Enneades
Plotinus
Plotini Enneades, Volumes 1-2. Volkmann, Richard, editor. Leipzig: Teubner, 1883-1884.
καὶ ταῦτα μὲν ταύτῃ. ἄποιος δὲ οὖσα πῶς κακή: ἢ ἄποιος λέγεται τῷ μηδὲν ἔχειν αὐτὴν ἐφ̓ ἑαυτῆς τούτων τῶν ποιοτήτων, ἃς δέξεται καὶ αἳ ἐν αὐτῇ ὡς ὑποκειμένῳ ἔσονται, οὐ μὴν οὕτως, ὡς μηδεμίαν φύσιν ἔχειν. εἰ δὴ ἔχει τινὰ φύσιν, ταύτην τὴν φύσιν τί κωλύει κακὴν εἶναι, οὐχ οὕτω δὲ κακήν, ὡς ποιόν; ἐπειδὴ καὶ τὸ ποιὸν τοῦτό ἐστι, καθ̓ ὃ ἕτερον ποιὸν λέγεται. συμβεβηκὸς οὖν τὸ ποιὸν καὶ ἐν ἄλλῳ: ἡ δὲ ὕλη οὐκ ἐν ἄλλῳ, ἀλλὰ τὸ ὑποκείμενον καὶ τὸ συμβεβηκὸς περὶ αὐτό. τοῦ οὖν ποιοῦ τὴν φύσιν συμβεβηκότος ἔχοντος οὐ τυχοῦσα ἄποιος λέγεται. εἰ τοίνυν καὶ ὴ ποιότης αὐτὴ ἄποιος, πῶς ἡ ὕλη οὐ δεξαμένη ποιότητα ποιὰ ἂν λέγοιτο; ὀρθῶς ἄρα λέγεται καὶ ἄποιος εἶναι καὶ κακή: οὐ γὰρ λέγεται κακὴ τῷ ποιότητα ἔχειν, ἀλλὰ μᾶλλον τῷ ποιότητα μὴ ἔχειν, ἵνα μὴ ᾖ ἴσως κακὴ εἶδος οὖσα, ἀλλὰ ἐναντία τῷ εἴδει φύσις.