ἑαυτῷ, καὶ εἰς αὑτὸ νοοῦν. ἐπεὶ καὶ ἡ συναίσθησις πολλοῦ τινος αἴσθησίς ἐστι: καὶ μαρτυρεῖ καὶ τοὔνομα. καὶ ἡ νόησις προτέρα οὖσα εἴσω εἰς αὑτὸν ἐπιστρέφει δηλονότι πολὺν ὄντα: καὶ γὰρ ἐὰν αὐτὸ τοῦτο μόνον εἴπῃ ʽὂν εἰμἴ, ὡς ἐξευρὸν λέγει καὶ εἰκότως λέγει, τὸ γὰρ ὂν πολύ ἐστιν: ἐπεί, ὅταν εἰς ἁπλοῦν ἐπιβάλῃ καὶ εἴπῃ ʽὂν εἰμἴ,
2.197
οὐκ ἔτυχεν οὔθ̓ ἑαυτοῦ οὔτε τοῦ ὄντος. οὐ γὰρ ὡς λίθον λέγει τὸ ὄν, ὅταν ἀληθεύῃ, ἀλλ̓ εἴρηκε μιᾷ ῥήσει πολλά. τὸ γὰρ εἶναι τοῦτο, ὅπερ ὄντως εἶναι καὶ μὴ ἴχνος ἔχον τοῦ ὄντος λέγεται, ὃ οὐδὲ ὂν διὰ τοῦτο λέγοιτ̓ ἄν, ὥσπερ εἰκὼν πρὸς ἀρχέτυπον, πολλὰ ἔχει. τί οὖν; ἕκαστον αὐτῶν οὐ νοηθήσεται; ἢ ἔρημον καὶ μόνον ἐὰν ἐθελήσῃς λαβεῖν, οὐ νοήσεις: ἀλλ̓ αὐτὸ τὸ εἶναι ἐν αὑτῷ πολύ ἐστι, κἂν ἄλλο τι εἴπῃς, ἔχει τὸ εἶναι. εἰ δὲ τοῦτο, εἴ τι ἔστιν ἁπλούστατον ἁπάντων, οὐχ ἕξει νόησιν αὑτοῦ: εἰ γὰρ ἕξει, τὸ πολὺ εἶναι ἕξει. οὔτ̓ οὖν αὑτὸ νοεῖ, οὔτε ἐστὶ νόησις αὐτοῦ.
πῶς οὖν ἡμεῖς λέγομεν περὶ αὐτοῦ; ἢ λέγομεν μέν τι περὶ αὐτοῦ, οὐ μὴν αὐτὸ λέγομεν, οὐδὲ γνῶσιν οὐδὲ νόησιν ἔχομεν αὐτοῦ. πῶς οὖν λέγομεν περὶ αὐτοῦ, εἰ μὴ αὐτὸ ἔχομεν; ἤ, εἰ μὴ ἔχομεν τῇ γνώσει, οὐ παντελῶς οὐκ ἔχομεν, ἀλλ̓ οὕτως ἔχομεν, ὥστε περὶ αὐτοῦ μὲν λέγειν, αὐτὸ δὲ μὴ λέγειν. καὶ γὰρ λέγομεν, ὃ μή ἐστιν: ὃ δέ ἐστιν, οὐ λέγομεν: ὥστε ἐκ τῶν ὕστερον περὶ αὐτοῦ λέγομεν: ἔχειν δὲ οὐ κωλυόμεθα, κἂν μὴ λέγωμεν. ἀλλ̓ ὥσπερ οἱ ἐνθουσιῶντες καὶ κάτοχοι
512
γενόμενοι ἐπὶ τοσοῦτον κἂν εἰδεῖεν, ὅτι ἔχουσι μεῖζον ἐν αὑτοῖς, κἂν μὴ εἰδῶσιν ὅ τι, ἐξ ὧν δὲ κεκίνηνται καὶ λέγουσι, ἐκ τούτων αἴσθησίν τινα τοῦ κινήσαντος λαμβάνουσιν ἑτέρων ὄντων τοῦ κινήσαντος: οὕτω καὶ ἡμεῖς κινδυνεύομεν ἔχειν πρὸς ἐκεῖνο, ὅταν νοῦν καθαρὸν ἔχωμεν, χρώμενοι, ὡς οὗτός ἐστιν ὁ ἔνδον νοῦς, ὁ δοὺς οὐσίαν καὶ τἆλλα, ὅσα τούτου τοῦ στοίχου, αὐτὸς δὲ οἷος ἄρα, ὡς οὐ ταῦτα, ἀλλά τι κρεῖττον τούτου, ὃ λέγομεν ὄν, ἀλλὰ καὶ πλέον καὶ μεῖζον ἢ λέγομεν
2.198
ὄν, ὅτι καὶ αὐτὸς κρείττων λόγου καὶ νοῦ καὶ αἰσθήσεως, παρασχὼν ταῦτα, οὐκ αὐτὸς ὢν ταῦτα.
ἀλλὰ πῶς παρασχών; ἢ τῷ ἔχειν ἢ μὴ ἔχειν. ἀλλ̓ ἃ μὴ ἔχει πῶς παρέσχεν; ἀλλ̓ εἰ μὲν ἔχων, οὐχ ἁπλοῦς: εἰ δὲ μὴ ἔχων, πῶς ἐξ αὐτοῦ τὸ πλῆθος; ἓν μὲν γὰρ ἐξ αὐτοῦ ἁπλοῦν τάχ̓ ἄν τις δοίη — καίτοι καὶ τοῦτο ζητηθείη ἄν, πῶς ἐκ τοῦ πάντη ἑνός: ἀλλ̓ ὅμως δὲ ἔστιν εἰπεῖν οἷον ἐκ φωτὸς τὴν ἐξ αὐτοῦ περίλαμψιν — πῶς δὲ πολλά; ἢ οὐ ταὐτὸν ἔμελλε τὸ ἐξ ἐκείνου ἐκείνῳ: εἰ οὖν μὴ ταὐτὸν, οὐδέ γε βέλτιον: τί γὰρ ἂν τοῦ ἑνὸς βέλτιον ἢ ἐπέκεινα ὅλως; χεῖρον ἄρα: τοῦτο δέ ἐστιν ἐνδεέστερον. τί οὖν ἐνδεέστερον τοῦ ἑνός; ἢ τὸ μὴ ἕν: πολλὰ ἄρα: ἐφιέμενον δὲ ὅμως τοῦ ἑνός: ἓν ἄρα πολλά. πᾶν γὰρ τὸ μὴ ἓν τῷ ἓν σώζεται καὶ ἔστιν ὅπερ ἔστι τούτῳ: μὴ γὰρ ἓν γενόμενον, κἂν ἐκ πολλῶν ᾖ, οὔπω ʽἐστὶν̓ ἂν εἴποι τις αὐτό: κἂν ἕκαστον ἔχῃ λέγειν τις ὅ ἐστι, τῷ ἓν ἕκαστον αὐτῶν εἶναι λέγει καὶ τῷ αὐτῷ ἔτι. τὸ δὲ μὴ πολλὰ ἔχον ἐν ἑαυτῷ ἤδη οὐ μετουσίᾳ ἑνὸς ἕν, ἀλλ̓ αὐτὸ ἕν, οὐ κατ̓ ἄλλου, ἀλλ̓ ὅτι τοῦτο, παῤ οὗ πως καὶ τὰ ἄλλα, τὰ μὲν
513
τῷ ἐγγύς, τὰ δὲ τῷ πόρρω. ἐπειδὴ τὸ μὲν ταὐτὸ καὶ ὅτι μετ̓ αὐτὸ δῆλον ποιεῖ τῷ τὸ πλῆθος αὐτοῦ ἓν πανταχοῦ εἶναι: καὶ γὰρ πλῆθος ὂν ὅμως ἐν τῷ αὐτῷ καὶ διακρῖναι οὐκ ἂν ἔχοις, ὅτι ὁμοῦ πάντα: ἐπεὶ καὶ ἕκαστον τῶν ἐξ αὐτοῦ, ἕως ζωῆς μετέχει, ἓν πολλά: ἀδυνατεῖ γὰρ δεῖξαι αὑτὸ ἓν πάντα. αὐτὸ δὲ ἐκεῖνο ἓν πάντα, ὅτι μεγάλη ἀρχή: ἀρχὴ γὰρ ἓν ὄντως καὶ ἀληθῶς ἕν: τὸ δὲ μετὰ τὴν ἀρχὴν ὧδέ πως ἐπιβρίσαντος τοῦ ἑνὸς πάντα μετέχον τοῦ ἓν καὶ ὁτιοῦν αὐτοῦ πάντα αὖ
2.199
καὶ ἕν. τίνα οὖν πάντα; ἢ ὧν ἀρχὴ ἐκεῖνο. πῶς δὲ ἐκεῖνο ἀρχὴ τῶν πάντων; ἆρα, ὅτι αὐτὰ σώζει ἓν ἕκαστον αὐτῶν ποιήσασα εἶναι; ἢ καὶ ὅτι ὑπέστησεν αὐτά. πῶς δή; ἢ τῷ πρότερον ἔχειν αὐτά. ἀλλ̓ εἴρηται, ὅτι πλῆθος οὕτως ἔσται. ἀλλ̓ ἆρα οὕτως εἶχεν ὡς μὴ διακεκριμένα, τὰ δ̓ ἐν τῷ δευτέρῳ διεκέκριτο τῷ λόγῳ; ἐνέργεια γὰρ ἤδη: τὸ δὲ δύναμις πάντων. ἀλλὰ τίς ὁ τρόπος τῆς δυνάμεως; οὐ γὰρ ὡς ἡ ὕλη δυνάμει λέγεται, ὅτι δέχεται: πάσχει γάρ: ἀλλ̓ οὕτως ἀντιτεταγμένως τῷ ποιεῖν. πῶς οὖν ποιεῖ ἃ μὴ ἔχει; οὐ γὰρ ὡς ἔτυχε οὐδ̓ ἐνθυμηθεὶς ὃ ποιήσει, ποιήσει ὅμως. εἴρηται μὲν οὖν, ὅτι, εἴ τι ἐκ τοῦ ἑνός, ἄλλο δεῖ παῤ αὐτό: ἄλλο δὲ ὂν οὐχ ἕν: τοῦτο γὰρ ἦν ἐκεῖνο. εἰ δὲ μὴ ἕν, δύο δέ, ἀνάγκη ἤδη καὶ πλῆθος εἶναι: καὶ γὰρ ἕτερον καὶ ταὐτὸν ἤδη καὶ ποιὸν καὶ τὰ ἄλλα. καὶ ὅτι μὲν δὴ μὴ ἓν τὸ ἐκείνου, δεδειγμένον ἂν εἴη: ὅτι δὲ πλῆθος καὶ πλῆθος τοιοῦτον, οἷον ἐν τῷ μετ̓ αὐτὸ θεωρεῖται, ἀπορῆσαι ἄξιον: καὶ ἡ ἀνάγκη δὲ τοῦ μετ̓ αὐτὸ ἔτι ζητητέα.
ὅτι μὲν οὖν δεῖ τι εἶναι τὸ μετὰ τὸ πρῶτον, ἀλλαχοῦ εἴρηται, καὶ ὅλως, ὅτι δύναμίς ἐστι καὶ ἀμήχανος δύναμις, καὶ τοῦτο ὅτι ἐκ τῶν ἄλλων ἁπάντων πιστωτέον, ὅτι μηδέν ἐστι μηδὲ τῶν ἐσχάτων, ὃ μὴ δύναμιν εἰς τὸ γεννᾶν ἔχει. ἐκεῖνα δὲ νῦν λεκτέον, ὡς, ἐπειδὴ ἐν τοῖς γεννωμένοις οὐκ ἔστι πρὸς τὸ ἄνω, ἀλλὰ πρὸς τὸ κάτω χωρεῖν καὶ μᾶλλον εἰς πλῆθος ἰέναι, καὶ ἡ ἀρχὴ ἑκάστων
514
ἁπλουστέρα ἢ αὐτά. κόσμον τοίνυν τὸ ποιῆσαν αἰσθητὸν οὐκ ἂν εἴη κόσμος αἰσθητὸς αὐτό, ἀλλὰ νοῦς καὶ κόσμος νοητός: καὶ τὸ πρὸ τούτου τοίνυν τὸ γεννῆσαν αὐτὸ οὔτε νοῦς οὔτε κόσμος
2.200
νοητός, ἁπλούστερον δὲ νοῦ καὶ ἁπλούστερον κόσμου νοητοῦ. οὐ γὰρ ἐκ πολλοῦ πολύ, ἀλλὰ τὸ πολὺ τοῦτο ἐξ οὐ πολλοῦ: εἰ γὰρ καὶ αὐτὸ πολύ, οὐκ ἀρχὴ τοῦτο, ἀλλ̓ ἄλλο πρὸ τούτου. συστῆναι οὖν δεῖ εἰς ἓν ὄντως παντὸς πλήθους ἔξω καὶ ἁπλότητος ἡστινοσοῦν, εἴπερ ὄντως ἁπλοῦν. ἀλλὰ πῶς τὸ γενόμενον ἐξ αὐτοῦ λόγος πολὺς. καὶ πᾶς, τὸ δὲ ἦν δηλονότι οὐ λόγος; εἰ δὲ μὴ τοῦτο ἦν, πῶς οὖν ἐξ οὐ λόγου λόγος; καὶ πῶς τὸ ἀγαθοειδὲς ἐξ ἀγαθοῦ; τί γὰρ ἔχον αὐτοῦ ἀγαθοειδὲς λέγεται; ἆῤ ἔχον τὸ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως; καὶ τί ταῦτα πρὸς τὸ ἀγαθόν; τὸ γὰρ ὡσαύτως ζητοῦμεν ὄντων ἀγαθῶν. ἢ πρότερον ἐκεῖνο, οὗ μὴ ἐξίστασθαι δεήσει, ὅτι ἀγαθόν, εἰ δὲ μή, βέλτιον ἀποστῆναι. ἆῤ οὖν τὸ ζῆν ὡσαύτως μένοντα ἐπὶ τούτου ἑκουσίως; εἰ οὖν ἀγαπητὸν τούτῳ τὸ ζῆν, δῆλον ὅτι οὐδὲν ζητεῖ: ἔοικε τοίνυν διὰ τοῦτο τὸ ὡσαύτως, ὅτι ἀρκεῖ τὰ παρόντα. ἀλλὰ πάντων ἤδη παρόντων τούτῳ ἀγαπητὸν τὸ ζῆν καὶ δὴ οὕτω παρόντων, οὐχ ὡς ἄλλων ὄντων αὐτοῦ. εἰ δ̓ ἡ πᾶσα ζωὴ τούτῳ καὶ ζωὴ ἐναργὴς καὶ τελεία, πᾶσα ἐν τούτῳ ψυχὴ καὶ πᾶς νοῦς καὶ οὐδὲν αὐτῷ οὔτε ζωῆς οὔτε νοῦ ἀποστατεῖ. αὐτάρκης οὖν ἑαυτῷ καὶ οὐδὲν ζητεῖ: εἰ δὲ μηδὲν ζητεῖ, ἔχει ἐν ἑαυτῷ ὃ ἐζήτησεν ἄν, εἰ μὴ παρῆν. ἔχει οὖν ἐν ἑαυτῷ τὸ ἀγαθὸν ἢ τοιοῦτον ὄν, ὃ δὴ ζωὴν καὶ νοῦν εἴπομεν, ἢ ἄλλο τι συμβεβηκὸς τούτοις. ἀλλ̓ εἰ τοῦτο τὸ ἀγαθόν, οὐδὲν ἂν εἴη ἐπέκεινα τούτων: εἰ δέ ἐστιν ἐκεῖνο, δηλονότι ζωὴ πρὸς ἐκεῖνο τούτῳ ἐξημμένη ἐκείνου καὶ τὴν ὑπόστασιν ἔχουσα ἐξ ἐκείνου καὶ πρὸς ἐκεῖνο ζῶσα: ἐκεῖνο γὰρ αὐτοῦ ἀρχή. δεῖ τοίνυν ἐκεῖνο ζωῆς εἶναι
2.201
κρεῖττον καὶ νοῦ: οὕτω γὰρ ἐπιστρέψει πρὸς ἐκεῖνο καὶ τὴν ζωὴν τὴν ἐν αὑτῷ, μίμημά τι τοῦ ἐν ἐκείνῳ ὄντος, καθ̓ ὃ τοῦτο ζῇ, καὶ τὸν νοῦν τὸν ἐν τούτῳ, μίμημά τι τοῦ ἐν ἐκείνῳ ὄντος, ὅ τι δήποτέ ἐστι τοῦτο.