Enneades

Plotinus

Plotini Enneades, Volumes 1-2. Volkmann, Richard, editor. Leipzig: Teubner, 1883-1884.

ἀλλ̓ ἐπεὶ τὸ κοσμοῦν διττόν, καὶ τὸ μὲν ὡς τὸν δημιουργὸν λέγομεν, τὸ δὲ ὡς τὴν τοῦ

2.56
παντὸς ψυχήν, καὶ τὸν Δία λέγοντες ὁτὲ μὲν ὡς ἐπί τὸν δημιουργὸν φερόμεθα, ὁτὲ δὲ ἐπὶ τὸ ἡγεμονοῦν τοῦ παντός, ἐπὶ μὲν τοῦ δημιουργοῦ ἀφαιρετέον πάντη τὸ πρόσω καὶ ὀπίσω μίαν αὐτῷ ἄτρεπτον καὶ ἄχρονον ζωὴν διδόντας. ἡ δὲ τοῦ κόσμου ζωὴ τὸ ἡγούμενον ἐν αὑτῇ ἔχουσα ἔτι ἐπιζητεῖ λόγον. εἰ οὖν καὶ αὕτη μὴ ἐν τῷ λογίζεσθαι ἔχει τὸ ζῆν, μηδ̓ ἐν τῷ ζητεῖν ὅ τι δεῖ ποιεῖν: ἤδη γὰρ ἐξεύρηται καὶ τέτακται ἃ δεῖ, οὐ ταχθέντα: τὰ γὰρ ταχθέντα ἦν τὰ γινόμενα, τὸ δὲ ποιοῦν αὐτὰ ἡ τάξις: τοῦτο δὲ ψυχῆς ἐνέργεια ἐξηρτημένης μενούσης φρονήσεως, ἧς εἰκὼν ἡ ἐν αὐτῇ τάξις. οὐ τρεπομένης δὲ ἐκείνης ἀνάγκη μηδὲ ταύτην τρέπεσθαι: οὐ γὰρ ὁτὲ μὲν βλέπει ἐκεῖ, ὁτὲ δὲ οὐ βλέπει: ἀπολειπομένη γὰρ ἂν ἀποροῖ: μία γὰρ ψυχὴ καὶ ἓν ἔργον. τὸ γὰρ ἡγεμονοῦν ἓν κρατοῦν ἀεί, καὶ οὐχ ὁτὲ μὲν κρατοῦν, ὁτὲ δὲ κρατούμενον: πόθεν γὰρ τὰ πλείω, ὥστε καὶ γενέσθαι μάχην ἢ ἀπορίαν; καὶ τὸ διοικοῦν ἓν τὸ αὐτὸ ἀεὶ ἐθέλει: διὰ τί γὰρ ἂν ἄλλο καὶ ἄλλο, ἵνα εἰς πλείω ἀπορῇ; καίτοι, εἰ καὶ ἓν οὖσα μεταβάλλοι, οὐκ ἂν ἀποροῖ: οὐ γὰρ ὅτι εἴδη πολλὰ τὸ πᾶν καὶ μέρη ἔχει καὶ ἐναντιώσεις πρὸς τὰ μέρη, διὰ τοῦτο ἂν ἀποροῖ, ὅπως διαθεῖτο: οὐ γὰρ ἀπὸ τῶν ἐσχάτων οὐδ̓ ἀπὸ τῶν μερῶν ἄρχεται, ἀλλ̓ ἀπὸ τῶν πρώτων, καὶ ἀπὸ πρώτου ἀρξαμένη ὁδῷ ἀνεμποδίστῳ ἐπὶ πάντα εἶσι καὶ κοσμεῖ καὶ διὰ τοῦτο κρατεῖ, ὅτι ἐφ̓ ἑνὸς ἔργου μένει τοῦ αὐτοῦ καὶ ταὐτόν. εἰ δὲ ἄλλο
405
καὶ ἄλλο βουλεύοιτο, πόθεν τὸ ἄλλο; εἶθ̓ ὅ τι χρὴ ποιεῖν ἀπορήσει, καὶ ἀσθενήσει τὸ ἔργον αὐτῇ εἰς ἀμφίβολον τοῦ πράττειν ἐν λογισμοῖς ἰούσῃ.

ἔστι γὰρ ὥσπερ ἐφ̓ ἑνὸς ζῴου ἡ διοίκησις,

2.57
ἡ μέν τις ἀπὸ τῶν ἔξωθεν καὶ μερῶν, ἡ δέ τις ἀπὸ τῶν ἔνδον καὶ τῆς ἀρχῆς, καθάπερ ἰατρὸς μὲν ἔξωθεν ἀρχόμενος καὶ κατὰ μέρος ἄπορος πολλαχῇ καὶ βουλεύεται, ἡ δὲ φύσις ἀπὸ τῆς ἀρχῆς ἀπροσδεὴς βουλεύσεως. καὶ δεῖ τοῦ παντὸς τὴν διοίκησιν καὶ τὸν διοικοῦντα ἐν τῷ ἡγεῖσθαι οὐ κατ̓ ἰατροῦ ἕξιν εἶναι, ἀλλ̓ ὡς ἡ φύσις. πολὺ δὲ μᾶλλον ἐκεῖ τὸ ἁπλοῦν, ὅσῳ κατὰ πάντων ἐμπεριειλημμένων ὡς μερῶν ζῴου ἑνός. πάσας γὰρ τὰς φύσεις κρατεῖ μία, αἱ δὲ ἕπονται ἀνηρτημέναι καὶ ἐξηρτημέναι καὶ οἷον ἐκφῦσαι,: ὡς ἡ ἐν κλάδοις τῆς τοῦ ὅλου φυτοῦ. τίς οὖν ὁ λογισμὸς ἢ τίς ἀρίθμησις ἢ τίς ἡ μνήμη παρούσης ἀεὶ φρονήσεως καὶ ἐνεργούσης καὶ κρατούσης καὶ κατὰ τὰ αὐτὰ διοικούσης; οὐ γὰρ δὴ ὅτι ποικίλα καὶ διάφορα τὰ γινόμενα, δεῖ συνεπόμενον ταῖς τοῦ γινομένου μεταβολαῖς καὶ τὸ ποιοῦν ἡγεῖσθαι. ὅσῳ γὰρ ποικίλα τὰ γινόμενα, τοσούτῳ τὸ ποιοῦν ὡσαύτως μένον. πολλὰ γὰρ καὶ ἐφ̓ ἑνὸς ἑκάστου ζῴου τὰ γινόμενα κατὰ φύσιν καὶ οὐχ ὁμοῦ πάντα, αἱ ἡλικίαι, αἱ ἐκφύσεις ἐν χρόνοις, οἷον κεράτων, γενείων, μαζῶν αὐξήσεις, ἀκμαί, γενέσεις ἄλλων, οὐ τῶν πρόσθεν λόγων ἀπολλυμένων, ἐπιγινομένων δὲ ἄλλων. δῆλον δὲ καὶ ἐκ τοῦ καὶ ἐν τῷ γεννωμένῳ αὖ ζῴῳ τὸν αὐτὸν καὶ σύμπαντα λόγον εἶναι. καὶ δὴ τὴν αὐτὴν φρόνησιν ἄξιον περιθεῖναι καὶ ταύτην καθόλου εἶναι οἷον κόσμου φρόνησιν ἑστῶσαν, πολλὴν μὲν καὶ ποικίλην καὶ αὖ ἁπλῆν ζῴου ἑνὸς μεγίστου, οὐ τῷ πολλῷ ἀλλοιουμένην, ἀλλὰ ἕνα λόγον καὶ ὁμοῦ πάντα: εἰ γὰρ μὴ πάντα, οὐκ ἐκείνου, ἀλλὰ τῶν ὑστέρων καὶ μερῶν ἡ φρόνησις.

ἀλλ̓ ἴσως τὸ μὲν τοιοῦτον ἔργον φύσεως

406
2.58
ἄν τις εἴποι, φρονήσεως δὲ ἐν τῷ παντὶ οὔσης καὶ λογισμοὺς ἀνάγκην καὶ μνήμας εἶναι. ἔστι δὲ τοῦτο ἀνθρώπων τὸ φρονεῖν ἐν τῷ μὴ φρονεῖν τιθεμένων, καὶ τὸ ζητεῖν φρονεῖν τὸ αὐτὸ τῷ φρονεῖν νενομικότων. τὸ γὰρ λογίζεσθαι τί ἄλλο ἂν εἴη, ἢ τὸ ἐφίεσθαι εὑρεῖν φρόνησιν καὶ λόγον ἀληθῆ καὶ τυγχάνοντα τοῦ ὄντος; ὅμοιος γὰρ ὁ λογιζόμενος κιθαρίζοντι εἰς κιθάρισιν καὶ μελετῶντι εἰς ἕξιν καὶ ὅλως τῷ μανθάνοντι εἰς γνῶσιν. ζητεῖ γὰρ μαθεῖν ὁ λογιζόμενος ὅπερ ἤδη ἔχει ὁ φρόνιμος: ὥστ̓ ἐν τῷ στάντι τὸ φρονεῖν. μαρτυρεῖ δὲ καὶ αὐτὸς ὁ λογισάμενος: ὅταν γὰρ εὕρῃ ὃ δεῖ, πέπαυται λογιζόμενος: καὶ ἀνεπαύσατο ἐν τῷ φρονῆσαι γενόμενος. εἰ μὲν οὖν κατὰ τοὺς μανθάνοντας τὸ ἡγούμενον τοῦ παντὸς τάξομεν, λογισμοὺς ἀποδοτέον καὶ ἀπορίας καὶ μνήμας συμβάλλοντος τὰ παρεληλυθότα τοῖς παροῦσι καὶ τοῖς μέλλουσιν. εἰ δὲ κατὰ τὸν εἰδότα, ἐν στάσει ὅρον ἐχούσῃ νομιστέον αὐτοῦ εἶναι τὴν φρόνησιν. εἶτα εἰ μὲν οἶδε τὰ μέλλοντα — τὸ γὰρ μὴ εἰδέναι λέγειν ἄτοπον: διὰ τί οὐχὶ καὶ ὅπως ἔσται εἰδήσει; εἰ δὲ εἰδήσει καὶ ὅπως ἔσται, τί ἔτι δεῖ τοῦ λογίζεσθαι καὶ τοῦ τὰ παρεληλυθότα πρὸς τὰ παρόντα συμβάλλειν; καὶ ἡ γνῶσις δὲ τῶν μελλόντων, εἴπερ αὐτῷ συγχωρεῖται παρεῖναι, οὐ τοιαύτη ἂν εἴη, οἵα τοῖς μάντεσι πάρεστιν, ἀλλ̓ οἵα αὐτοῖς τοῖς ποιοῦσι πεπιστευκόσιν ὅτι ἔσται. τοῦτο δὲ ταὐτὸν τῷ τοῖς πάντα κυρίοις, οἷς οὐδὲν ἀμφίβολον οὐδὲ ἀμφιγνοούμενον. οἷς ἄρα ἄραρεν ἡ δόξα, τούτοις παραμένει. ἡ αὐτὴ ἄρα καὶ περὶ μελλόντων φρόνησις, οἵα καὶ ἡ περὶ παρόντων, κατὰ τὸ ἑστάναι: τοῦτο δὲ λογισμοῦ ἔξω. ἀλλ̓ εἰ μὴ οἶδε τὰ μέλλοντα,
2.59
ἃ αὐτὸς ποιήσει, οὐδὲ εἰδήσει ποιήσει οὐδὲ πρός τι βλέπων ποιήσει, ἀλλὰ τὸ ἐπελθὸν ποιήσει: τοῦτο δὲ ταὐτὸν τῷ εἰκῆ. μένει ἄρα καθ̓ ὃ ποιήσει. ἀλλ̓ εἰ μένει καθ̓ ὃ ποιήσει, οὐκ ἄλλως ποιήσει, ἢ ὡς οἷον τὸ ἐν αὑτῷ παράδειγμα ἔχει. μοναχῶς ἄρα ποιήσει καὶ ὡσαύτως: οὐ γὰρ νῦν μὲν ἄλλως, ὕστερον δὲ ἄλλως, ἢ τί κωλύει ἀποτυχεῖν; εἰ δὲ τὸ ποιούμενον διαφόρως ἕξει, ἀλλ̓ ἔσχε γε διαφόρως οὐ παῤ ἑαυτοῦ, ἀλλὰ δουλεῦον λόγοις: οὗτοι δὲ παρὰ τοῦ ποιοῦντος: ὥστε ἠκολούθησε τοῖς ἐφεξῆς λόγοις. ὥστε οὐδαμῇ τὸ ποιοῦν ἀναγκάζεσθαι πλανᾶσθαι οὐδ̓ ἀπορεῖν οὐδ̓ ἔχειν πράγματα, ὥσπερ τινὲς ᾠήθησαν δύσκολον εἶναι τὴν τῶν ὅλων διοίκησιν. τὸ γὰρ ἔχειν πράγματα ἦν, ὡς ἔοικε, τὸ ἐπιχειρεῖν ἔργοις ἀλλοτρίοις: τοῦτο δὲ ὧν μὴ κρατεῖ. ὧν δέ τις κρατεῖ καὶ μόνος, τίνος ἂν οὗτος δέοιτο ἢ αὑτοῦ καὶ τῆς αὑτοῦ βουλήσεως; τοῦτο δὲ ταὐτὸν τῷ τῆς αὑτοῦ φρονήσεως: τῷ γὰρ τοιούτῳ ἡ βούλησις φρόνησις.
407
οὐδενὸς ἄρα δεῖ τῷ τοιούτῳ εἰς τὸ ποιεῖν, ἐπειδὴ οὐδ̓ ἡ φρόνησις ἀλλοτρία, ἀλλ̓ αὐτὸς οὐδενὶ ἐπακτῷ χρώμενος. οὐδὲ λογισμῷ τοίνυν οὐδὲ μνήμῃ: ἐπακτὰ γὰρ ταῦτα.

ἀλλὰ τί διοίσει τῆς λεγομένης φύσεως ἡ τοιαύτη φρόνησις; ἢ ὅτι ἡ μὲν φρόνησις πρῶτον, ἡ δὲ φύσις ἔσχατον: ἴνδαλμα γὰρ φρονήσεως ἡ φύσις καὶ ψυχῆς ἔσχατον ὂν ἔσχατον καὶ τὸν ἐν αὐτῇ ἐλλαμπόμενον λόγον ἔχει, οἷον εἰ ἐν κηρῷ βαθεῖ διικνοῖτο εἰς ἔσχατον ἐπὶ θάτερα ἐν τῇ ἐπιφανείᾳ τύπος, ἐναργοῦς μὲν ὄντος τοῦ ἄνω, ἴχνους δὲ ἀσθενοῦς ὄντος τοῦ κάτω. ὅθεν οὐδὲ οἶδε, μόνον δὲ ποιεῖ: ὃ γὰρ ἔχει τῷ ἐφεξῆς διδοῦσα

2.60
ἀπροαιρέτως τὴν δόσιν ʽτῷ σωματικῷ καὶ ὑλικᾦ ποίησιν ἔχει, οἷον καὶ τὸ θερμανθὲν τῷ ἐφεξῆς ἁψαμένῳ δέδωκε τὸ αὑτοῦ εἶδος θερμὸν ἐλλαττόνως ποιῆσαν. διὰ τοῦτό τοι ἡ φύσις οὐδὲ φαντασίαν ἔχει: ἡ δὲ νόησις φαντασίας κρείττων: φαντασία δὲ μεταξὺ φύσεως τύπου καὶ νοήσεως. ἡ μὲν γὰρ οὐδενὸς ἀντίληψιν οὐδὲ σύνεσιν ἔχει, ἡ δὲ φαντασία σύνεσιν ἐπακτοῦ: δίδωσι γὰρ τῷ φαντασθέντι εἰδέναι ἃ ἔπαθεν: ἡ δὲ γεννᾷ αὐτὴ καὶ ἐνεργεῖ ἐξ αὐτοῦ τοῦ ἐνεργήσαντος. νοῦς μὲν οὖν ἔχει, ψυχὴ δὲ ἡ τοῦ παντὸς ἐκομίσατο εἰς ἀεὶ καὶ τοῦτό ἐστιν αὐτῇ τὸ ζῆν καὶ τὸ φαινόμενον ἀεὶ σύνεσις νοούσης: τὸ δὲ ἐξ αὐτῆς ἐμφαντασθὲν εἰς ὕλην φύσις, ἐν ᾗ ἵσταται τὰ ὄντα, ἢ καὶ πρὸ τούτου, καὶ ἔστιν ἔσχατα ταῦτα τοῦ νοητοῦ: ἤδη γὰρ τὸ ἐντεῦθεν τὰ μιμήματα. ἀλλ̓ ἡ φύσις εἰς αὐτὴν ποιοῦσα καὶ πάσχουσα, ἐκείνη δὲ ἡ πρὸ αὐτῆς καὶ πλησίον αὐτῆς ποιοῦσα οὐ πάσχει, ἡ δ̓ ἔτι ἄνωθεν εἰς σώματα ἢ εἰς ὕλην οὐ ποιεῖ.

τὰ δὲ σώματα ὑπὸ φύσεως λεγόμενα γίγνεσθαι τὰ μὲν στοιχεῖα αὐτὸ τοῦτο, τὰ δὲ ζῷα καὶ τὰ φυτὰ ἆρα οὕτως, ὥστε τὴν φύσιν οἷον παρακειμένην ἐν αὑτοῖς ἔχειν; οἷον ἐπὶ φωτὸς ἀπελθόντος οὐδὲν ὁ ἀὴρ αὐτοῦ ἔχει, ἀλλ̓ ἔστιν οἷον χωρὶς τὸ φῶς, χωρὶς δὲ ὁ ἀὴρ οἷον οὐ κιρνάμενος: ἢ οἷον ἐπὶ τοῦ πυρὸς καὶ τοῦ θερμανθέντος,

408
οὗ ἀπελθόντος μένει τις θερμότης ἑτέρα οὖσα παρὰ τὴν οὖσαν ἐν τῷ πυρί, πάθος τι τοῦ θερμανθέντος. τὴν μὲν γὰρ μορφήν, ἣν δίδωσι τῷ πλασθέντι, ἕτερον εἶδος θετέον παῤ αὐτὴν τὴν φύσιν. εἰ δέ τι ἄλλο παρὰ τοῦτο ἔχει, ὅ ἐστιν οἷον μεταξὺ τούτου καὶ αὐτῆς τῆς φύσεως, ζητητέον. καὶ ἥτις μὲν
2.61
διαφορὰ φύσεως καὶ τῆς εἰρημένης ἐν τῷ παντὶ φρονήσεως, εἴρηται.