τί οὖν; κἀκεῖνα νῦν αὐτὴ ἡ δύναμις, καθ̓ ἣν τὸ μνημονεύειν, εἰς ἐνέργειαν ἄγει; ἢ εἰ μὲν μὴ αὐτὰ ἑωρῶμεν, μνήμῃ, εἰ δ̓ αὐτά, ᾧ κἀκεῖ ἑωρῶμεν. ἐγείρεται γὰρ τοῦτο οἷς ἐγείρεται, καὶ τοῦτό ἐστι τὸ ὁρῶν περὶ τῶν εἰρημένων. οὐ γὰρ
2.51
εἰκασίᾳ δεῖ χρώμενον ἀποφαίνεσθαι οὐδὲ συλλογισμῷ τὰς ἀρχὰς ἄλλοθεν εἰληφότι, ἀλλ̓ ἔστι περὶ τῶν νοητῶν, ὡς λέγεται, καὶ ἐνθάδε οὖσι τῷ αὐτῷ λέγειν, ὃ δύναμιν ἔχει τὰ ἐκεῖ θεωρεῖν. ταὐτὸ γὰρ οἷον ἐγείραντας δεῖ ὁρᾶν τὰ ἐκεῖ: οἷον εἴ τις ἀνάγων αὑτοῦ τὸν ὀφθαλμὸν ἐπί τινος ὑψηλῆς σκοπιᾶς ὁρῴη, ἃ οὐδεὶς τῶν οὐ σὺν αὐτῷ ἀναβεβηκότων. ἡ τοίνυν μνήμη ἐκ τοῦ λόγου φαίνεται ἄρχεσθαι ἀπὸ οὐρανοῦ, ἤδη τῆς ψυχῆς τοὺς ἐκεῖ τόπους καταλιπούσης. ἐντεῦθεν μὲν οὖν ἐν οὐρανῷ γενομένη καὶ στᾶσα θαυμαστὸν οὐδέν, εἰ τῶν ἐνθάδε μνήμην πολλῶν ἔχει οἵων εἴρηται, καὶ ἐπιγινώσκειν πολλὰς τῶν πρότερον ἐγνωσμένων, εἴπερ καὶ σώματα ἔχειν περὶ αὑτὰς ἀνάγκη ἐν σχήμασιν ὁμοίοις. καὶ εἰ τὰ σχήματα δὲ ἀλλάξαιντο σφαιροειδῆ ποιησάμεναι, ἀλλὰ διὰ τῶν ἠθῶν καὶ τῆς τῶν τρόπων ἰδιότητος ἂν γνωρίζοιεν: οὐ γὰρ ἄτοπον. τὰ μὲν γὰρ πάθη ἔστωσαν ἀποθέμεναι, τὰ δὲ ἤθη οὐ κωλύεται μένειν. εἰ δὲ καὶ διαλέγεσθαι δύναιντο, καὶ οὕτως ἂν γνωρίζοιεν. ἀλλ̓ ὅταν ἐκ τοῦ νοητοῦ κατέλθωσι, πῶς; ἢ ἀνακινήσουσι τὴν μνήμην, ἐλαττόνως μέντοι ἢ ἐκεῖναι, τῶν αὐτῶν ἄλλα τε γὰρ ἕξουσι μνημονεύειν, καὶ χρόνος πλείων λήθην παντελῆ πολλῶν πεποιηκὼς ἔσται. ἀλλ̓ εἰ τραπεῖσαι εἰς τὸν αἰσθητὸν κόσμον εἰς γένεσιν τῇδε πεσοῦνται, ποῖος τρόπος ἔσται τοῦ μνημονεύειν; ἢ οὐκ ἀνάγκη εἰς πᾶν βάθος πεσεῖν. ἔστι γὰρ κινηθείσας καὶ στῆναι ἐπί τι προελθούσας καὶ οὐδὲν δὲ κωλύει πάλιν ἐκδῦναι,
401
πρὶν γενέσεως ἐλθεῖν ἐπ̓ ἔσχατον τόπον.
τὰς μὲν οὖν μετιούσας καὶ μεταβαλλούσας ψυχὰς ἔχοι ἄν τις εἰπεῖν ὅτι καὶ μνημονεύουσι,
2.52
τῶν γὰρ γεγενημένων καὶ παρεληλυθότων ἡ μνήμη: αἷς δὲ ἐν τῷ αὐτῷ ὑπάρχει μένειν, τίνων ἂν αὗται μνημονεύοιεν; ἄστρων δὲ περὶ ψυχῆς τῶν τε ἄλλων ἁπάντων καὶ δὴ καὶ περὶ ἡλίου καὶ σελήνης ἐπιζητεῖ ὁ λόγος τὰς μνήμας, καὶ τελευτῶν εἶσι καὶ ἐπὶ τὴν τοῦ παντὸς ψυχήν, καὶ ἐπιτολμήσει καὶ τοῦ Διὸς αὐτοῦ τὰς μνήμας πολυπραγμονεῖν. ταῦτα δὲ ζητῶν καὶ τὰς διανοίας αὐτῶν καὶ τοὺς λογισμοὺς τίνες εἰσὶ θεωρήσει, εἴπερ εἰσίν. εἰ οὖν μήτε ζητοῦσι μήτε ἀποροῦσιν — οὐδενὸς γὰρ δέονται, οὐδὲ μανθάνουσιν, ἃ πρότερον οὐκ ἦν αὐτοῖς ἐν γνώσει: τίνες ἂν λογισμοὶ ἢ τίνες συλλογισμοὶ αὐτοῖς γίνοιντο ἢ διανοήσεις; ἀλλ̓ οὐδὲ περὶ τῶν ἀνθρωπίνων αὐτοῖς ἐπίνοιαι καὶ μηχαναί, ἐξ ὧν διοικήσουσι τὰ ἡμέτερα ἢ ὅλως τὰ τῆς γῆς: ἄλλος γὰρ τρόπος τῆς εἰς τὸ πᾶν παῤ αὐτῶν εὐθημοσύνης.
τί οὖν; ὅτι τὸν θεὸν εἶδον οὐ μνημονεύουσιν; ἢ ἀεὶ ὁρῶσιν: ἕως δ̓ ἂν ὁρῶσιν, οὐκ ἔνι δήπου φάναι αὐτὸν ἑωρακέναι: παυσαμένων γὰρ τοῦτο ἂν πάθος εἴη. τί δέ; οὐδ̓ ὅτι περιῆλθον χθὲς τὴν γῆν καὶ τὸ πέρυσιν, οὐδ̓ ὅτι ἔζων χθὲς καὶ πάλαι καὶ ἐξ οὗ ζῶσιν; ἢ ζῶσιν ἀεί: τὸ δὲ ἀεὶ ταὐτὸν ἕν, τὸ δὲ χθὲς τῆς φορᾶς καὶ τὸ πέρυσι τοιοῦτον ἂν εἴη, οἷον ἂν εἴ τις τὴν ὁρμὴν τὴν κατὰ πόδα ἕνα γενομένην μερίζοι εἰς πολλά, καὶ ἄλλην καὶ ἄλλην καὶ πολλὰς ποιοῖ τὴν μίαν. καὶ γὰρ ἐνταῦθα μία φορά, παρὰ δὲ ἡμῖν μετροῦνται πολλαὶ καὶ ἡμέραι ἄλλαι, ὅτι καὶ νύκτες διαλαμβάνουσιν. ἐκεῖ δὲ μιᾶς οὔσης ἡμέρας πῶς πολλαί; ὥστε οὐδὲ τὸ πέρυσιν. ἀλλὰ τὸ διάστημα οὐ ταὐτόν, ἀλλ̓ ἄλλο, καὶ τὸ ζῳδίου τμῆμα ἄλλο. διὰ τί οὖν οὐκ ἐρεῖ ʽπαρῆλθον τόδε, νῦν δὲ ἐν ἄλλῳ εἰμἴ; εἰ δὲ καὶ ἐφορᾷ τὰ τῶν
2.53
ἀνθρώπων, πῶς οὐ καὶ τὰς μεταβολὰς τὰς περὶ αὐτούς, καὶ ὅτι νῦν ἄλλοι; εἰ δὲ τοῦτο, καὶ ὅτι πρότερον ἕτεροι, καὶ ἕτερα: ὥστε καὶ μνήμη.
ἢ οὐκ ἀνάγκη οὔτε ὅσα τις θεωρεῖ ἐν
402
μνήμῃ τίθεσθαι, οὔτε τῶν πάντη κατὰ συμβεβηκὸς ἐπακολουθούντων ἐν φαντασίᾳ γίνεσθαι, ὧν τε ἡ νόησις καὶ ἡ γνῶσις ἐναργεστέρα, εἰ ταῦτα αἰσθητῶς γίνοιτο, οὐκ ἀνάγκη παρέντα τὴν γνῶσιν αὐτῶν τῷ κατὰ μέρος αἰσθητῷ τὴν ἐπιβολὴν ποιεῖσθαι, εἰ μή τις ἔργῳ οἰκονομοῖτό τι, τῶν ἐν μέρει τῇ γνώσει τοῦ ὅλου ἐμπεριεχομένων. λέγω δὲ ἕκαστον ὧδε: πρῶτον μὲν τὸ μὴ ἀναγκαῖον εἶναι, ἅ τις ὁρᾷ παρατίθεσθαι παῤ αὑτῷ. ὅταν γὰρ μὴ διαφέρῃ, ἢ μὴ πρὸς αὐτὸν ᾖ ὅλως ἡ αἴσθησις ἀπροαιρέτως τῇ διαφορᾷ τῶν ὁρωμένων κινηθεῖσα, τοῦτο αὐτὴ ἔπαθε μόνη τῆς ψυχῆς οὐ δεξαμένης εἰς τὸ εἴσω, ἅτε μήτε πρὸς χρείαν μήτε πρὸς ἄλλην ὠφέλειαν αὐτῇ τῆς διαφορᾶς μέλον. ὅταν δὲ καὶ ἡ ἐνέργεια αὐτῇ πρὸς ἄλλοις ᾖ, καὶ παντελῶς οὐκ ἂν ἀνάσχοιτο τῶν τοιούτων παρελθόντων τὴν μνήμην, ὅπου μηδὲ παρόντων γινώσκει τὴν αἴσθησιν. καὶ μὴν ὅτι τῶν πάντη κατὰ συμβεβηκὸς γινομένων οὐκ ἀνάγκη ἐν φαντασίᾳ γίνεσθαι, εἰ δὲ καὶ γίνοιτο, οὐχ ὥστε καὶ φυλάξαι καὶ παρατηρῆσαι, ἀλλὰ καὶ ὁ τύπος τοῦ τοιούτου οὐ δίδωσι συναίσθησιν, μάθοι ἄν τις, εἰ τὸ λεγόμενον οὕτω λάβοι. λέγω δὲ ὧδε: εἰ μηδέποτε προηγούμενον γένοιτο τὸν ἀέρα τόνδε εἶτα τόνδε τεμεῖν ἐν τῷ κατὰ τόπον κινεῖσθαι, ἢ καὶ ἔτι μᾶλλον διελθεῖν, οὔτ̓ ἂν τήρησις αὐτοῦ οὔτ̓ ἂν ἔννοια βαδίζουσι γένοιτο. ἐπεὶ καὶ τῆς ὁδοῦ εἰ μὴ ἐγίνετο τὸ τόδε διανύσαι προηγούμενον, δἰ ἀέρος δὲ ἦν τὴν διέξοδον
2.54
ποιήσασθαι, οὐκ ἂν ἐγένετο ἡμῖν μέλειν τοῦ ἐν ὅτῳ σταδίῳ γῆς ἐσμέν, ἢ ὅσον ἠνύσαμεν: καὶ εἰ κινεῖσθαι δὲ ἔδει μὴ τοσόνδε χρόνον, ἀλλὰ μόνον κινεῖσθαι, μηδ̓ ἄλλην τινὰ πρᾶξιν εἰς χρόνον ἀνήγομεν, οὐκ ἂν ἐν μνήμῃ ἄλλον ἂν καὶ ἄλλον χρόνον ἐποιησάμεθα. γνώριμον δέ, ὅτι τῆς διανοίας ἐχούσης τὸ πραττόμενον ὅλον καὶ πιστευούσης
403
οὕτω πάντως πραχθήσεσθαι οὐκ ἂν ἔτι προσέχοι γιγνομένοις ἑκάστοις. καὶ μὴν καὶ ὅταν τις ταὐτὸν ἀεὶ ποιῇ, μάτην ἂν ἔτι παρατηροῖ ἕκαστα τοῦ ταὐτοῦ. εἰ οὖν τὰ ἄστρα φερόμενα τὰ αὑτῶν πράττοντα φέρεται καὶ οὐχ ἵνα παρέλθῃ ταῦτα, ὅσα παρέρχεται, καὶ τὸ ἔργον αὐτοῖς οὔτε ἡ θέα ὧν πάρεισιν, οὔτε τὸ παρελθεῖν, κατὰ συμβεβηκός τε ἡ πάροδος, πρὸς ἄλλοις τε ἡ γνώμη μείζοσι, τά τε αὐτὰ ἀεὶ δἰ ὧν διέρχονται ταῦτα, ὅ τε χρόνος οὐκ ἐν λογισμῷ ὁ ἐν τοσῷδε, εἰ καὶ διῃρεῖτο, οὐκ ἀνάγκη οὔτε τόπων ὧν παρίασιν οὔτε χρόνων εἶναι μνήμην,
--- ζωήν τε τὴν αὐτὴν ἔχοντα, ὅπου καὶ τὸ τοπικὸν αὐτοῖς περὶ ταὐτόν, ὡς μὴ τοπικόν, ἀλλὰ ζωτικὸν τὸ κίνημα εἶναι ζῴου ἑνὸς εἰς αὑτὸ ἐνεργοῦντος ἐν στάσει μὲν ὡς πρὸς τὸ ἔξω, ἐν κινήσει δὲ τῇ ἐν αὐτῷ ζωῇ ἀιδίῳ οὔσῃ. καὶ μὴν εἰ καὶ χορείᾳ ἀπεικάσειέ τις τὴν κίνησιν αὐτῶν, εἰ μὲν ἱσταμένῃ ποτέ, ἡ πᾶσα ἂν εἴη τελεία ἡ συντελεσθεῖσα ἐξ ἀρχῆς εἰς τέλος, ἀτελὴς δὲ ἡ ἐν μέρει ἑκάστη: εἰ δὲ τοιαύτῃ οἵα ἀεί, τελεία ἀεί. εἰ δὲ ἀεὶ τελεία, οὐκ ἔχει χρόνον ἐν ᾧ τελεσθήσεται οὐδὲ τόπον: ὥστε οὐδὲ ἔφεσιν ἂν ἔχοι οὕτως: ὥστε οὔτε χρονικῶς οὔτε τοπικῶς μετρήσει: ὥστε οὐδὲ μνήμη τούτων. εἰ μέντοι αὐτοὶ μὲν ζωὴν ζῶσι μακαρίαν ταῖς αὑτῶν ψυχαῖς τὸ ζῆν προσεμβλέποντες, ταύτῃ
2.55
δὲ τῶν ψυχῶν αὑτῶν πρὸς ἓν τῇ νεύσει καὶ τῇ ἐξ αὐτῶν εἰς τὸν σύμπαντα οὐρανὸν ἐλλάμψει ὥσπερ χορδαὶ ἐν λύρᾳ συμπαθῶς κινηθεῖσαι μέλος ἂν ᾅσειαν ἐν φυσικῇ τινι ἁρμονίᾳ, εἰ οὕτω κινοῖτο ὁ σύμπας οὐρανὸς καὶ τὰ μέρη αὐτοῦ πρὸς αὐτόν, φερόμενος καὶ αὐτὸς καὶ ἄλλα ἄλλως πρὸς τὸ αὐτὸ ἄλλης αὐτοῖς καὶ τῆς θέσεως οὔσης, ἔτι ἂν μᾶλλον ἡμῖν ὁ λόγος ὀρθοῖτο μιᾶς ζωῆς καὶ ὁμοίας τῆς πάντων ἔτι μᾶλλον οὔσης.
ὁ δὲ δὴ πάντα κοσμῶν Ζεὺς καὶ ἐπιτροπεύων καὶ διατιθείς, εἰς ἀεὶ ψυχὴν βασιλικὴν καὶ βασιλικὸν νοῦν ἔχων καὶ πρόνοιαν, ὅπως γίγνοιτο, καὶ γινομένων ἐπιστασίαν καὶ τάξει διοικῶν καὶ περιόδους ἑλίττων πολλὰς ἤδη καὶ τελέσας, πῶς ἂν ἐν τούτοις ἅπασι μνήμην οὐκ ἔχοι, ὁπόσαι τε ἐγένοντο καὶ οἷαι αἱ περίοδοι; καὶ ὡς ἂν καὶ ἔπειτα γένοιντο μηχανώμενος καὶ συμβάλλων καὶ λογιζόμενος πῶς οὐ μνημονικώτατος ἂν εἴη πάντων, ὅσῳ καὶ δημιουργὸς σοφώτατος; τὸ μὲν οὖν περιόδων τῆς μνήμης καὶ καθ̓ αὑτὸ ἂν ἔχοι πολλὴν
404
ἀπορίαν, ὁπόσος ἀριθμὸς εἴη καὶ εἰ εἰδείη. πεπερασμένος γὰρ ὢν ἀρχὴν τῷ παντὶ χρονικὴν δώσει εἰ δ̓ ἄπειρος, οὐκ εἰδήσει, ὁπόσα τὰ αὐτοῦ ἔργα. ἢ ὅτι ἓν εἰδήσει καὶ μιᾷ ζωῇ ἀεί: οὕτως γὰρ ἄπειρος καὶ τὸ ἓν οὐ γνώσει ἔξωθεν, ἀλλ̓ ἔργῳ, συνόντος ἀεὶ τοῦ οὕτως ἀπείρου, μᾶλλον δὲ παρεπομένου καὶ θεωρουμένου οὐκ ἐπακτῷ γνώσει. ὡς γὰρ τὸ αὑτοῦ ἄπειρον τῆς ζωῆς οἶδεν, οὕτω καὶ τὴν ἐνέργειαν τὴν εἰς τὸ πᾶν μίαν οὖσαν, οὐχ ὅτι εἰς τὸ πᾶν.