τί δὲ δὴ φίλων καὶ παίδων καὶ γυναικός; πατρίδος δὲ καὶ τῶν ὧν ἂν καὶ ἀστεῖος οὐκ ἄτοπος μνημονεύων; ἢ τὸ μὲν μετὰ πάθους ἑκάστου, ὁ δὲ ἀπαθῶς ἂν τὰς μνήμας τούτων ἔχοι: τὸ γὰρ πάθος ἴσως καὶ ἐξ ἀρχῆς ἐν ἐκείνῳ καὶ τὰ ἀστεῖα τῶν
396
παθῶν τῇ σπουδαίᾳ, καθ̓ ὅσον τῇ ἑτέρᾳ τι ἐκοινώνησε. πρέπει δὲ τὴν μὲν χείρονα καὶ τῶν τῆς ἑτέρας ἐνεργημάτων ἐφίεσθαι τῆς μνήμης καὶ μάλιστα, ὅταν ἀστεία ᾖ καὶ αὐτή: γένοιτο γὰρ ἄν τις καὶ ἐξ ἀρχῆς ἀμείνων καὶ τῇ παιδεύσει τῇ παρὰ τῆς κρείττονος. τὴν δὲ δεῖ ἀσμένως λήθην ἔχειν ἐθέλειν τῶν παρὰ τῆς χείρονος. εἴη γὰρ ἂν καὶ σπουδαίας οὔσης τῆς ἑτέρας τὴν ἑτέραν τὴν φύσιν χείρονα εἶναι κατεχομένην ὑπὸ τῆς ἑτέρας βίᾳ. ὅσῳ δὴ σπεύδει πρὸς τὸ ἄνω πλειόνων αὐτῇ ἡ λήθη, εἰ μή που πᾶς ὁ βίος αὐτῇ καὶ ἐνταῦθα τοιοῦτος οἵῳ μόνων τῶν κρειττόνων εἶναι τὰς μνήμας: ἐπεὶ καὶ ἐνταῦθα καλῶς τὸ ἐξιστάμενον τῶν ἀνθρωπίνων σπουδασμάτων. ἀνάγκη οὖν καὶ τῶν μνημονευμάτων: ὥστε ἐπιλήσμονα ἄν τις λέγων τὴν ἀγαθὴν ὀρθῶς ἂν λέγοι τρόπῳ τοιούτῳ. ἐπεὶ καὶ φεύγει ἐκ τῶν πολλῶν, καὶ τὰ πολλὰ εἰς ἓν συνάγει τὸ ἄπειρον ἀφιεῖσα. οὕτω γὰρ καὶ οὐ μετὰ πολλῶν, ἀλλὰ ἐλαφρὰ καὶ δἰ αὑτῆς: ἐπεὶ καὶ ἐνταῦθα, ὅταν ἐκεῖ ἐθέλῃ εἶναι, ἔτι οὖσα ἐνταῦθα ἀφίησι πάντα ὅσα ἄλλα: ὀλίγα τοίνυν κἀκεῖ τὰ ἐντεῦθεν: καὶ ἐν οὐρανῷ οὖσα πλείω. καὶ εἴποι ἂν ὁ Ἡρακλῆς ἐκεῖνος ἀνδραγαθίας ἑαυτοῦ, ὁ δὲ καὶ ταῦτα σμικρὰ ἡγούμενος καὶ μετατεθεὶς εἰς ἁγιώτερον
2.47
τόπον καὶ ἐν τῷ νοητῷ γεγενημένος καὶ ὑπὲρ τὸν Ἡρακλέα ἰσχύσας τοῖς ἄθλοις, οἷα ἀθλεύουσι σοφοὶ τίνων μνημονεύσει;
Τί οὖν ἐρεῖ, καὶ τίνων τὴν μνήμην ἕξει
397
ψυχὴ ἐν τῷ νοητῷ καὶ ἐπὶ τῆς οὐσίας ἐκείνης γενομένη; ἢ ἀκόλουθον εἰπεῖν ἐκεῖνα θεωρεῖν καὶ περὶ ἐκεῖνα ἐνεργεῖν, ἐν οἷς ἔστιν, ἢ μηδὲ ἐκεῖ εἶναι. τῶν οὖν ἐνταῦθα οὐδέν, οἷον ὅτι ἐφιλοσόφησε, καὶ δὴ καὶ ὅτι ἐνταῦθα οὖσα ἐθεᾶτο τὰ ἐκεῖ. ἀλλ̓ εἰ μὴ ἔστιν, ὅτε τις ἐπιβάλλει τινὶ τῇ νοήσει, ἄλλο τι ποιεῖν ἢ νοεῖν κἀκεῖνο θεωρεῖν, καὶ ἐν τῇ νοήσει οὐκ ἔστιν ἐμπεριεχόμενον τὸ ἐνενοήκειν, ἀλλ̓ ὕστερόν τις ἂν τοῦτ̓ εἰ ἔτυχεν, εἴποι: τοῦτο δὲ ἤδη μεταβάλλοντος: οὐκ ἂν εἴη ἐν τῷ νοητῷ καθαρῶς ὄντα μνήμην ἔχειν τῶν τῇδέ ποτε αὐτῷ τινι γεγενημένων. εἰ δὲ καί, ὥσπερ δοκεῖ, ἄχρονος πᾶσα ἡ νόησις, ἐν αἰῶνι, ἀλλ̓ οὐκ ἐν χρόνῳ ὄντων τῶν ἐκεῖ, ἀδύνατον μνήμην εἶναι ἐκεῖ οὐχ ὅτι τῶν ἐνταῦθα, ἀλλὰ καὶ ὅλως ὁτουοῦν. ἀλλ̓ ἔστιν ἕκαστον παρόν: ἐπεὶ οὐδὲ διέξοδος οὐδὲ μετάβασις ἀφ̓ ἑτέρου ἐπ̓ ἄλλο. τί οὖν; οὐκ ἔσται διαίρεσις ἄνωθεν εἰς εἴδη, ἢ κάτωθεν ἐπὶ τὸ καθόλου καὶ τὸ ἄνω; τῷ μὲν γὰρ ἄνω μὴ ἔστω ἐνεργείᾳ πάντα ὁμοῦ ὄντι, τῇ δὲ ψυχῇ ἐκεῖ οὔσῃ διὰ τί οὐκ ἔσται; τί οὖν κωλύει καὶ ταύτῃ τὴν ἐπιβολὴν ἀθρόαν ἀθρόων γίνεσθαι; ἆῤ οὖν ῶς τινος ὁμοῦ; ἢ ὡς πολλῶν ὁμοῦ πάσας νοήσεις. τοῦ γὰρ θεάματος ὄντος ποικίλου ποικίλην καὶ πολλὴν τὴν νόησιν ἅμα δεῖ γίνεσθαι καὶ πολλὰς τὰς νοήσεις,
2.48
οἷον αἰσθήσεις πολλὰς προσώπου ὀφθαλμῶν ἅμα ὁρωμένων καὶ ῥινὸς καὶ τῶν ἄλλων. ἀλλ̓ ὅταν ἕν τι διαιρῇ καὶ ἀναπτύσσῃ; ἢ ἐν τῷ νῷ διῄρηται: καὶ τὸ τοιοῦτον οἷον ἐναπέρεισις μᾶλλον. τὸ δὲ πρῶτον καὶ τὸ ὕστερον ἐν τοῖς εἴδεσιν οὐ χρόνῳ ὂν οὐδὲ τὴν νόησιν τοῦ προτέρου καὶ ὑστέρου χρόνῳ ποιήσει: ἔστι γὰρ καὶ τάξει, οἱονεὶ φυτοῦ ἡ τάξις ἐκ ῥιζῶν ἀρξαμένη ἕως εἰς τὸ ἄνω τῷ θεωμένῳ οὐκ ἔχει ἄλλως ἢ τάξει τὸ πρότερον καὶ τὸ ὕστερον ἅμα τὸ πᾶν θεωμένῳ. ἀλλ̓ ὅταν εἰς ἓν βλέπῃ, εἶτα πολλὰ καὶ πάντα ἔχῃ, πῶς τὸ μὲν πρῶτον ἔσχε, τὰ δὲ ἐφεξῆς; ἢ ἡ δύναμις ἡ μία οὕτως ἦν μία, ὡς πολλὰ ἐν ἄλλῳ, καὶ οὐ κατὰ μίαν νόησιν πάντα. αἱ γὰρ ἐνέργειαι οὐ καθ̓ ἕνα, ἀλλ̓ ἀεὶ πᾶσαι δυνάμει ἑστώσῃ: ἐν δὲ τοῖς ἄλλοις γινομένων. ἤδη γὰρ ἐκεῖνο ὡς μὴ τὸ ἓν ὂν δυνηθῆναι τὴν τῶν πολλῶν ἐν αὑτῷ φύσιν δέξασθαι πρότερον οὐκ ὄντων.
398
ἀλλὰ ταῦτα μὲν ταύτῃ. ἑαυτοῦ δὲ πῶς; ἢ οὐδὲ ἑαυτοῦ ἕξει τὴν μνήμην, οὐδ̓ ὅτι αὐτὸς ὁ θεωρῶν, οἷον Σωκράτης, ἢ ὅτι νοῦς ἢ ψυχή. πρὸς δὴ ταῦτά τις ἀναμνησθήτω, ὡς ὅταν καὶ ἐνταῦθα θεωρῇ καὶ μάλιστα ἐναργῶς, οὐκ ἐπιστρέφει πρὸς ἑαυτὸν τότε τῇ νοήσει, ἀλλ̓ ἔχει μὲν ἑαυτόν, ἡ δὲ ἐνέργεια πρὸς ἐκεῖνο, κἀκεῖνο γίνεται οἷον ὕλην ἑαυτὸν παρασχών, εἰδοποιούμενος δὲ κατὰ τὸ ὁρώμενον καὶ δυνάμει ὢν τότε αὐτός. τότε οὖν αὐτός ἐστιν ἐνεργείᾳ, ὅταν μηδὲν νοῇ: ἤ, εἰ μὲν αὐτός, κενός ἐστι παντός. εἰ δέ ἐστιν αὐτὸς τοιοῦτος οἷος πάντα εἶναι, ὅταν αὑτὸν νοῇ, πάντα ὁμοῦ νοεῖ: ὥστε τῇ μὲν εἰς ἑαυτὸν ὁ τοιοῦτος ἐπιβολῇ καὶ ἐνεργείᾳ ἑαυτὸν ὁρῶν τὰ πάντα ἐμπεριεχόμενα ἔχει, τῇ δὲ πρὸς τὰ
2.49
πάντα ἐμπεριεχόμενον ἑαυτόν. ἀλλ̓ εἰ οὕτω ποιεῖ, μεταβάλλει τὰς νοήσεις, ὃ πρότερον αὐτοὶ οὐκ ἠξιοῦμεν. ἢ λεκτέον ἐπὶ μὲν τοῦ νοῦ τὸ ὡσαύτως ἔχειν, ἐπὶ δὲ τῆς ψυχῆς ἐν οἷον ἐσχάτοις τοῦ νοητοῦ κειμένης γίνεσθαι τοῦτο δυνατὸν εἶναι, ἐπεὶ καὶ προσχωρεῖν εἴσω: εἰ γάρ τι περὶ τὸ μένον γίνεται, δεῖ αὐτὸ παραλλαγὴν πρὸς τὸ μένον ἔχειν μὴ ὁμοίως μένον. ἢ οὐδὲ μεταβολὴν λεκτέον γίνεσθαι, ὅταν ἀπὸ τῶν ἑαυτοῦ ἐφ̓ ἑαυτόν, καὶ ὅταν ἀφ̓ ἑαυτοῦ ἐπὶ τὰ ἄλλα: πάντα γὰρ αὐτός ἐστι καὶ ἄμφω ἕν. ἀλλ̓ ἡ ψυχὴ ἐν τῷ νοητῷ οὖσα τοῦτο πάσχει τὸ ἄλλο καὶ ἄλλο πρὸς αὑτὴν καὶ τὰ ἐν αὐτῇ. ἢ καθαρῶς ἐν τῷ νοητῷ οὖσα ἔχει τὸ ἀμετάβλητον καὶ αὐτή. καὶ γὰρ αὐτή ἐστιν ἅ ἐστιν: ἐπεὶ καὶ ὅταν ἐν ἐκείνῳ ᾖ τῷ τόπῳ, εἰς ἕνωσιν ἐλθεῖν τῷ νῷ ἀνάγκη, εἴπερ ἐπεστράφη: στραφεῖσα γὰρ οὐδὲν μεταξὺ ἔχει, εἴς τε νοῦν ἐλθοῦσα ἥρμοσται, καὶ ἁρμοσθεῖσα ἥνωται οὐκ ἀπολλυμένη, ἀλλ̓ ἕν ἐστιν ἄμφω καὶ δύο. οὕτως οὖν ἔχουσα οὐκ ἂν μεταβάλλοι, ἀλλὰ ἔχοι ἂν ἀτρέπτως πρὸς νόησιν ὁμοῦ ἔχουσα τὴν συναίσθησιν αὑτῆς, ὡς ἓν ἅμα τῷ νοητῷ ταὐτὸν γενομένη.
ἐξελθοῦσα δὲ ἐκεῖθεν καὶ οὐκ ἀνασχομένη
399
τὸ ἕν, τὸ δὲ αὑτῆς ἀσπασαμένη καὶ ἕτερον ἐθελήσασα εἶναι καὶ οἷον προκύψασα, μνήμην, ὡς ἔοικεν, ἑαυτῆς λαμβάνει. μνήμη δὲ ἡ μὲν τῶν ἐκεῖ ἔτι κατέχει μὴ πεσεῖν, ἡ δὲ τῶν ἐνταῦθα ὡδὶ φέρει, ἡ δὲ τῶν ἐν τῷ οὐρανῷ ἐκεῖ κατέχει, καὶ ὅλως, οὗ μνημονεύει, ἐκεῖνο ἔστι καὶ γίνεται. ἦν γὰρ τὸ μνημονεύειν ἢ νοεῖν ἢ φαντάζεσθαι, ἡ δὲ φαντασία αὐτῇ οὐ τῷ ἔχειν, ἀλλ̓ οἷα ὁρᾷ καὶ οἷα διάκειται: κἂν τὰ αἰσθητὰ ἴδῃ, ὁπόσον αὐτῶν ἂν
2.50
ἴδῃ, τοσοῦτον ἔχει τὸ βάθος. ὅτι γὰρ ἔχει πάντα δευτέρως, οὐχ οὕτω τελείως πάντα γίνεται, καὶ μεθόριον οὖσα καὶ ἐν τοιούτῳ κειμένη ἐπ̓ ἄμφω φέρεται.
ἐκεῖ μὲν οὖν καὶ τἀγαθὸν διὰ νοῦ ὁρᾷ, οὐ γὰρ στέγεται ἐκεῖνο, ὥστε μὴ διελθεῖν εἰς αὐτήν: ἐπεὶ μὴ σῶμα τὸ μεταξὺ ὥστε ἐμποδίζειν: καίτοι καὶ σωμάτων ὄντων μεταξὺ πολλαχῇ εἰς τὰ τρίτα ἀπὸ τῶν πρώτων ἡ ἄφιξις. εἰ δὲ πρὸς τὰ κάτω δοίη αὑτήν, ἀναλόγως τῇ μνήμῃ καὶ τῇ φαντασίᾳ ἔχει ὃ ἠθέλησε. διὸ ἡ μνήμη, καὶ ὅταν τῶν ἀρίστων ᾖ, οὐκ ἄριστον. δεῖ δὲ τὴν μνήμην λαμβάνειν οὐ μόνον ἐν τῷ οἷον αἰσθάνεσθαι ὅτι μνημονεύει, ἀλλὰ καὶ ὅταν διακέηται κατὰ τὰ πρόσθεν παθήματα ἢ θεάματα. γένοιτο γὰρ ἂν καὶ μὴ παρακολουθοῦντα, ὅτι ἔχει, ἔχειν παῤ αὑτῷ ἰσχυροτέρως ἢ εἰ εἰδείη. εἰδὼς μὲν γὰρ τάχα ἂν ὡς ἄλλο ἔχοι ἄλλος αὐτὸς ὤν, ἀγνοῶν δὲ ὅτι ἔχει κινδυνεύει εἶναι ὃ ἔχει: ὃ δὴ πάθημα μᾶλλον πεσεῖν ποιεῖ τὴν ψυχήν. ἀλλ̓ ἀφισταμένη τοῦ ἐκεῖ τόπου ἀναφέρει τὰς μνήμας, ὁπωσοῦν εἶχε κἀκεῖ: ἡ δὲ ἐνέργεια ἐκείνων ἠφάνιζε τὴν μνήμην. οὐ γὰρ ὡς κείμενοι ἦσαν τύποι, ἵνα ἂν ἦν ἴσως ἄτοπον τὸ συμβαῖνον, ἀλλ̓ ἡ δύναμις ἦν ἡ ἀφεθεῖσα ὕστερον
400
εἰς ἐνέργειαν. παυσαμένης οὖν τῆς ἐν τῷ νοητῷ ἐνεργείας εἶδεν, ἃ πρότερον ἡ ψυχὴ πρὶν ἐκεῖ γενέσθαι ἰδοῦσα ἦν.