Enneades
Plotinus
Plotini Enneades, Volumes 1-2. Volkmann, Richard, editor. Leipzig: Teubner, 1883-1884.
τίνι οὖν ἐγνωρίσαμεν ταῦτα; καὶ πρῶτον κακίαν τίνι; ἀρετὴν μὲν γὰρ νῷ αὐτῷ καὶ φρονήσει: αὑτὴν γὰρ γνωρίζει: κακίαν δὲ πῶς; ἢ ὥσπερ κανόνι τὸ ὀρθὸν καὶ μή, οὕτω καὶ τὸ μὴ ἐναρμόζον τῇ ἀρετῇ; βλέποντες οὖν αὐτὸ ἢ μὴ βλέποντες, τὴν κακίαν λέγω; ἢ τὴν μὲν παντελῆ κακίαν οὐ βλέποντες, καὶ γὰρ ἄπειρον: ἀφαιρέσει οὖν τὸ μηδαμοῦ τοῦτο: τὴν δὲ μὴ παντελῆ τῷ ἐλλείπειν τούτῳ. μέρος οὖν ὁρῶντες τῷ παρόντι μέρει τὸ ἀπὸν λαμβάνοντες, ὅ ἐστι μὲν ἐν τῷ ὅλῳ εἴδει, ἐκεῖ δὲ ἄπεστιν, οὕτω κακίαν λέγομεν ἐν ἀορίστῳ τὸ ἐστερημένον καταλιπόντες. καὶ δὴ ἐπὶ τῆς ὕλης οἷον
79
αἰσχρόν τι πρόσωπον ἰδόντες οὐ κρατήσαντος ἐν αὐτῷ τοῦ λόγου, ὥστε κρύψαι τὸ τῆς ὕλης αἶσχος, αἰσχρὸν φανταζόμεθα τῇ τοῦ εἴδους ἐλλείψει. ὃ δὲ μηδαμῇ εἴδους τετύχηκε, πῶς; ἢ τὸ παράπαν ἀφαιροῦντες πᾶν εἶδος, ᾧ μὴ τοῦτο πάρεστι, λέγομεν εἶναι ὕλην, ἀμορφίαν καὶ αὐτοὶ ἐν ἡμῖν λαβόντες ἐν τῷ πᾶν εἶδος ἀφελεῖν, εἰ μέλλομεν ὕλην θεάσασθαι. διὸ καὶ νοῦς ἄλλος οὗτος, οὐ νοῦς, τολμήσας ἰδεῖν τὰ μὴ αὑτοῦ. ὥσπερ ὄμμα ἀποστῆσαν αὑτὸ φωτός, ἵνα ἴδῃ τὸ σκότος, καὶ μὴ ἴδῃ τῷ καταλιπεῖν τὸ 1.110
φῶς, μεθ̓ οὗ οὐκ ἦν ἰδεῖν αὐτό: οὐδ̓ αὖ ἄνευ αὐτοῦ οἷόν τε ἦν ἰδεῖν, ἀλλὰ μὴ ἰδεῖν, ἵνα γένηται αὐτῷ ὡς οἷόν τε ἦν ἰδεῖν — οὕτως οὖν καὶ νοῦς, εἴσω αὑτοῦ τὸ αὑτοῦ καταλιπὼν φῶς καὶ οἷον ἔξω αὑτοῦ προελθὼν εἰς τὰ μὴ αὑτοῦ, μὴ ἐπαγόμενος τὸ ἑαυτοῦ φῶς ἔπαθε τοὐναντίον ἤ ἐστιν, ἵν̓ ἴδῃ τὸ αὐτῷ ἐναντίον.